Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Κεφάλαιον Ϛʹ
I.6.heading · Wachsmuth pp. 83
Περὶ τύχης ἢ ταὐτομάτου.
1a Μενάνδρου Ὑποβολιμαίῳ
I.6.1a · Wachsmuth pp. 83-84
Παύσασθε νοῦν λέγοντες, οὐδὲν γὰρ πλέον ἀνθρώπινος νοῦς ἐστιν· ἀλλὰ τὸ τῆς τύχης (εἴτ’ ἔστι τοῦτο πνεῦμα θεῖον, εἴτε νοῦς) τοῦτ’ ἐστι τὸ κυβερνῶν ⟨ἅπαντα⟩ καὶ στρέφον καὶ σῷζον· ἡ πρόνοια δ’ ἡ θνητὴ καπνὸς καὶ φλήναφος. πείσθητε, κοὐ μέμψεσθέ με· πάνθ’ ὅσα ποιοῦμεν ἢ λέγομεν ἢ πράττομεν, τύχη ’στίν, ἡμεῖς δ’ ἐσμὲν ἐπιγεγραμμένοι.
1b ⟨Ἀδήλου κωμικοῦ ποιητοῦ⟩
I.6.1b · Wachsmuth pp. 84
Τύχη κυβερνᾷ πάντα, ταύτην καὶ φρένας δεῖ καὶ πρόνοιαν καὶ θεὸν καλεῖν μόνην, εἰ μή τις ἄλλως ὀνόμασιν χαίρει κενοῖς.
2 ⟨Ἀδήλου κωμικοῦ ποιητοῦ⟩
I.6.2 · Wachsmuth pp. 84
Ἅπανθ’ ὁρῶ ἅμα τῇ τύχῃ ῥέοντα μεταπίπτοντά τε.
3 ⟨Ἀρχιλόχου⟩
I.6.3 · Wachsmuth pp. 84
Πάντα τύχη καὶ μοῖρα, Περίκλεες, ἀνδρὶ δίδωσιν.
4 ⟨Ἀδήλου κωμικοῦ ποιητοῦ⟩
I.6.4 · Wachsmuth pp. 84
Ἀλλ’ ἔστιν εὔστοχόν τι βουλευτήριον ταὐτόματον.
5 ⟨Ἀδήλου κωμικοῦ ποιητοῦ⟩
I.6.5 · Wachsmuth pp. 84
Ἐπηρεαστικόν γέ τι ταὐτόματόν ἐστι τῷ βίῳ.
6 ⟨Ἀδήλου τραγικοῦ ποιητοῦ⟩
I.6.6 · Wachsmuth pp. 85
Ἡ τὰ θνητῶν καὶ τὰ θεῖα πάντ’ ἐπισκοποῦσ’ ⟨ἀεὶ⟩ καὶ νέμουσ’ ἡμῶν ἑκάστῳ τὴν κατ’ ἀξίαν τύχη [μερίδα].
7 Χαιρήμονος ἐξ Ἀχιλλέως Θερσιτοκτόνου
I.6.7 · Wachsmuth pp. 85
Τύχη τὰ θνητῶν πράγματ’, οὐκ εὐβουλία.
8 Φιλήμονος
I.6.8 · Wachsmuth pp. 85
Ἄλλος κατ’ ἄλλην δαιμονίζεται τύχην.
9 Μενάνδρου Κνιδίᾳ
I.6.9 · Wachsmuth pp. 85
Ταὐτόματόν ἐστιν ὡς ἔοικέ που θεός, σῴζει τε πολλὰ τῶν ἀοράτων πραγμάτων.
10 Μενάνδρου Ὑποβολιμαίῳ
I.6.10 · Wachsmuth pp. 85
Οὐ παντὸς ἀγαθοῦ τὴν πρόνοιαν αἰτίαν κρίνων ἂν ὀρθῶς ὑπολαβεῖν τίς μοι δοκεῖ, ἀλλ’ ἔστι καὶ ταὐτόματον ἔνθα χρήσιμον.
11 Φιλήμονος Ἀποκαρτεροῦντι
I.6.11 · Wachsmuth pp. 85
Νῦν δ’ οἶδ’ ἀκριβῶς τὴν τύχην, ὡς οὐ μία, οὐδ’ ἔστι πρῴην, ἀλλὰ μετὰ τῶν σωμάτων ἡμῶν, ὅταν γινώμεθ’, εὐθὺς χἠ τύχη προσγίνεθ’ ἡμῖν συγγενὴς τῷ σώματι· κοὐκ ἔστιν ἕτερον παρ’ ἑτέρου λαβεῖν τύχην.
