Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Ἐπιτηδεύματα καὶ ἐπιστῆμαι
II.7.5b11 · Wachsmuth pp. 67
Φιλομουσίαν δὲ καὶ φιλογραμματίαν καὶ φιλιππίαν καὶ φιλοκυνηγίαν καὶ καθόλου ἐγκυκλίους λεγομένας τέχνας ἐπιτηδεύματα μὲν καλοῦσιν, ἐπιστήμας δ’ οὔ, ἐν ⟨τε⟩ ταῖς σπουδαίαις ἕξεσι ταῦτα καταλείπουσι, καὶ ἀκολούθως μόνον τὸν σοφὸν φιλόμουσον εἶναι λέγουσι καὶ φιλογράμματον, καὶ ἐπὶ τῶν ἄλλων κατὰ τὸ ἀνάλογον. Τό τε ἐπιτήδευμα τοῦτον ὑπογράφουσι τὸν τρόπον· ὁδὸν διὰ τέχνης ἢ μέρους ἄγουσαν ἐπὶ ⟨τὰ⟩ κατ’ ἀρετήν.
Σοφὸς καὶ αἱ ἰδίαι τέχναι
II.7.5b12.1 · Wachsmuth pp. 67
Μόνον δέ φασι τὸν σοφὸν καὶ μάντιν ἀγαθὸν εἶναι καὶ ποιητὴν καὶ ῥήτορα καὶ διαλεκτικὸν καὶ κριτικόν, οὐ πάντα δέ, διὰ τὸ προσδεῖσθαι ἔτι τινὰ τούτων καὶ θεωρημάτων τινῶν ἀναλήψεως. Εἶναι δὲ τὴν μαντικὴν φασὶν ἐπιστήμην θεωρητικὴν σημείων τῶν ἀπὸ θεῶν ἢ δαιμόνων πρὸς ἀνθρώπινον βίον συντεινόντων. Ὁμοίως δὲ καὶ τὰ εἴδη τῆς μαντικῆς.
Ἱερεὺς καὶ εὐσέβεια
II.7.5b12.2 · Wachsmuth pp. 67-68
Λέγουσι δὲ καὶ ἱερέα μόνον εἶναι τὸν σοφόν, φαῦλον δὲ μηδένα. Τὸν γὰρ ἱερέα εἶναι δεῖν ἔμπειρον νόμων τῶν περὶ θυσίας καὶ εὐχὰς καὶ καθαρμοὺς καὶ ἱδρύσεις καὶ πάντα τὰ τοιαῦτα, πρὸς δὲ τούτοις καὶ ἁγιστείας τε καὶ εὐσεβείας δεῖσθαι καὶ ἐμπειρίας τῆς τῶν θεῶν θεραπείας, καὶ ⟨τοῦ⟩ ἐντὸς εἶναι τῆς φύσεως τῆς θείας. Μηδ’ ἓν ⟨δέ τ⟩ι τούτων ὑπάρχειν τῷ φαύλῳ, διὸ καὶ πάντας εἶναι τοὺς ἄφρονας ἀσεβεῖς. Τὴν γὰρ ἀσέβειαν κακίαν οὖσαν, ἄγνοιαν εἶναι θεῶν θεραπείας, τὴν δ’ εὐσέβειαν, ὡς εἴπομεν, ἐπιστήμην θεῶν θεραπείας.
Ὁσιότης καὶ ἑορτή
II.7.5b12.3 · Wachsmuth pp. 68
Ὁμοίως δὲ μηδ’ ὁσίους εἶναί φασι τοὺς φαύλους. Τὴν γὰρ ὁσιότητα ὑπογράφεσθαι δικαιοσύνην πρὸς θεούς· τοὺς δὲ φαύλους παρεκβαίνειν πολλὰ τῶν πρὸς θεοὺς δικαίων, παρ’ ὃ καὶ ἀνοσίους εἶναι καὶ ἀκαθάρους καὶ ἀνάγνους καὶ μιαροὺς καὶ ἀνεορτάστους.
Τὸ γὰρ ἑορτάζειν ἀστείου φασὶν εἶναι, τῆς ἑορτῆς οὔσης χρόνου τινὸς ἐν ᾧ χρὴ περὶ τὸ θεῖον γίγνεσθαι τιμῆς χάριν καὶ καθηκούσης ἐπισημασίας, ὅθεν καὶ τὸν ἑορτάζοντα συγκαθεικέναι δεῖ μετ’ εὐσεβείας εἰς τὴν τοιαύτην τάξιν.
