Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Ancient contents - Book II

Βιβλίον Βʹ

Τὸ δὲ δεύτερον βιβλίον συμπληροῦται μὲν κεφαλαίοις ϛʹ καὶ μʹ. Διαλαμβάνει δὲ πρῶτον μὲν

1. Περὶ τῶν τὰ θεῖα ἑρμηνευόντων καὶ ὡς εἴη ἀνθρώποις ἀκατάληπτος ἡ τῶν νοητῶν κατὰ τὴν οὐσίαν ἀλήθεια.

2. εἶτα· Περὶ διαλεκτικῆς.

3. καὶ· Περὶ ῥητορικῆς.

4. καὶ· Περὶ λόγου καὶ γραμμάτων.

5. Περὶ ποιητικῆς.

6. Περὶ χαρακτῆρος τῶν παλαιῶν.

7-13

7. Περὶ τοῦ ἠθικοῦ εἴδους τῆς φιλοσοφίας.

8. Περὶ τῶν ἐφ᾽ ἡμῖν.

9. Ὅτι οὐδεὶς ἑκὼν πονηρός.

10. Ὁποῖον χρὴ εἶναι τὸν φιλόσοφον.

11. Ὅτι χρὴ σέβειν τὸ θεῖον.

12. Ὅτι τοῖς εὐσεβέσι καὶ δικαίοις βοηθεῖ τὸ κρεῖττον.

13. Περὶ μαντικῆς.

14-20

14. Ὅτι χρὴ περὶ πολλοῦ ποιεῖσθαι τὰς τῶν σοφῶν συνουσίας, ἐκκλίνειν δὲ τοὺς φαύλους καὶ ἀπαιδεύτους.

15. Περὶ τοῦ δοκεῖν καὶ τοῦ εἶναι, καὶ ὅτι οὐ τῷ λόγῳ χρὴ κρίνειν τὸν ἄνθρωπον, ἀλλὰ τῷ τρόπῳ.

16. Ὅτι οἱ ἄλλοις ἐπιβουλεύοντες ἑαυτοὺς λανθάνουσι καταβλάπτοντες.

17. Περὶ εὐδοξίας.

18. Περὶ φήμης.

19. Ὅτι μέτρον ἄριστον.

20. Ὅτι δυσκατόρθωτον ἡ ἀρετή, εὐμεταχείριστον δὲ ἡ κακία.

21-26

21. Ὅτι οὐ χρὴ λόγον ποιεῖσθαι τῆς τῶν ἀσυνέτων δοκιμασίας.

22. Ὅτι τὴν ὑπόκρισιν, τοῖς κεχρημένοις ἐπιβλαβῆ οὖσαν καὶ πρὸς οὓς γίνεται, τῆς ψυχῆς ἐκβλητέον.

23. Ὅτι οὐ χρὴ πολυπραγμονεῖν, φθόνου γὰρ καὶ διαβολῆς αἴτιον γίνεται τὸ τοιοῦτον.

24. Ὅτι ἐν οἷς πλημμελεῖ τις τὸ μεταμελεῖσθαι κάλλιστον.

25. Περὶ λοιδορίας, ὡς οὐκ ἀγαθόν.

26. Ὅτι ἐν τῷ λοιδορεῖσθαι χρὴ σκοπεῖν, μὴ τοῖς αὐτοῖς περιπεπτώκαμεν ἐλαττώμασι.

27-31

27. Περὶ ἀνάγκης τῆς κατὰ τὸν βίον.

28. Ὅτι εὐκαίρως δεῖ πράττειν.

29. Περὶ τοῦ βούλεσθαι, ὅτι οὐ δεῖ ὡς ἔτυχεν ἀναβάλλεσθαι.

30. Ὅτι τὸ δυστυχῆσαι πολλάκις ἐπωφελὲς γίνεται καὶ μάλιστα τοῖς ἄφροσι.

31. Περὶ ἀγωγῆς καὶ παιδείας.

32-36

32. Ὅτι κάλλιστον ἡ φιλία τῶν ἀγαθῶν.

33. Ὅτι ἡ ὁμοιότης τῶν τρόπων φιλίαν ἀπεργάζεται.

34. Ὅτι χρὴ ἐν ταῖς δυστυχίαις καὶ τοῖς κινδύνοις μὴ περιορᾶν τοὺς φίλους.

35. Ὅτι οὐ χρὴ συναδικεῖν τοῖς φίλοις.

36. Περὶ γνησίων καὶ ἀβεβαίων φίλων.

37-41

37. Ὅτι χρὴ ταχείας ποιεῖσθαι τὰς πρὸς τοὺς φίλους διαλλαγάς, τὰ ἁμαρτήματα αὐτῶν ῥᾷον φέροντας μετὰ τῆς ἀμνηστίας.

38. Ὅτι ἐν ταῖς ἀτυχίαις τοὺς γνησίους τῶν φίλων διαγινώσκομεν.

39. Φιλικὰ παραγγέλματα.

40. Περὶ ἔχθρας καὶ τοῦ ὁποῖον τινα χρὴ εἶναι πρὸς τοὺς ἐχθρούς.

41. Περὶ τοῦ πῶς ἐστιν ἀπ᾽ ἐχθρῶν ὠφεληθῆναι.

42-46

42. Περὶ τοῦ εὐεργετεῖν.

43. Ὅτι μείζων ἡ χάρις ἐν καιρῷ δοθεῖσα.

44. Περὶ τοῦ ἀντευεργετεῖν.

45. Ὅτι τοὺς πονηροὺς οὐ χρὴ εὖ ποιεῖν, οὐδὲ παρ᾽ αὐτῶν εὐεργετεῖσθαι.

46. καὶ τὸ τελευταῖον· Περὶ ἀχαριστίας.

•

ἐν οἷς καὶ τὰ τοῦ δευτέρου κεφάλαια.

Contents

Sign in to save your reading →