12 ⟨Εὐριπίδου⟩
I.6.12 · Wachsmuth pp. 86
Τὸν εὐτυχοῦντα καὶ φρονεῖν νομίζομεν.
13 ⟨Ἀδήλου λυρικοῦ ποιητοῦ⟩
I.6.13 · Wachsmuth pp. 86
Τύχα μερόπων ἀρχὰ καὶ τέρμα, τὺ καὶ σοφίας θακεῖς ἕδρας καὶ τιμὰν βροτέοις ἐπέθηκας ἔργοις· καὶ τὸ καλὸν πλέον ἢ κακὸν ἐκ σέθεν, ἅ τε χάρις λάμπει περὶ σὰν πτέρυγα χρυσέαν· καὶ τὸ τεᾷ πλάστιγγι δοθὲν μακαριστότατον τελέθει. τὺ δ’ ἀμαχανίας πόρον εἶδες ἐν ἄλγεσιν, καὶ λαμπρὸν φάος ἄγαγες ἐν σκότῳ, προφερεστάτα θεῶν.
14a Μενάνδρου Κεκρυφάλῳ
I.6.14a · Wachsmuth pp. 86
Ταὐτόματον ἡμῖν ἀφανὲς ὂν συλλαμβάνει.
14b ⟨Τοῦ αὐτοῦ Τιτθῇ⟩
I.6.14b · Wachsmuth pp. 86
Αὐτόματα γὰρ τὰ πράγματ’ ἐπὶ τὸ συμφέρον ῥεῖ κἂν καθεύδῃς, ἢ πάλιν τοὐναντίον.
15 Χαιρήμονος
I.6.15 · Wachsmuth pp. 87
Ἅπαντα νικᾷ καὶ μεταστρέφει τύχη, οὐδεὶς δὲ νικᾷ μὴ θελούσης τῆς τύχης.
16 Αἰσχύλου
I.6.16 · Wachsmuth pp. 87
Πάντων τύραννος ἡ τύχη ’στὶ τῶν θεῶν, τὰ δ’ ἄλλα ὀνόματα ταῦτα πρόσκειται μάτην, μόνη διοικεῖν γοῦν ἅπαντα βούλεται.
17a ⟨Ἀετίου, Περὶ ἀρεσκόντων⟩
I.6.17a.1 · Wachsmuth pp. 87
Ἀριστοτέλης διαφέρειν τῆς τύχης τὸ αὐτόματον· τὸ μὲν γὰρ ἀπὸ τύχης καὶ τοῦ αὐτομάτου εἶναι ἐν τοῖς πρακτέοις πάντως· τὸ δ’ αὐτόματον οὐκ ἀπὸ τύχης, ἐν γὰρ τοῖς ἔξω πράξεως· καὶ τὴν μὲν τύχην τῶν λογικῶν, τὸ δ’ αὐτόματον καὶ τῶν λογικῶν καὶ τῶν ἀλόγων καὶ ἀψύχων· καὶ τὴν μὲν τύχην προαιρέσεως συμβαίνειν, τὸ δ’ αὐτόματον ἀπροαιρέτως· καὶ τὴν μὲν τινος ὑπάρχοντος γίγνεσθαι, τὸ δὲ ἀλόγως, μηδενὸς ἔξω βουληθέντος.
17a ⟨Ἀετίου⟩· συνέχεια
I.6.17a.2 · Wachsmuth pp. 87
Πλάτων τὴν τύχην ἀπεφαίνετο αἰτίαν ἐν ἀπροαιρέτοις κατὰ συμβεβηκὸς καὶ παρακολούθημα καὶ σύμπτωμα, καὶ προαιρέσεως κατὰ τὴν πρὸς τὸ τέλος πρόθεσιν ἐναλλακτικὴν σχέσιν.