Ἄγνοια καὶ μανία
II.7.5b13 · Wachsmuth pp. 68
Ἔτι δὲ λέγουσι πάντα φαῦλον μαίνεσθαι, ἄγνοιαν ἔχοντα αὑτοῦ καὶ τῶν καθ’ αὑτόν, ὅπερ ἐστὶ μανία. Τὴν δ’ ἄγνοιαν εἶναι ἐναντίαν κακίαν τῇ φρονήσει· ταύτην δὲ πρός τί πως ἔχουσαν ἀκαταστάτους καὶ πτοιώδεις παρεχομένην τὰς ὁρμὰς μανίαν εἶναι· διὸ καὶ ὑπογράφουσι τὴν μανίαν οὕτως· ἄγνοιαν πτοιώδη.
Ἀγαθὰ ἀεὶ καὶ μὴ ἀεὶ ὑπάρχοντα
II.7.5c.1 · Wachsmuth pp. 68-69
Ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν πᾶσι τοῖς φρονίμοις ὑπάρχειν καὶ αἰεί, τὰ δὲ οὔ. Ἀρετὴν μὲν πᾶσαν καὶ φρονίμην αἴσθησιν καὶ φρονίμην ὁρμὴν καὶ τὰ ὅμοια πᾶσι τοῖς φρονίμοις ὑπάρχειν καὶ ἐν παντὶ καιρῷ· χαρὰν δὲ καὶ εὐφροσύνην καὶ φρονίμην περιπάτησιν οὔτε πᾶσι τοῖς φρονίμοις ὑπάρχειν οὔτε αἰεί.
Κακὰ ἀεὶ καὶ μὴ ἀεὶ ὑπάρχοντα
II.7.5c.2 · Wachsmuth pp. 69
Ἀνάλογον δὲ καὶ τῶν κακῶν τὰ μὲν πᾶσι τοῖς ἄφροσιν ὑπάρχειν καὶ αἰεί, τὰ δ’ οὔ. Κακίαν μὲν οὖν πᾶσαν καὶ ἄφρονα αἴσθησιν καὶ ἄφρονα ὁρμὴν καὶ τὰ παραπλήσια πᾶσι τοῖς ἄφροσιν ὑπάρχειν ⟨καὶ⟩ αἰεί· λύπην δὲ καὶ φόβον καὶ ἄφρονα ἀπόκρισιν οὔτε πᾶσι τοῖς ἄφροσιν ὑπάρχειν οὔτ’ ἐν παντὶ καιρῷ.
Τὰ τῶν ἀγαθῶν καὶ κακῶν κατηγορήματα
II.7.5d.1 · Wachsmuth pp. 69
Πάντα δὲ τἀγαθὰ ὠφέλιμα εἶναι καὶ εὔχρηστα καὶ συμφέροντα καὶ λυσιτελῆ καὶ σπουδαῖα καὶ πρέποντα καὶ καλὰ καὶ οἰκεῖα· τὰ δὲ κακὰ ἐκ τῶν ἐναντίων πάντα βλαβερὰ καὶ δύσχρηστα καὶ ἀσύμφορα καὶ ἀλυσιτελῆ καὶ φαῦλα καὶ ἀπρεπῆ καὶ αἰσχρὰ καὶ ἀνοίκεια.
Τὸ ἀγαθὸν καὶ τὸ κακὸν πλεοναχῶς λεγόμενα
II.7.5d.2 · Wachsmuth pp. 69-70
Τὸ δ’ ἀγαθὸν λέγεσθαί φασι πλεοναχῶς, τὸ μὲν πρῶτον, οἷον πηγῆς ἔχον χώραν, ὅπερ οὕτως ἀποδίδοσθαι· ἀφ’ οὗ συμβαίνει ὠφελεῖσθαι ἢ ὑφ’ οὗ (τὸ δὲ πρώτως εἶναι αἴτιον)· τὸ ⟨δὲ⟩ δεύτερον, καθ’ ὃ συμβαίνει ὠφελεῖσθαι· κοινότερον δὲ καὶ διατεῖνον καὶ ἐπὶ τὰ προειρημένα, τὸ οἷον ὠφελεῖν. Ὁμοίως δὲ καὶ τὸ κακὸν κατὰ τὴν τοῦ ἀγαθοῦ ἀναλογίαν ὑπογράφεσθαι. Τὸ μὲν οὖν ἀφ’ οὗ συμβαίνει βλάπτεσθαι ἢ ὑφ’ οὗ· τὸ δὲ καθ’ ὃ συμβαίνει βλάπτεσθαι· κοινότερον δὲ τούτων τὸ οἷον βλάπτειν.
