Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 60

Κεφάλαιον Ξʹ

Περὶ ἀναπνοῆς καὶ παθῶν.

1.1

Πλάτωνος ἐκ τοῦ Τιμαίου.

Πάλιν δὲ τὸ τῆς ἀναπνοῆς ἴδωμεν πάθος, αἷς χρώμενον αἰτίαις τοιοῦτον γέγονεν οἷόνπερ τὰ νῦν ἐστιν. Ὧδ᾽ οὖν. Ἐπειδὴ κενὸν οὐδέν ἐστιν, εἰς ὃ τῶν φερομένων δύναιτ᾽ ἂν εἰσελθεῖν τι, τὸ δὲ πνεῦμα φέρεται παρ᾽ ἡμῶν ἔξω, τὸ μετὰ τοῦτο ἤδη παντὶ δῆλον ὡς οὐκ εἰς κενόν, ἀλλὰ τὸ πλησίον ἐκ τῆς ἕδρας ὠθεῖ·

1.2

τὸ δ᾽ ὠθούμενον ἐξελαύνει τὸ πλησίον ἀεί, καὶ κατ᾽ αὐτὴν τὴν ἀνάγκην πᾶν περιελαυνόμενον εἰς τὴν ἕδραν, ὅθεν ἐξῆλθε τὸ πνεῦμα, εἰσιὸν ἐκεῖσε καὶ ἀναπληροῦν αὐτὴν ξυνέπεται τῷ πνεύματι, καὶ τοῦτο ἅμα πᾶν οἷον τροχοῦ περιαγομένου γίγνεται διὰ τὸ κενὸν μηδὲν εἶναι.

1.3

Διὸ δὴ τῶν μὲν στηθῶν καὶ τοῦ πνεύμονος ἔξω μεθὲν τὸ πνεῦμα πάλιν ὑπὸ τοῦ περὶ τὸ σῶμα ἀέρος, εἴσω διὰ μανοῦ τῶν σαρκικῶν δυομένου καὶ περιελαυνομένου, γίγνεται πλῆρες·

1.4

αὖθις δὲ ἀποτρεπόμενος ὁ ἀὴρ καὶ διὰ τοῦ σώματος ἔξωθεν ἰὼν εἴσω τὴν ἀναπνοὴν περιωθεῖ κατὰ τὴν στόματος καὶ τὴν τῶν μυκτήρων δίοδον.

1.5

Τὴν δ᾽ αἰτίαν τῆς ἀρχῆς αὐτῶν θετέον τήνδε. Πᾶν ζῷον αὑτοῦ τὰ ἐντὸς περὶ τὸ αἷμα καὶ τὰς φλέβας θερμότατα ἔχει, οἷον ἐν αὐτῷ πηγήν τινα ἐνοῦσαν πυρός·

1.6

ὃ δὴ καὶ προσεικάζομεν τῷ τοῦ κύρτου πλέγματι κατὰ μέσον διατεταμένον ἐκ πυρὸς πεπλέχθαι πᾶν, τὰ δὲ ἄλλα, ὅσα ἔξωθεν, ἀέρος. Τὸ θερμὸν δὴ κατὰ φύσιν εἰς τὴν αὑτοῦ χώραν ἔξω πρὸς τὸ ξυγγενὲς ὁμολογητέον ἰέναι.

1.7

Δυοῖν δὲ ταῖν διεξόδοιν οὔσαιν, τῆς μὲν κατὰ τὸ σῶμα ἔξω, τῆς δὲ αὖ κατὰ στόμα καὶ τὰς ῥῖνας, ὅταν μὲν ἐπὶ θάτερα ὁρμήσῃ, θάτερα περιωθεῖ· τὸ δὲ περιωσθὲν εἰς τὸ πῦρ ἐμπῖπτον θερμαίνεται, τὸ δ᾽ ἐξιὸν ψύχεται.

1.8

Μεταβαλλούσης δὲ τῆς θερμότητος καὶ τῶν κατὰ τὴν ἑτέραν ἔξοδον θερμοτέρων γιγνομένων πάλιν ἐκείνῃ ῥέπον αὖ τὸ θερμότερον μᾶλλον, πρὸς τὴν αὑτοῦ φύσιν φερόμενον, περιωθεῖ τὸ κατὰ θάτερα· τὸ δὲ τὰ αὐτὰ πάσχον καὶ τὰ αὐτὰ ἀνταποδιδὸν ἀεί, κύκλον ἀεὶ σαλευόμενον, ἔνθα καὶ ἔνθα ἀπειργασμένον ὑπ᾽ ἀμφοτέρων τὴν ἀναπνοὴν καὶ ἐκπνοὴν γίγνεσθαι παρέχεται.

