Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Κεφάλαιον ΝΕʹ
I.55.heading · Wachsmuth pp. 494
Περὶ γεύσεως.
1
I.55.1 · Wachsmuth pp. 494
Διδύμου.
Ἀριστοτέλους. Γεύεσθαι διὰ τοῦ μεταξὺ τῶν γευστῶν ὑγρῶν.
2.1
I.55.2.1 · Wachsmuth pp. 494
Πλάτωνος ἐκ τοῦ Τιμαίου.
Πρῶτον οὖν ὅσα τῶν χυμῶν πέρι λέγοντες ἐν τοῖς πρόσθεν ἀπελίπομεν, ἴδια ὄντα παθήματα περὶ τὴν γλῶτταν, ἐμφανιστέον εἰ δυνατόν. Φαίνεται δὲ καὶ ταῦτα, ὥσπερ οὖν καὶ τὰ πολλά, διὰ συγκρίσεών τέ τινων καὶ διακρίσεων γίγνεσθαι, πρὸς δὲ αὐταῖς κεχρῆσθαι μᾶλλόν τι τῶν ἄλλων τραχύτησί τε καὶ λειότησιν.
2.2
I.55.2.2 · Wachsmuth pp. 494
Ὅσα μὲν γὰρ εἰσιόντα περὶ τὰ φλέβια, οἷόν περ δοκίμια τῆς γλώττης τεταμένα ἐπὶ τὴν καρδίαν, εἰς τὰ νοτερὰ τῆς σαρκὸς καὶ ἁπαλὰ ἐμπίπτοντα γήινα μέρη κατατηκόμενα ξυνάγει τὰ φλέβια καὶ ἀποξηραίνει, τραχύτερα μὲν ὄντα στυφνά, ἧττον δὲ τραχύνοντα αὐστηρὰ φαίνεται.
2.3
I.55.2.3 · Wachsmuth pp. 494
Τὰ δὲ τούτων τε ῥυπτικὰ καὶ πᾶν τὸ περὶ τὴν γλῶτταν ἀποπλύνοντα πέρα μὲν τοῦ μετρίου τοῦτο δρῶντα καὶ προσεπιλαμβανόμενα, ὥστε ἀποτήκειν αὐτῆς τῆς φύσεως, οἷον ἡ τῶν νίτρων δύναμις, πικρὰ πάνθ᾽ οὕτως ὠνόμασται·
2.4
I.55.2.4 · Wachsmuth pp. 494
τὰ δ᾽ ὑποδεέστερα τῆς νιτρώδους ἕξεως ἐπὶ τὸ μέτριον τε τῇ ῥύψει χρώμενα ἁλυκὰ ἄνευ πικρότητος τραχείας καὶ φίλα μᾶλλον ἡμῖν φαντάζεται.
2.5
I.55.2.5 · Wachsmuth pp. 494-495
Τὰ δὲ τοῦ στόματος θερμότητι κοινωνήσαντα καὶ λίαν μὲν ὑπ᾽ αὐτοῦ συνεκπυρούμενα καὶ πάλιν αὐτὰ ἀντικάοντα τὸ διαθερμῆναν, φερόμενά τε ὑπὸ κουφότητος ἄνω πρὸς τὰς κεφαλῆς αἰσθήσεις, τέμνοντα πάνθ᾽ ὅσοις ἂν προσπίπτῃ, διὰ ταύτας τὰς δυνάμεις δριμέα πάντα τὰ τοιαῦτα ἐλέχθη.
2.6
I.55.2.6 · Wachsmuth pp. 495
Τῶν δὲ αὐτῶν προλελεπτυσμένων μὲν ὑπὸ σηπεδόνος, εἰς δὲ τὰς στενὰς φλέβας ἐνδυομένων, καὶ τοῖς ἐνοῦσιν αὐτόθι μέρεσι γεώδεσι καὶ ὅσα ἀέρος ξυμμετρίαν ἔχοντα, ὥστε κινήσαντα περὶ ἄλληλα ποιεῖν κυκᾶσθαι, κυκώμενα δὲ περιπίπτειν τε, καὶ εἰς ἕτερα ἐνδυόμενα ἕτερα κοῖλα ἀπεργάζεσθαι, περιγιγνόμενα τοῖς εἰσιοῦσιν·
2.7
I.55.2.7 · Wachsmuth pp. 495
ἃ δὴ νοτίδος περὶ ἀέρα κοίλης περιταθείσης, τοτὲ μὲν γεώδους, τοτὲ δὲ καθαρᾶς, νοτερὰ ἀγγεῖα ἀέρος ὕδατα κοῖλα περιφερῆ τε γενέσθαι, καὶ τὰ μὲν τῆς καθαρᾶς διαφανεῖς περιστῆναι, κληθείσας ὄνομα πομφόλυγας,
2.8
I.55.2.8 · Wachsmuth pp. 495
τὰ δὲ τῆς γεώδους, ὁμοῦ κινουμένης τε καὶ ἀναιρουμένης, ζέσιν τε καὶ ζύμωσιν ἐπικληθῆναι· τὸ δὲ τούτων αἴτιον τῶν παθημάτων ὀξὺ προσορηθῆναι.
2.9
I.55.2.9 · Wachsmuth pp. 495
Ξύμπασι δὲ περὶ ταῦτα εἰρημένοις πάθος ἐναντίον ἀπ᾽ ἐναντίας ἐστὶ προφάσεως, ὁπόταν ἡ τῶν εἰσιόντων σύστασις ἐν ὑγροῖς, οἰκεία τῇ τῆς γλώττης ἕξει πεφυκυῖα, λειαίνῃ μὲν ἐπαλείφουσα τὰ τραχυνθέντα, τὰ δὲ παρὰ φύσιν συνεστῶτα ἢ κεχυμένα τὰ μὲν συνάγῃ, τὰ δὲ χαλᾷ, καὶ πάνθ᾽ ὅτι μάλιστα ἱδρύῃ κατὰ φύσιν, ἡδὺ καὶ προσφιλὲς πάντῃ πᾶν τὸ τοιοῦτον ἴαμα τῶν βιαίων παθημάτων γιγνόμενον, κέκληται γλυκύ. Καὶ τὰ μὲν ταύτῃ ταῦτα.
3
I.55.3 · Wachsmuth pp. 496
Πλάτωνος ἐκ τοῦ Τιμαίου.
Τὴν δὲ δὴ τοῦ στόματος ἡμῶν δύναμιν ὀδοῦσι καὶ γλώττῃ καὶ χείλεσιν ἕνεκα τῶν ἀναγκαίων καὶ τῶν ἀρίστων διεκόσμησαν οἱ διακοσμοῦντες, ᾗ νῦν διατέτακται, τὴν μὲν εἴσοδον τῶν ἀναγκαίων μηχανώμενοι χάριν, τὴν δ᾽ ἔξοδον τῶν ἀρίστων· ἀναγκαῖον μὲν γὰρ πᾶν ὅσον εἰσέρχεται τροφὴν διδὸν τῷ σώματι, τὸ δὲ λόγων νᾶμα ἔξω ῥέον καὶ ὑπηρετοῦν φρονήσει κάλλιστον καὶ ἄριστον πάντων ναμάτων.