Ἀγαθὰ περὶ ψυχὴν καὶ ἐκτός
II.7.5e.1 · Wachsmuth pp. 70
Τῶν δ’ ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δ’ ἐκτός, τὰ δ’ οὔτε περὶ ψυχὴν οὔτ’ ἐκτός. Περὶ ψυχὴν μὲν τὰς ἀρετὰς καὶ ⟨τὰς⟩ σπουδαίας ἕξεις καὶ καθόλου τὰς ἐπαινετὰς ἐνεργείας· ἐκτὸς δὲ τούς τε φίλους καὶ τοὺς γνωρίμους καὶ τὰ παραπλήσια· οὔτε δὲ περὶ ψυχὴν οὔτ’ ἐκτός, τοὺς σπουδαίους καὶ καθόλου ⟨τοὺς⟩ τὰς ἀρετὰς ἔχοντας.
Κακὰ περὶ ψυχὴν καὶ ἐκτός
II.7.5e.2 · Wachsmuth pp. 70
Ὁμοίως δὲ καὶ τῶν κακῶν τὰ μὲν περὶ ψυχήν, τὰ δ’ ἐκτός, τὰ δ’ οὔτε περὶ ψυχὴν οὔτ’ ἐκτός· περὶ ψυχὴν μὲν τὰς τε κακίας σὺν ταῖς μοχθηραῖς ἕξεσι καὶ καθόλου τὰς ψεκτὰς ἐνεργείας· ἐκτὸς δὲ τοὺς ἐχθροὺς σὺν ταῖς εἴδεσιν· οὔτε ⟨δὲ⟩ περὶ ψυχὴν οὔτ’ ἐκτὸς τοὺς φαύλους καὶ πάντας τοὺς τὰς κακίας ἔχοντας.
Διαθέσεις καὶ ἕξεις τῶν ἀγαθῶν
II.7.5f.1 · Wachsmuth pp. 70-71
Τῶν δὲ περὶ ψυχὴν ἀγαθῶν τὰ μὲν εἶναι διαθέσεις, τὰ δὲ ἕξεις μὲν διαθέσεις δ’ οὔ, τὰ δ’ οὔτε ἕξεις οὔτε διαθέσεις. Διαθέσεις μὲν τὰς ἀρετὰς πάσας, ἕξεις δὲ μόνον καὶ οὐ διαθέσεις τὰ ἐπιτηδεύματα, ὡς τὴν μαντικὴν καὶ τὰ παραπλήσια· οὔτε δὲ ἕξεις οὔτε διαθέσεις τὰς κατ’ ἀρετὰς ἐνεργείας, οἷον φρονίμευμα καὶ τὴν τῆς σωφροσύνης κτῆσιν καὶ τὰ παραπλήσια.
Διαθέσεις καὶ ἕξεις τῶν κακῶν
II.7.5f.2 · Wachsmuth pp. 71
Ὁμοίως δὲ καὶ τῶν περὶ ψυχὴν κακῶν τὰ μὲν εἶναι διαθέσεις, τὰ δ’ ἕξεις μὲν διαθέσεις δ’ οὔ, τὰ δὲ οὔτε ἕξεις οὔτε διαθέσεις. Διαθέσεις μὲν τὰς κακίας πάσας, ἕξεις δὲ μόνον τὰς εὐκαταφορίας, οἷον τὴν φθονερίαν, τὴν ἐπιλυπίαν καὶ τὰ ὅμοια καὶ ἔτι τὰ νοσήματα καὶ ἀρρωστήματα, οἷον φιλαργυρίαν, οἰνοφλυγίαν καὶ τὰ παραπλήσια. Οὔτε ⟨δ’⟩ ἕξεις οὔτε διαθέσεις τὰς κατὰ κακίας ἐνεργείας, οἷον ἀφρόνευσιν, ἀδίκευσιν καὶ τὰ ταύταις παραπλήσια.
