Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 5

Κεφάλαιον Εʹ

Περὶ εἱμαρμένης καὶ τῆς τῶν γινομένων εὐταξίας.

1 Ὁμήρου Ἰλιάδος

Μοῖραν δ’ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ κακόν, οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.

2 Εὐριπίδου Ἀνδρομέδας

… τὸ δαιμόνιον οὐχ ὁρᾷς ὅπῃ μοίρας διεξέρχεται; στρέφει δ’ ἄλλοτ’ ἄλλως εἰς ἁμέραν.

3 Βακχυλίδου

Θνατοῖσι δ’ οὐκ αὐθαίρετοι οὔτ’ ὄλβος, οὔτ’ ἄκαμπτος ἄρης, οὔτε πάμφθερσις στάσις· ἀλλ’ ἐπιχρίμπτει νέφος ἄλλοτ’ ἐπ’ ἄλλαν γαῖαν ἁ πάνδωρος αἶσα.

4 Μενάνδρου

Ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται εὐθὺς γενομένῳ μυσταγωγὸς τοῦ βίου.

5 Ἡσιόδου Θεογονίας

Καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους, Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι γινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε.

6 Εὐριπίδου Ἡρακλειδῶν

Οὔτινά φημι θεῶν ἄτερ ὄλβιον, οὐ βαρύποτμον ἄνδρα γενέσθαι. … μόρσιμα δ’ οὔτι φυγεῖν θέμις· οὐ σοφίᾳ τις ἀπώσεται· ἀλλὰ μάταν ὁ πρόθυμος ἀεὶ πόνον ἕξει.

7 Ἐκ τῶν Βίωνος Βουκολικῶν· εἰς Ὑάκινθον

Ἀμφασία τόκα Φοῖβον ἕλεν τὸ σὸν ἄλγος ὁρῶντα, δίζετο φάρμακα πάντα, σοφὰν δ’ ἐπεμαίετο τέχναν, χρῖεν δ’ ἀμβροσίᾳ καὶ νέκταρι, χρῖεν ἐπάσας ὠτειλάν· μοιραῖα δ’ ἀναλθέα τρώματα πάντα.

8 ⟨Ἀδήλου τραγικοῦ ποιητοῦ⟩

Μόνη γὰρ ἐν θεοῖσιν οὐ δεσπόζεται Μοῖρ’ οὐδ’ ἐν ἀνθρώποισιν, ἀλλ’ αὐτὴ κρατεῖ.

9 ⟨Ἀδήλου τραγικοῦ ποιητοῦ⟩

Ὦ Μοῖρα κεδνῶν καὶ κακῶν κυνηγέτι.

10 Εὐριπίδου Πηλεῖ

Κλύετ’ ὦ Μοῖραι, Διὸς αἵτε παρὰ θρόνον ἀγχοτάτω θεῶν ἑζόμεναι.

11 Σοφοκλέους ἐκ Φαίδρας

Περιώσι’ ἄφυκτά τε μήδεα παντοδαπᾶν βουλᾶν ἀδαμαντίναις ὑφαίνεται κερκίσιν αἶσα.

12 ⟨Ἀδήλου λυρικοῦ ποιητοῦ⟩

Κλωθὼ Λάχεσίς τ’, εὐώλενοι κοῦραι Νυκτός, εὐχομένων ἐπακούσατ’ οὐράνιαι χθόνιαί τε δαίμονες· ὦ πανδείμαντοι, πέμπετ’ ἄμμιν ῥοδόκολπον Εὐνομίαν, λιπαροθρόνους τ’ ἀδελφάς, Δίκαν καὶ στεφανηφόρον Εἰράναν· πόλιν τε τάνδε βαρυφρόνων λελάθοιτε συντυχιᾶν.

13 Σοφοκλῆς Φαίδρᾳ

Ἔζης ἄρ’, οὐδὲ γῆς ἔνερθ’ ᾤχου θανών; Οὐ γὰρ πρὸ μοίρας ἡ τύχη βιάζεται.

