Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 59

Κεφάλαιον ΝΘʹ

Περὶ δόξης.

1.1

Πλάτωνος ἐκ τοῦ Σοφιστοῦ.

Τί δὲ δή; διάνοιά τε καὶ δόξα καὶ φαντασία, μῶν οὐκ ἤδη δῆλον ὅτι ταῦτά γε ψευδῆ τε καὶ ἀληθῆ πάνθ᾽ ἡμῶν ἐν ταῖς ψυχαῖς ἐγγίγνεται; Ὧδ᾽ εἴσει ῥᾷον, ⟨ἂν⟩ πρῶτον λάβῃς αὐτά, τί ποτ᾽ ἔστι καὶ τί διαφέρουσιν ἕκαστα ἀλλήλων.

Δίδου μόνον.

1.2

Οὐκοῦν διάνοια μὲν καὶ λόγος ταὐτόν· πλὴν ὁ μὲν ἐντὸς τῆς ψυχῆς πρὸς αὑτὴν διάλογος ἄνευ φωνῆς γιγνόμενος τοῦτ᾽ αὐτὸ ἡμῖν ἐπωνομάσθη διάνοια;

Πάνυ μὲν οὖν.

Τὸ δ᾽ ἀπ᾽ ἐκείνης ῥεῦμα διὰ τοῦ στόματος ἰὸν μετὰ φθόγγου κέκληται λόγος;

Ἀληθῆ.

1.3

Καὶ μὴν ἐν λόγοις γε αὐτὸ ἴσμεν ἐνόν.

Τὸ ποῖον;

Φάσιν τε καὶ ἀπόφασιν.

Ἴσμεν.

Ὅταν οὖν τοῦτο ἐν ψυχῇ κατὰ διάνοιαν ἐγγίγνηται μετὰ σιγῆς, πλὴν δόξης ἔχεις ὅ τι προσείπῃς αὐτό;

Καὶ πῶς;

1.4

Τί δ᾽ ὅταν δόξα μὴ καθ᾽ αὑτὴν ἀλλὰ δι᾽ αἰσθήσεως παρῇ τινι τὸ τοιοῦτον αὖ πάθος, οἷόν τε ὀρθῶς εἰπεῖν ἕτερόν τι πλὴν φαντασίαν;

Οὐδέν.

1.5

Οὐκοῦν ἐπείπερ λόγος ἀληθὴς ἦν καὶ ψευδής, τούτων δ᾽ ἐφάνη διάνοια μὲν αὐτῆς πρὸς ἑαυτὴν ψυχῆς διάλογος, δόξα δὲ διανοίας ἀποτελεύτησις, φαίνεται δὲ ὃ λέγομεν σύμμιξις αἰσθήσεως καὶ δόξης, ἀνάγκη δὴ καὶ τούτων τῶν λόγων συγγενῶν ὄντων, ψευδῆ τε αὐτῶν ἔνια καὶ ἐνίοτε εἶναι;

Πῶς δ᾽ οὔ;

Κατανοεῖς οὖν, ὅτι πρότερον εὑρέθη ψευδὴς δόξα καὶ λόγος.

2

Πλάτωνος ἐκ τοῦ Συμποσίου.

Ἤτοι τῆς διανοίας ⟨ὄψις ἄρχεται⟩ ὀξὺ βλέπειν, ὅταν ἡ τῶν ὀμμάτων τῆς ἀκμῆς λήγειν ἐπιχειρῇ.

3.1

Πλάτωνος Πολιτείας γʹ.

Φαίνεταί μοι δόξα ἐξιέναι ἐκ διανοίας ἢ ἑκουσίως ἢ ἀκουσίως, ἑκουσίως μὲν ἡ ψευδὴς τοῦ μεταμανθάνοντος, ἀκουσίως δὲ πᾶσα ἡ ἀληθής.

Τὸ μὲν τῆς ἑκουσίου, ἔφη, μανθάνω, τὸ δὲ τῆς ἀκουσίου [οὐ] δέομαι μαθεῖν.

3.2

Τί δαί; οὐ καὶ σὺ ἡγῇ, ἔφην ἐγώ, τῶν μὲν ἀγαθῶν ἀκουσίως στέρεσθαι τοὺς ἀνθρώπους, τῶν δὲ κακῶν ἑκουσίως; ἢ οὐ τὸ μὲν ἐψεῦσθαι τῆς ἀληθείας κακόν, τὸ δὲ ἀληθεύειν ἀγαθόν; ἢ οὐ τὸ τὰ ὄντα δοξάζειν ἀληθεύειν δοκεῖ σοι εἶναι;

Ἀλλ᾽, ἦ δ᾽ ὅς, ὀρθῶς λέγεις, καί μοι δοκοῦσιν ἄκοντες ἀληθοῦς δόξης στερίσκεσθαι.

Contents

Sign in to save your reading →