22 Ἐκ τῆς Ἀριστοτέλους πρὸς Ἀλέξανδρον ἐπιστολῆς (βʹ)
I.5.22b · Wachsmuth pp. 83
Τά τε περὶ τὰς μοίρας καὶ τὸν ἄτρακτον εἰς ταὐτά πως νεύει· τρεῖς μὲν αἱ μοῖραι κατὰ τοὺς χρόνους μεμερισμέναι· νῆμα δὲ ἀτράκτου τὸ μὲν ἐξειργασμένον ἤδη, τὸ δὲ μέλλον, τὸ δὲ περιστρεφόμενον. τέτακται δὲ κατὰ μὲν τὸ γεγονὸς μία τῶν μοιρῶν, Ἄτροπος, ἐπεὶ τὰ παρελθόντα πάντα ἄτρεπτά ἐστι· κατὰ δὲ τὸ μέλλον Λάχεσις, εἰς πάντα γὰρ ἡ κατὰ φύσιν μένει λῆξις· κατὰ δὲ τὸ ἐνεστὼς Κλωθώ, συμπεραίνουσα καὶ κλώθουσα ἑκάστῳ τὰ οἰκεῖα, ὅπερ αἰνίττεται καὶ ὁ μῦθος. Πάντα δὲ ταῦτά ἐστιν οὐκ ἄλλο τι πλὴν ὁ θεός, καθάπερ καὶ ὁ γενναῖος Πλάτων· “Ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἔχων, εὐθείᾳ περαίνει, κατὰ φύσιν περιπορευόμενος.”