14 Ἑρμοῦ (αʹ)

Ἑπτὰ πολυπλανέες κατ’ Ὀλύμπιον ἀστέρες οὐδὸν εἰλεῦνται, μετὰ τοῖσι δ’ ἀεὶ περινίσσεται αἰών· νυκτιφανὴς Μήνη, στυγνὸς Κρόνος, Ἥλιος ἡδύς, παστοφόρος Παφίη, θρασὺς Ἄρης, εὔπτερος Ἑρμῆς, καὶ Ζεὺς ἀρχιγένεθλος, ἀφ’ οὗ φύσις ἐβλάστησεν. Οἱ δ’ αὐτοὶ μερόπων ἔλαχον γένος, ἔστι δ’ ἐν ἡμῖν Μήνη, Ζεύς, Ἄρης, Παφίη, Κρόνος, Ἥλιος, Ἑρμῆς·

14 Ἑρμοῦ (βʹ)

τοὔνεκ’ ἀπ’ αἰθερίοιο μεμερίσμεθα πνεύματος ἕλκειν δάκρυ, γέλωτα, χόλον, γένεσιν, λόγον, ὕπνον, ὄρεξιν. Δάκρυ μέν ἐστι Κρόνος, Ζεὺς ⟨δ’⟩ ἡ γένεσις, λόγος Ἑρμῆς, θυμὸς Ἄρης, Μήνη δ’ ἄρ’ ὕπνος, Κυθέρεια δ’ ὄρεξις, Ἠέλιός τε γέλως· τούτῳ γὰρ ἅπασα δικαίως καὶ θνητὴ διάνοια γελᾷ καὶ κόσμος ἀπείρων.

15 ⟨Ἀετίου Δόξαι⟩ (αʹ)

⟨Χρύσιππος⟩ μὴ διαφέρειν τοῦ εἱμαρμένου τὸ κατηναγκασμένον, ⟨τὴν δὲ εἱμαρμένην εἶναι κίνησιν ἀΐδιον τῶν ὅλων⟩ κατ’ ἐπιπλοκὴν τῶν μερῶν συνηρτημένην.

Ἡράκλειτος οὐσίαν εἱμαρμένης ἀπεφαίνετο λόγον τὸν διὰ οὐσίας τοῦ παντὸς διήκοντα. Αὕτη δ’ ἐστὶ τὸ αἰθέριον σῶμα, σπέρμα τῆς τοῦ παντὸς γενέσεως καὶ περιόδου μέτρον τεταγμένης. Πάντα δὲ καθ’ εἱμαρμένην, τὴν δ’ αὐτὴν ὑπάρχειν ἀνάγκην· γράφει γοῦν· ‘ἔστι γὰρ εἱμαρμένα πάντως …’

15 ⟨Ἀετίου Δόξαι⟩ (βʹ)

Πλάτων λόγον ἀΐδιον τὴν οὐσίαν τῆς εἱμαρμένης, καὶ νόμον ἀΐδιον τῆς τοῦ παντὸς φύσεως.

Ποσειδώνιος τρίτην ἀπὸ Διός, πρῶτον μὲν γὰρ εἶναι τὸν Δία, δεύτερον δὲ τὴν φύσιν, τρίτην δὲ τὴν εἱμαρμένην.

Ζήνων ὁ Στωικὸς ἐν τῷ Περὶ φύσεως δύναμιν κινητικὴν τῆς ὕλης κατὰ ταὐτὰ καὶ ὡσαύτως, ἥντινα μὴ διαφέρειν πρόνοιαν καὶ φύσιν καλεῖν.

Ἀντίπατρος ὁ Στωικὸς θεὸν ἀπεφαίνετο τὴν εἱμαρμένην.

