Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 57

Κεφάλαιον ΝΖʹ

Περὶ φωνῆς καὶ εἰ ἀσώματος ἡ φωνὴ καὶ ⟨πόθεν αἰσθητικὴ ἡ ψυχὴ καὶ⟩ τί αὐτῆς τὸ ἡγεμονικόν.

1.1

⟨Ἀετίου.⟩

Πλάτων τὴν φωνὴν ὁρίζεται πνεῦμα διὰ στόματος ἀπὸ διανοίας καὶ πληγὴν ὑπ᾽ ἀέρος δι᾽ ὤτων καὶ ἐγκεφάλου καὶ αἵματος μέχρι ψυχῆς διαδιδομένην.

1.2

Λέγεται δὲ καὶ καταχρηστικῶς ἐπὶ τῶν ἀλόγων ζῴων φωνὴ καὶ τῶν ἀψύχων, ὡς χρεμετισμοὶ καὶ ψόφοι. Κυρίως δὲ φωνὴ ἔναρθρός ἐστιν, ἔστι γὰρ φωτίζουσα τὸ νοούμενον.

Contents

Sign in to save your reading →