Κεφάλαιον ΝΗʹ
I.58.heading · Wachsmuth pp. 497
Περὶ φαντασίας καὶ κριτηρίου.
1.1
I.58.1.1 · Wachsmuth pp. 497
⟨Διδύμου.⟩
Ἀριστοτέλους. Φαντασίαν δ᾽ εἶναι πάθος τι καὶ κίνησιν τῆς κατ᾽ ἐνέργειαν αἰσθήσεως. Ὠνομάσθαι δ᾽ ἀπὸ μιᾶς τῶν αἰσθήσεων τῆς ὁράσεως· τὸ ⟨γὰρ⟩ φαίνεσθαι παρὰ τὸ φάος ἔχειν τὴν ἐπίρρησιν.
1.2
I.58.1.2 · Wachsmuth pp. 497
τοῦτο δ᾽ οἰκεῖον εἶναι τῆς ὄψεως, διατείνειν δὲ ⟨εἰς⟩ πάσας τὰς αἰσθήσεις καὶ τὰς διανοητικὰς κινήσεις· καὶ γὰρ ταύτας ὁμωνύμως λέγεσθαι φαντασίας.
1.3
I.58.1.3 · Wachsmuth pp. 497
Κριτήρια δ᾽ εἶναι τῆς τούτων γνώσεως τόν τε νοῦν καὶ τὴν αἴσθησιν, τὸν μὲν τῶν νοητῶν, τὴν δὲ τῶν αἰσθητῶν. Οὔτε γὰρ τὸ καθόλου δύναιτ᾽ ἂν αἴσθησις ἐπικρίνειν οὔτε τὸ καθ᾽ ἕκαστον νοῦς. Πάντα δ᾽ ἐκ τούτων συνεστάναι καὶ διὰ τούτων.