17a ⟨Ἀετίου⟩· συνέχεια
I.6.17a.3 · Wachsmuth pp. 87-88
Ἀριστοτέλης, αἰτίαν κατὰ συμβεβηκός, ἐν τοῖς καθ’ ὁρμὴν ἕνεκά τινος γινομένοις ἄστατον καὶ ἄδηλον. Καὶ ὑποθέσεις μὲν δύο ταῖς ἀρχαῖς ἐνυπάρχειν, τάξιν τε καὶ ἀταξίαν, αἰτίας δὲ τέτταρας ἐν τοῖς ὅλοις, καθ’ ἃς ἅπαντα συνίσταται, νοῦν, φύσιν, ἀνάγκην, τύχην· καὶ τούτων διπλῆν ἑκάστην, τὴν μὲν ἐν τοῖς ἀνθρωπίνοις πράγμασι, τὴν δ’ ἐν ἄλλοις· τελεῖσθαι δὲ τὰ μὲν πάντως, τὰ δὲ κατὰ τὸ πλεῖστον, τὰ δ’ ἄλλοτε ἄλλως. Τὴν δ’ εἱμαρμένην οὐκ αἰτίαν μέν, τρόπον δέ τινα αἰτίας, συμβεβηκότα πως τοῖς τῆς ἀνάγκης τεταγμένοις.
17b Πλάτωνος Νόμων δʹ
I.6.17b.1 · Wachsmuth pp. 88
Ὡς οὐδεὶς ποτε ἀνθρώπων οὐδὲν νομοθετεῖ, τύχαι δὲ καὶ ξυμφοραὶ παντοῖαι πίπτουσαι παντοίως νομοθετοῦσιν ἅπαντα ἡμῖν. ἢ γὰρ πόλεμός τις βιασάμενος ἀνέτρεψε πολιτείας καὶ μετέβαλε νόμους, ἢ πενίας χαλεπῆς ἀπορία· πολλὰ δὲ καὶ νόσοι ἀναγκάζουσι καινοτομεῖν, λοιμῶν τε ἐμπιπτόντων καὶ χρόνον ἐπὶ πολὺν ἐνιαυτῶν πολλῶν πολλάκις ἀκαιρίᾳ. Ταῦτα δὴ πάντα προϊδών τις ἄρξειεν ἂν εἰπεῖν ὅπερ ἐγὼ νῦν δή, θνητὸν μὲν μηδένα νομοθετεῖν μηδέν, τύχας δ’ εἶναι σχεδὸν ἅπαντα τἀνθρώπινα πράγματα· τὸ δ’ ἔστι περὶ ναυτιλίαν καὶ κυβερνητικὴν καὶ ἰατρικὴν καὶ στρατηγικὴν πάντα ταῦτ’ εἰπόντα δοκεῖν εὖ λέγειν· ἀλλὰ γὰρ ὅμως αὖ καὶ τόδε ἔστιν εὖ λέγοντα λέγειν ἐν τοῖς αὐτοῖς τούτοις.
17b Πλάτωνος· συνέχεια
I.6.17b.2 · Wachsmuth pp. 88
Τὸ ποῖον; Ὡς θεὸς μὲν πάντα καὶ μετὰ θεοῦ τύχη καὶ καιρὸς τἀνθρώπινα διακυβερνᾷ ξύμπαντα. Ἡμερώτερον μὲν τρίτον ξυγχωρῆσαι τούτοις δεῖν ἕπεσθαι τέχνην· καιρῷ γὰρ χειμῶνος συλλαβέσθαι κυβερνητικὴν ἢ μή, μέγα πλεονέκτημα ἔγωγ’ ἂν θείην. ἢ πῶς; Οὕτως. Οὐκοῦν καὶ τοῖς ἄλλοις ὡσαύτως κατὰ τὸν αὐτὸν ἂν ἔχοι λόγον;
17c ⟨Ἀετίου, Περὶ ἀρεσκόντων⟩
I.6.17c · Wachsmuth pp. 89
Θεόφραστος προσδιαρθροῖ ταῖς αἰτίαις τὴν κατὰ προαίρεσιν· φέρεται δέ πως εἰς τὸ εἱμαρμένην εἶναι τὴν ἑκάστου φύσιν· ἐν ᾗ τόπον τεττάρων αἰτιῶν ποικίλων, προαιρέσεως ⟨φύσεως⟩ τύχης καὶ ἀνάγκης. Ἐπίκουρος κατ’ ἀνάγκην, κατὰ προαίρεσιν, κατὰ τύχην.