15 ⟨Ἀετίου Δόξαι⟩ (γʹ)

Χρύσιππος δύναμιν πνευματικὴν τὴν οὐσίαν τῆς εἱμαρμένης, τάξει τοῦ παντὸς διοικητικήν. Τοῦτο μὲν οὖν ἐν τῷ δευτέρῳ Περὶ κόσμου, ἐν δὲ τῷ δευτέρῳ Περὶ ὅρων καὶ ἐν τοῖς Περὶ τῆς εἱμαρμένης καὶ ἐν ἄλλοις σποράδην πολυτρόπως ἀποφαίνεται λέγων· Εἱμαρμένη ἐστὶν ὁ τοῦ κόσμου λόγος, ἢ λόγος τῶν ἐν τῷ κόσμῳ προνοίᾳ διοικουμένων· ἢ λόγος, καθ’ ὃν τὰ μὲν γεγονότα γέγονε, τὰ δὲ γινόμενα γίνεται, τὰ δὲ γενησόμενα γενήσεται. Μεταλαμβάνει δ’ ἀντὶ τοῦ λόγου τὴν ἀλήθειαν, τὴν αἰτίαν, τὴν φύσιν, τὴν ἀνάγκην, προστιθεὶς καὶ ἑτέρας ὀνομασίας, ὡς ἐπὶ τῆς αὐτῆς οὐσίας τασσομένας καθ’ ἑτέρας καὶ ἑτέρας ἐπιβολάς.

15 ⟨Ἀετίου Δόξαι⟩ (δʹ)

Μοίρας δὲ καλεῖσθαι ἀπὸ τοῦ κατ’ αὐτὰς διαμερισμοῦ, Κλωθὼ καὶ Λάχεσιν καὶ Ἄτροπον. Λάχεσιν μέν, ὅτι ὃν κλῆρον λελόγχασιν ἕκαστοι κατὰ τὸ δίκαιον ἀπονέμεται· Ἄτροπον δέ, ὅτι ἀμετάτρεπτος καὶ ἀμετάβλητός ἐστιν ὁ καθ’ ἕκαστα διορισμὸς ἐξ ἀϊδίων χρόνων· Κλωθὼ δέ, ὅτι ἡ κατὰ τὴν εἱμαρμένην διανέμησις καὶ τὰ γεννώμενα τοῖς κλωθομένοις παραπλησίως διεξέρχεται, κατὰ τὴν ἐτυμολογικὴν ἐξήγησιν τῶν ὀνομάτων ἅμα καὶ τῶν πραγμάτων συμπαρισταμένων εὐχρήστως.

16 Περὶ τῆς ὅλης οἰκονομίας· Ἑρμοῦ ἐκ τῶν πρὸς Ἀμοῦν

Καὶ ἡ μὲν διακρατοῦσα τὸν ὅλον κόσμον πρόνοιά ἐστιν, ἡ δὲ συνέχουσα καὶ περιέχουσα ἀνάγκη ἐστίν, εἱμαρμένη δὲ ἄγει καὶ περιάγει πάντα καταναγκάζουσα (φύσις γάρ ἐστιν αὐτῆς τὸ ἀναγκάζειν), αἰτία γενέσεως καὶ φθορᾶς βίου. Ὁ μὲν οὖν κόσμος πρῶτος ἔχει τὴν πρόνοιαν (πρῶτος γὰρ αὐτῆς τυγχάνει) …

Ἡ δὲ πρόνοια ἐξήπλωται ἐν τῷ οὐρανῷ, διότι καὶ θεοὶ περὶ αὐτὸν στρέφονται καὶ κινοῦνται, ἀκάματον καὶ ἄπαυστον κίνησιν ἔχοντες· εἱμαρμένη δὲ διότι καὶ ἀνάγκη. Καὶ ἡ μὲν πρόνοια προνοεῖ, εἱμαρμένη δὲ αἰτία ἐστὶ τῆς τῶν ἄστρων διαθέσεως. Οὗτος νόμος ἄφυκτος, καθ’ ὃν πάντα τέτακται.