1.9

Καὶ δὴ καὶ τὰ τῶν περὶ τὰς ἰατρικὰς σικύας παθημάτων αἴτια καὶ τὰ τῆς πόσεως τά τε τῶν ῥιπτουμένων, ὅσα ἀφεθέντα μετέωρα καὶ ὅσα ἐπὶ γῆς φέρεται, ταύτῃ διωκτέον,

1.10

καὶ ὅσοι φθόγγοι ταχεῖς καὶ βραδεῖς, ὀξεῖς τε καὶ βαρεῖς φαίνονται, τοτὲ μὲν ἀνάρμοστοι φερόμενοι δι᾽ ἀνομοιότητα τῆς ἐν ἡμῖν ὑπ᾽ αὐτῶν κινήσεως· τοτὲ δὲ ξύμφωνοι δι᾽ ὁμοιότητα.

1.11

Τὰς γὰρ τῶν προτέρων καὶ θαττόνων οἱ βραδύτεροι κινήσεις ἀποπαυομένας ἤδη τε εἰς ὅμοιον ἐληλυθυίας, αἷς ὕστερον αὐτοὶ προσφερόμενοι κινοῦσιν ἐκείνας, καταλαμβάνουσι,

1.12

καταλαμβάνοντες δὲ οὐκ ἄλλην ἐπεμβάλλοντες ἀνετάραξαν κίνησιν, ἀλλ᾽ ἀρχὴν βραδυτέρας φορᾶς [καὶ] κατὰ ⟨τὴν⟩ τοῦ θάττονος, ἀποληγούσης δὲ ὁμοιότητα προσάψαντες μίαν ἐξ ὀξείας καὶ βαρείας συνεκεράσαντο πάθην·

1.13

ὅθεν ἡδονὴν μὲν τοῖς ἄφροσιν, εὐφροσύνην δὲ τοῖς ἔμφροσι διὰ τὴν τῆς θείας ἁρμονίας κίνησιν ἐν θνηταῖς γενομένην φοραῖς παρέσχον.

1.14

Καὶ δὴ καὶ τὰ τῶν ὑδάτων πάντα ῥεύματα, ἔτι τε τὰ τῶν κεραυνῶν πτώματα καὶ τὰ θαυμαζόμενα ἠλέκτρων περὶ τῆς ἕλξεως καὶ τῶν Ἡρακλείων λίθων, πάντων τούτων ὁλκὴ μὲν οὐκ ἔστιν οὐδενί ποτε·

1.15

τὸ δὲ κενὸν εἶναι μηδὲν περιωθεῖν τε αὐτὰ ταῦτα εἰς ἄλληλα, [τὰ] τὸ δὲ διακρινόμενα καὶ συγκρινόμενα πρὸς τὴν αὑτῶν διαμειβόμενα ἕδραν ἕκαστα ἰέναι πάντα, τούτοις τοῖς παθήμασι πρὸς ἄλληλα συμπλεχθεῖσι τεθαυματουργημένα τῷ κατὰ τρόπον φανήσεται ζητοῦντι.

1.16

Καὶ δὴ καὶ τὸ τῆς ἀναπνοῆς (ὅθεν ὁ λόγος ὥρμησε) κατὰ ταὐτὰ καὶ διὰ τούτων γέγονεν, ὥσπερ ἐν τοῖς ἔμπροσθεν εἴρηται, τέμνοντος μὲν τὰ σῖτα τοῦ πυρός, αἰωρουμένου δὲ ἐντὸς τῷ πνεύματι συνεπομένου, τὰς φλέβας δ᾽ ἐκ τῆς κοιλίας τῇ συναιωρήσει πληροῦντος τῷ τὰ τετμημένα αὐτόθεν ἐπαντλεῖν καὶ διὰ ταῦτα δὴ καθ᾽ ὅλον τὸ σῶμα πᾶσι τοῖς ζῴοις τὰ τῆς τροφῆς νάματα οὕτως ἐπίρρυτα γεγονέναι.

1.17

Νεότμητα δὲ καὶ ἀπὸ ξυγγενῶν ὄντα, τὰ μὲν καρπῶν, τὰ δὲ χλόης, ἃ ὁ θεὸς ἐπ᾽ αὐτὸ τοῦθ᾽ ἡμῖν ἐφύτευσεν, εἶναι τροφήν, παντοδαπὰ μὲν χρώματα ἔχει διὰ τὴν σύμμιξιν, ἡ δ᾽ ἐρυθρὰ πλείστη περὶ αὐτὰ χρόα διαθεῖ, τῆς τοῦ πυρὸς τομῆς τε καὶ ἐξομόρξεως ἐν ὑγρῷ δεδημιουργημένη φύσις.

1.18

Ὅθεν τοῦ κατὰ σῶμα ῥέοντος τὸ χρῶμα ἔσχεν οἵαν ὄψιν διεληλύθαμεν, ὃ καλοῦμεν αἷμα, νομὴν σαρκῶν καὶ ξύμπαντος τοῦ σώματος, ὅθεν ὑδρευόμενα ἕκαστα πληροῖ τὴν τοῦ κενουμένου βάσιν.

Contents

Sign in to save your reading →