18 Ἐκ τῶν Ἀριστοξένου Πυθαγορικῶν ἀποφάσεων
I.6.18.1 · Wachsmuth pp. 89
Περὶ δὲ τύχης τάδ’ ἔφασκον· εἶναι μέν τι καὶ δαιμόνιον μέρος αὐτῆς, γενέσθαι γὰρ ἐπίπνοιάν τινα παρὰ τοῦ δαιμονίου τῶν ἀνθρώπων ἐνίοις ἐπὶ τὸ βέλτιον ἢ ἐπὶ τὸ χεῖρον, καὶ εἶναι φανερῶς κατ’ αὐτὸ τοῦτο τοὺς μὲν εὐτυχεῖς, τοὺς δὲ ἀτυχεῖς. καταφανέστατον δὲ εἶναι τοῦτο ⟨τῷ⟩ τοὺς μὲν ἀπροβούλως καὶ εἰκῇ τι πράττοντας πολλάκις κατατυγχάνειν, τοὺς δὲ προβουλευομένους καὶ προνοουμένους ὀρθῶς τι πράττειν ἀποτυγχάνειν.
18 Ἀριστοξένου· συνέχεια
I.6.18.2 · Wachsmuth pp. 89
Εἶναι δὲ καὶ ἕτερον τύχης εἶδος, καθ’ ὃ οἱ μὲν εὐφυεῖς καὶ εὔστοχοι, οἱ δὲ ἀφυεῖς τε καὶ ἐναντίαν ἔχοντες φύσιν βλάστοιεν, ὧν οἱ μὲν εὐθυβολοῖεν ἐφ’ ὅ τι ἂν ἐπιβάλωνται, οἱ δὲ ἀποπίπτοιεν τοῦ σκοποῦ, μηδέποτε τῆς διανοίας αὐτῶν εὐστόχως φερομένης, ἀλλὰ ἀεὶ ταρασσομένης· ταύτην δὲ τὴν ἀτυχίαν σύμφυτον εἶναι καὶ οὐκ ἐπείσακτον.
19 Εὐρύσω περὶ τύχας
I.6.19.1 · Wachsmuth pp. 89-90
Δοκεῖ δέ μοι τύχα καὶ τὸ ἀπὸ τᾶς τύχας γινόμενον πᾶν οὐχ ὡς ὑπό τινος αἰτίας ἀφωρισμένας καὶ ὡς ὑποκειμένας γίνεσθαι, ἀλλ’ ὡς ἐπισυμβαῖνον καὶ ἐπισυνιστάμενον ἁτέραις τισὶν αἰτίαις. Ἁ τύχα ὦν καὶ τὸ ἀπὸ τύχας γινόμενον οὔθ’ ὡς φύσις ἐντὶ ὑπὸ φύσιός τε γινόμενον, οὔθ’ ὡς τέχνα καὶ φρόνασίς τις ἀνθρωπίνα καὶ θεία, ἀλλὰ ἐπισυμβαῖνον παραλόγως τε καὶ ἀπροαισθήτως τούτοις.
19 Εὐρύσω· συνέχεια
I.6.19.2 · Wachsmuth pp. 90
Ἐπεὶ γὰρ δύο φύσιες ἐν τῷ ὅλῳ τῷδε καὶ τῷ παντὶ ἐνυπάρχοντι ἐναντίαι ἀλλάλαις καὶ ταυτᾶν ἁ μὲν ἐντὶ ῥητὰ καὶ τεταγμένα καὶ λόγον ἔχουσα ποτὶ πάντα, ἁ δ’ ἄρρητος καὶ ἄτακτος καὶ ἄλογος καὶ οὐδεμίαν σύνταξιν ἔχουσα, αὐταυτόθεν φανερόν, ὅτι τὸ μὲν ἀπὸ τύχας καὶ τῶ αὐτομάτω γινόμενον γίνεται ἐμπεσούσας τᾶς ἀλόγω καὶ ἀτάκτω φύσιος ἐς τὰ πράγματα, πάντα δὲ τὰ σύστοιχα ταῖς καθόλου φύσεσιν ἀεὶ κατὰ τὸ βέλτιον καὶ τὸ χεῖρον ἀντιδιαιρέονται [τὰ] πράγματα, τὰ μὲν ὡς ἀγαθοποιοῦ τινος φύσιος καὶ βασιλικᾶς ἐπικρατευούσας, τὰ δ’ ὡς κακοποιοῦ καὶ τυραννικᾶς.