17 Ἐκ τῆς Ἰαμβλίχου πρὸς Μακεδόνιον ἐπιστολῆς (αʹ)

Πάντα μὲν τὰ ὄντα τῷ ἑνί ἐστιν ὄντα, καὶ γὰρ αὐτὸ τὸ πρῶτον ὂν ἀπὸ τοῦ ἑνὸς ἐξ ἀρχῆς παράγεται, πολὺ δὲ διαφερόντως τὰ ὅλα αἴτια τῷ ἑνὶ τὸ δύνασθαι ποιεῖν παραδέχεται καὶ κατὰ μίαν συμπλοκὴν συνέχεται καὶ συναναφέρεται τῇ τῶν πολλῶν ἀρχῇ προϋπάρχοντα. Κατὰ δὴ τοῦτον τὸν λόγον καὶ τῶν περὶ τὴν φύσιν αἰτίων, πολυειδῶν ὄντων καὶ πολυμερεστάτων, ἠρτημένων τε ἀπὸ πλειόνων ἀρχῶν, ἀπὸ μιᾶς ὅλης αἰτίας τὸ πλῆθος ἐκκρέμαται, κατὰ μίαν δὲ σύνδεσιν πάντα πρὸς ἄλληλα συμπλέκεται καὶ εἰς ἓν ἀνήκει τὸ περιεκτικώτατον τῆς αἰτίας κράτος ὁ σύνδεσμος τῶν πλειόνων αἰτίων.

17 Ἐκ τῆς Ἰαμβλίχου πρὸς Μακεδόνιον ἐπιστολῆς (βʹ)

Οὗτος τοίνυν εἷς εἱρμὸς ⟨οὐ⟩ συμπεφορημένος ἐστὶν ἀπὸ τοῦ πλήθους, οὐδ’ ἐπισυνισταμένην ἀπὸ τῆς συμπλοκῆς ποιεῖται τὴν ἕνωσιν, οὐδὲ διαπεφόρηται ἐν τοῖς καθ’ ἕκαστα· κατὰ δὲ τὴν προηγουμένην καὶ προτεταγμένην αὐτῶν τῶν αἰτίων μίαν συμπλοκὴν ἐπιτελεῖ πάντα καὶ συνδεῖ ἐν ἑαυτῷ καὶ πρὸς αὑτὸν μονοειδῶς ἀνάγει. Μίαν οὖν τάξιν, πάσας τάξεις ὁμοῦ περιλαβοῦσαν ἐν αὑτῇ, τὴν εἱμαρμένην ἀφοριστέον.

18 Ἐκ τῆς Ἰαμβλίχου πρὸς Σώπατρον ἐπιστολῆς

Τῆς δ’ εἱμαρμένης ἡ οὐσία σύμπασά ἐστιν ἐν τῇ φύσει· φύσιν δὲ λέγω τὴν ἀχώριστον αἰτίαν τοῦ κόσμου καὶ ἀχωρίστως περιέχουσαν τὰς ὅλας αἰτίας τῆς γενέσεως, ὅσα χωριστῶς αἱ κρείττονες οὐσίαι καὶ διακοσμήσεις συνειλήφασιν ἐν ἑαυταῖς. Ζωή τε οὖν σωματοειδὴς καὶ λόγος γενεσιουργός, τά τε ἔνυλα εἴδη καὶ αὐτὴ ἡ ὕλη, ἥ τε συντεθειμένη γένεσις ἀπὸ τούτων, κίνησίς τε ἡ τὰ πάντα μεταβάλλουσα καὶ φύσις ἡ τεταγμένως διοικοῦσα τὰ γιγνόμενα, ἀρχαί τε αἱ τῆς φύσεως καὶ τέλη καὶ ποιήσεις, καὶ αἱ τούτων συνδέσεις πρὸς ἄλληλα ἀπ’ ἀρχῆς τε καὶ αἱ τοῦ τέλους διέξοδοι συμπληροῦσι τὴν εἱμαρμένην.

19 Πλουτάρχου ἐκ τοῦ Εἰ ἡ τῶν μελλόντων πρόγνωσις ὠφέλιμος

Τὸ γὰρ εἱμαρμένον ἄτρεπτον καὶ ἀπαράβατον, “χὤπερ μόνον ὀφρύσι νεύσῃ, | καρτερὰ τούτῳ κέκλωστ’ ἀνάγκα” καὶ πεπρωμένη. Διὰ τοῦτο τὴν εἱμαρμένην καὶ Ἀδράστειαν καλοῦσιν, ὅτι πέρας ταῖς αἰτίαις ἠναγκασμένον ἐπιτίθησιν, ἀνέκφευκτος οὖσα καὶ ἀναπόδραστος.