Ἀγαθὰ τελικὰ καὶ ποιητικά
II.7.5g.1 · Wachsmuth pp. 71-72
Τῶν τε ἀγαθῶν τὰ μὲν εἶναι τελικά, τὰ δὲ ποιητικά, τὰ δὲ ἀμφοτέρως ἔχοντα. Ὁ μὲν οὖν φρόνιμος ἄνθρωπος καὶ ὁ φίλος ποιητικὰ μόνον ἐστὶν ἀγαθά· χαρὰ δὲ καὶ εὐφροσύνη καὶ θάρσος καὶ φρονίμη περιπάτησις τελικὰ μόνον ἐστὶν ἀγαθά· αἱ δ’ ἀρεταὶ πᾶσαι καὶ ποιητικά ἐστιν ἀγαθὰ καὶ τελικά, καὶ γὰρ ἀπογεννῶσι τὴν εὐδαιμονίαν καὶ συμπληροῦσι, μέρη αὐτῆς γινόμεναι.
Κακὰ τελικὰ καὶ ποιητικά
II.7.5g.2 · Wachsmuth pp. 72
Ἀνάλογον δὲ καὶ τῶν κακῶν τὰ μέν ἐστι ποιητικὰ τῆς κακοδαιμονίας, τὰ δὲ τελικά, τὰ δὲ ἀμφοτέρως ἔχοντα. Ὁ μὲν οὖν ἄφρων ἄνθρωπος καὶ ὁ ἐχθρὸς ποιητικὰ μόνον ἐστὶ κακά· λύπη δὲ καὶ φόβος καὶ κλοπὴ καὶ ἄφρων ἐρώτησις καὶ τὰ ὅμοια τελικὰ ⟨μόνον ἐστὶ κακά⟩· αἱ δὲ κακίαι καὶ ποιητικὰ καὶ τελικά ἐστι κακά· ἀπογεννῶσι γὰρ τὴν κακοδαιμονίαν καὶ συμπληροῦσι, μέρη αὐτῆς γινόμεναι.
Τὰ δι’ αὑτὰ αἱρετὰ καὶ τὰ ποιητικά
II.7.5h · Wachsmuth pp. 72
Ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν εἶναι δι’ αὑτὰ αἱρετά, τὰ δὲ ποιητικά. Ὁπόσα μὲν οὖν οὐδενὸς ἄλλου ἕνεκεν εἰς εὔλογον αἵρεσιν ἔρχεται, δι’ αὑτὰ αἱρετά· ὁπόσα δὲ τῷ ἑτέρων τινῶν παρασκευαστικὰ γίνεσθαι, κατὰ τὸ ποιητικὸν λέγεσθαι.
Αἱρετὸν καὶ ἀρεστόν
II.7.5i · Wachsmuth pp. 72
Καὶ πᾶν μὲν ἀγαθὸν αἱρετὸν εἶναι· ἀρεστὸν γὰρ καὶ δοκιμαστὸν καὶ ἐπαινετὸν ὑπάρχειν· πᾶν δὲ κακὸν φευκτόν. Τὸ γὰρ ἀγαθὸν καθ’ ὃ μὲν αἵρεσιν εὔλογον κινεῖ, αἱρετόν ἐστι· καθ’ ὃ δὲ ἀνυπόπτως εἰς αἵρεσιν ἔρχεται, ἀρεστόν· ⟨καθ’ ὃ δὲ . . . , δοκιμαστόν⟩· καθ’ ὃ δὲ πάλιν εὐλόγως ἄν τις περὶ αὐτοῦ καθυπολαμβάνοι τῶν ἀπ’ ἀρετῆς εἶναι, ⟨ἐπαινετόν⟩.
