Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Ancient contents - Book I

Βιβλίον Αʹ

Τὸ μὲν πρῶτον ἔχει μὲν κεφάλαια ξʹ· .... ταῦτα δέ εἰσι μετὰ τὸ

1. Περὶ θεοῦ διαλαβεῖν, ὅτι δημιουργὸς τῶν ὄντων καὶ διέπει τὸ ὅλον τῷ τῆς προνοίας λόγῳ.

2. δεύτερον· Περὶ τῶν νομιζόντων μὴ εἶναι πρόνοιαν καὶ ἑπομένας ταύτῃ θείας ἐπὶ τῇ τοῦ παντὸς διοικήσει δυνάμεις.

3. εἶτα· Περὶ δίκης παρὰ τοῦ θεοῦ τεταγμένης ἐποπτεύειν τὰ γινόμενα ὑπὸ τῶν ἀνθρώπων, τιμωρὸν οὖσαν τῶν ἁμαρτανόντων.

4-10

4. καὶ· Περὶ ἀνάγκης θείας, καθ᾽ ἣν ἀπαραιτήτως τὰ κατὰ τὴν τοῦ θεοῦ γίνεται βούλησιν.

5. Περὶ τε εἱμαρμένης καὶ τῆς τῶν γινομένων εὐταξίας.

6. Περὶ τε τύχης ἢ ταὐτομάτου.

7. καὶ· Ὅτι ἀλόγιστος ἡ φορὰ τῆς τύχης.

8. Περί τε χρόνου οὐσίας καὶ μερῶν καὶ πόσων εἴη αἴτιος.

9. καὶ· Περὶ Ἀφροδίτης οὐρανίας καὶ ἔρωτος θείου.

10. δέκατον· Περὶ ἀρχῶν καὶ στοιχείων καὶ τοῦ παντός.

11-20

11. εἶτα· Περὶ ὕλης.

12. Περὶ ἰδέας.

13. Περὶ αἰτίων.

14. Περὶ σωμάτων καὶ περὶ τῆς τούτων τομῆς καὶ περὶ ἐλαχίστου.

15. Περὶ σχημάτων.

16. Περὶ χρωμάτων.

17. Περὶ μίξεως καὶ κράσεως.

18. Περὶ κενοῦ καὶ τόπου καὶ χώρας.

19. Περὶ κινήσεως.

20. εἰκοστὸν δὲ· Περὶ γενέσεως καὶ φθορᾶς.

21-26

21. Περὶ κόσμου καὶ εἰ ἔμψυχος καὶ προνοίᾳ διοικούμενος καὶ ποῦ ἔχει τὸ ἡγεμονικὸν καὶ πόθεν τρέφεται.

22. Περὶ τάξεως τοῦ κόσμου· εἰ ἓν τὸ πᾶν.

23. Περὶ τῆς οὐρανοῦ οὐσίας καὶ διαιρέσεως.

24. Περὶ οὐσίας ἄστρων καὶ σχημάτων, κινήσεώς τε καὶ ἐπισημασίας.

25. Περὶ οὐσίας ἡλίου καὶ μεγέθους, σχήματός τε καὶ τροπῶν καὶ ἐκλείψεως καὶ σημείων καὶ κινήσεως.

26. Περὶ σελήνης οὐσίας μεγέθους καὶ σχήματος φωτισμῶν τε καὶ περὶ ἐκλείψεως καὶ ἐμφάσεως καὶ περὶ ἀποστημάτων καὶ σημείων.

27-32

27. Περὶ γάλακτος.

28. Περὶ κομητῶν καὶ διαττόντων καὶ τῶν τοιούτων.

29. Περὶ βροντῶν ἀστραπῶν κεραυνῶν πρηστήρων τυφώνων.

30. τριακοστὸν δὲ· Περὶ ἴριδος, περὶ ἅλω καὶ παρηλίου καὶ ῥάβδων.

31. καὶ δὴ καὶ· Περὶ νεφῶν ὁμίχλης ὑετῶν δρόσου χιόνος πάχνης χαλάζης.

32. Περὶ ἀνέμων.

33-40

33. Περὶ γῆς, εἰ μία καὶ πεπερασμένη καὶ ποίου μεγέθους καὶ περὶ θέσεως αὐτῆς.

34. καὶ· Περὶ σχήματος γῆς.

35. καὶ· Πότερα μένει ἡ γῆ ἢ κινεῖται.

36. Περί τε σεισμῶν γῆς.

37. καὶ· Περὶ θαλάττης.

38. Πῶς ἄμπωτις καὶ πλημμῦραι γίνονται.

39. Περὶ ὑδάτων.

40. Περὶ τοῦ παντός.

41-49

41. Περὶ φύσεως καὶ τῶν συμβαινόντων ἐξ αὐτῆς αἰτίων.

42. Περὶ τῆς τῶν ζῴων γενέσεως καὶ τὰ ἑξῆς.

43. Πόσα γένη ζῴων καὶ εἰ πάντα λογικὰ καὶ αἰσθητά.

44. Περὶ ὕπνου καὶ θανάτου.

45. Περὶ φυτῶν.

46. Περὶ τροφῆς καὶ ὀρέξεως τῶν ζῴων.

47. Περὶ φύσεως ἀνθρώπων.

48. Περὶ νοῦ.

49. Περὶ ψυχῆς.

50-56

50. Περὶ αἰσθήσεως καὶ αἰσθητῶν καὶ εἰ ἀληθεῖς αἱ αἰσθήσεις.

51. Πόσαι εἰσὶν αἱ αἰσθήσεις καὶ ποίας οὐσίας καὶ ἐνεργείας ἑκάστη.

52. Περὶ ὁράσεως καὶ κατοπτρικῶν ἐμφάσεων.

53. Περὶ ἀκοῆς.

54. Περὶ ὀσφρήσεως.

55. Περὶ γεύσεως.

56. Περὶ ἁφῆς.

57-60

57. Περὶ φωνῆς καὶ εἰ ἀσώματος ἡ φωνὴ καὶ τί αὐτῆς τὸ ἡγεμονικόν.

58. Περὶ φαντασίας καὶ κριτηρίου.

59. καὶ νθʹ· Περὶ δόξης.

60. καὶ ξʹ· Περὶ ἀναπνοῆς καὶ παθῶν.

•

Καὶ τὰ μὲν τοῦ πρώτου βιβλίου κεφάλαια τοσαῦτα καὶ περὶ τούτων· .... ἐν μέντοι τούτῳ τῷ βιβλίῳ, πρὸ τοῦ τοῖς εἰρημένοις κεφαλαίοις ἐπιβαλεῖν, περὶ δύο κεφαλαίων διαλαμβάνει ὧν τὸ μὲν ἔπαινός ἐστι φιλοσοφίας καὶ οὗτος ἐκ διαφόρων αὐτῷ συνυφαινόμενος, τὸ δὲ περὶ τῶν κατ᾽ αὐτὴν συνεστηκυιῶν αἱρέσεων, ἐν ᾧ καὶ περὶ γεωμετρίας καὶ μουσικῆς καὶ ἀριθμητικῆς δόξας παλαιὰς συναναγράφει.

Contents

Sign in to save your reading →