20 Ἑρμοῦ ἐκ τῶν πρὸς Ἄμμωνα

Πάντα δὲ γίνεται φύσει καὶ εἱμαρμένῃ καὶ οὐκ ἔστι τόπος ἔρημος προνοίας. Πρόνοια δέ ἐστιν αὐτοτελὴς λόγος τοῦ ἐπουρανίου θεοῦ. Δύο δὲ τούτου αὐτοφυεῖς δυνάμεις, ἀνάγκη καὶ εἱμαρμένη. Ἡ δὲ εἱμαρμένη ὑπηρετεῖ προνοίᾳ καὶ ἀνάγκῃ, τῇ δὲ εἱμαρμένῃ ὑπηρετοῦσιν οἱ ἀστέρες. Οὔτε γὰρ εἱμαρμένην φυγεῖν τις δύναται, οὔτε φυλάξαι ἑαυτὸν ἀπὸ τῆς τούτων δεινότητος. Ὅπλον γὰρ εἱμαρμένης οἱ ἀστέρες, κατὰ γὰρ ταύτην πάντα ἀποτελοῦσι τῇ φύσει καὶ τοῖς ἀνθρώποις.

21 Πλάτωνος Πολιτείας

Ἐπειδὴ δ’ οὖν πάσας τὰς ψυχὰς τοὺς βίους ᾑρῆσθαι, ὥσπερ ἔλαχον, ἐν τάξει προσιέναι πρὸς τὴν Λάχεσιν· ἐκείνην δ’ ἑκάστῳ, ὃν εἵλετο δαίμονα, τοῦτον φύλακα ξυμπέμπειν τοῦ βίου καὶ ἀποπληρωτὴν τῶν αἱρεθέντων. ὃν πρῶτον μὲν ἄγειν αὐτὴν πρὸς τὴν Κλωθὼ ὑπὸ τὴν ἐκείνης χεῖρά τε καὶ ἐπιστροφὴν τῆς τοῦ ἀτράκτου δίνης, κυροῦντα ἣν λαχὼν εἵλετο μοῖραν. ταύτης δ’ ἐφαψάμενον αὖθις ἐπὶ ⟨τὴν⟩ τῆς Ἀτρόπου ἄγειν νῆσιν, ἀμετάστροφα τὰ ἐπικλωσθέντα ποιοῦντα. ἐντεῦθεν δὲ δὴ ἀμεταστρεπτεὶ ὑπὸ τὸν τῆς Ἀνάγκης ἰέναι θρόνον· καὶ δι’ ἐκείνου διεξελθόντα, ἐπειδὴ καὶ οἱ ἄλλοι διῆλθον, πορεύεσθαι ἅπαντας εἰς τὸ τῆς Λήθης πεδίον.

22 Ἐκ τῆς Ἀριστοτέλους πρὸς Ἀλέξανδρον ἐπιστολῆς (αʹ)

Οἶμαι δὲ καὶ τὴν ἀνάγκην οὐκ ἄλλο τι λέγεσθαι πλὴν τοῦτο· οἱονεὶ ἀνίκητον οὖσαν, εἱμαρμένην δὲ διὰ τὸ εἴρεσθαί τε καὶ χωρεῖν ἀκωλύτως· πεπρωμένην δὲ διὰ τὸ πεπερατῶσθαι πάντα καὶ μηθὲν ἐν τοῖς οὖσιν ἄπειρον εἶναι· καὶ μοῖραν μὲν ἀπὸ τοῦ μεμερίσθαι, νέμεσιν δὲ ἀπὸ τῆς ἑκάστῳ διανεμήσεως, ἀδράστειαν δὲ ἀναπόδραστον αἰτίαν οὖσαν κατὰ φύσιν, αἶσαν δὲ ἀεὶ οὖσαν.

Contents

Sign in to save your reading →