Ἀγαθὰ ἐν κινήσει καὶ ἐν σχέσει
II.7.5k.1 · Wachsmuth pp. 73
Ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν εἶναι ἐν κινήσει, τὰ δὲ ἐν σχέσει. Ἐν κινήσει μὲν τὰ τοιαῦτα, χαράν, εὐφροσύνην, σώφρονα ὁμιλίαν· ἐν σχέσει δὲ τὰ τοιαῦτα, εὔτακτον ἡσυχίαν, μονὴν ἀτάραχον, προσοχὴν ἔπανδρον. Τῶν δὲ ἐν σχέσει τὰς μὲν καὶ ἐν ἕξει εἶναι, οἷον τὰς ἀρετάς· τὰς δ’ ἐν σχέσει μόνον, ὡς τὰ ῥηθέντα. Ἐν ἕξει δὲ οὐ μόνας εἶναι τὰς ἀρετάς, ἀλλὰ καὶ τὰς τέχνας τὰς ἐν τῷ σπουδαίῳ ἀνδρὶ ἀλλοιωθείσας ὑπὸ τῆς ἀρετῆς καὶ γενομένας ἀμεταπτώτους, οἱονεὶ γὰρ ἀρετὰς γίνεσθαι.
Τὰ ἐπιτηδεύματα καὶ τὸ τοῦ βίου τέλος
II.7.5k.2 · Wachsmuth pp. 73
Φασὶ δὲ καὶ τῶν ἐν ἕξει ἀγαθῶν εἶναι καὶ τὰ ἐπιτηδεύματα καλούμενα, οἷον φιλομουσίαν, φιλογραμματίαν, φιλογεωμετρίαν καὶ τὰ παραπλήσια. Εἶναι γὰρ ὁδόν τινα ἐκλεκτικὴν τῶν ἐν ταύταις ταῖς τέχναις οἰκείων πρὸς ἀρετήν, ἀναφέρουσαν αὐτὰ ἐπὶ τὸ τοῦ βίου τέλος.
Ἀγαθὰ καθ’ ἑαυτὰ καὶ πρός τι
II.7.5l.1 · Wachsmuth pp. 73
Ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν εἶναι καθ’ ἑαυτά, τὰ δὲ πρός τί πως ἔχειν. Καθ’ ἑαυτὰ μὲν ἐπιστήμην, δικαιοπραγίαν καὶ τὰ ὅμοια· πρός τι δὲ τιμήν, εὔνοιαν, φιλίαν, ⟨συμφωνίαν⟩.
Ἐπιστήμη καὶ κατάληψις
II.7.5l.2 · Wachsmuth pp. 73-74
Εἶναι δὲ τὴν ἐπιστήμην κατάληψιν ἀσφαλῆ καὶ ἀμετάπτωτον ὑπὸ λόγου· ἑτέρως δὲ ἐπιστήμην σύστημα ἐκ καταλήψεων τοιούτων, οἷον ἡ τῶν κατὰ μέρος, λογικὴ ἐν τῷ σπουδαίῳ ὑπάρχουσα· ἄλλως δὲ σύστημα ἐξ ἐπιστημῶν τεχνικῶν ἐξ αὑτοῦ ἔχον τὸ βέβαιον, ὡς ἔχουσιν αἱ ἀρεταί· ἄλλως δὲ ἕξιν φαντασιῶν δεκτικὴν ἀμετάπτωτον ὑπὸ λόγου, ἥν τινά φασιν ἐν τόνῳ καὶ δυνάμει κεῖσθαι.
Φιλία καὶ συμφωνία
II.7.5l.3 · Wachsmuth pp. 74
Φιλίαν δ’ εἶναι κοινωνίαν βίου· συμφωνίαν δὲ ὁμοδογματίαν περὶ τῶν κατὰ τὸν βίον. Τῆς δὲ φιλίας εἶναι γνωριμότητα μὲν φιλίαν ἐγνωσμένων· συνήθειαν δὲ φιλίαν συνειθισμένων· ἑταιρείαν δὲ φιλίαν καθ’ αἵρεσιν, ὡς ἂν ὁμηλίκων· ξενίαν δὲ φιλίαν ἀλλοδαπῶν. Εἶναι δὲ καὶ συγγενικήν τινα φιλίαν ἐκ συγγενῶν· καὶ ἐρωτικὴν ἐξ ἔρωτος.
Ἀρετῶν ὀνόματα πρός τι
II.7.5l.4 · Wachsmuth pp. 74
Ἀλυπίαν δὲ καὶ εὐταξίαν τὰς αὐτὰς εἶναι τῇ σωφροσύνῃ, νοῦν δὲ καὶ φρένας φρονήσει, μεταδοτικὴν δὲ καὶ ἐπιδοτικὴν χρηστότητι· τῷ μέντοι γε πρός τί πως ἔχειν ὠνομάσθησαν· ὅπερ καθήκει καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν παρατηρεῖν.