Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 54

Κεφάλαιον ΝΔʹ

Περὶ ὀσφρήσεως.

1

⟨Ἀετίου.⟩

Ἀλκμαίων ἐν τῷ ἐγκεφάλῳ εἶναι τὸ ἡγεμονικόν· τούτῳ οὖν ὀσφραίνεσθαι ἕλκοντι διὰ τῶν ἀναπνοῶν τὰς ὀσμάς.

2

Ἐμπεδοκλῆς ταῖς ἀναπνοαῖς ταῖς ἀπὸ τοῦ πνεύματος συνεισκρίνεσθαι τὴν ὀσμήν· ὅταν γοῦν ἡ ἀναπνοὴ βαρεῖα γένηται, κατὰ τραχύτητα μὴ συναισθάνεσθαι, ὡς ἐπὶ τῶν ῥευματιζομένων.

3

⟨Διδύμου.⟩

Ἀριστοτέλους. Ὀσφραίνεσθαι τοῦ μεταξὺ σώματος ἀναπιμπλαμένου τῶν ὀσφραντῶν.

4.1

Πλάτωνος ἐκ τοῦ Τιμαίου.

Περὶ δὲ τὴν τῶν μυκτήρων δύναμιν ⟨εἴδη μὲν⟩ οὐκ ἔνι. Τὸ γὰρ τῶν ὀσμῶν πᾶν ἡμιγενές, εἴδει δὲ οὐδενὶ συμβέβηκε συμμετρία πρὸς τὸ τινα ἔχειν ὀσμήν.

4.2

Ἀλλ᾽ ἡμῶν αἱ περὶ ταῦτα φλέβες πρὸς μὲν τὰ γῆς ὕδατός τε γένη στενώτεραι ξυνέστησαν, πρὸς δὲ τὰ πυρὸς ἀέρος τε εὐρύτεραι. Διὸ τούτων οὐδεὶς οὐδενὸς ὀσμῆς πώποτε ᾔσθετό τινος, ἀλλ᾽ ἢ βρεχομένων ἢ σηπομένων ἢ τηκομένων ἢ θυμιωμένων γίγνονταί τινων·

4.3

μεταβάλλοντος γὰρ ὕδατος εἰς ἀέρα ἀέρος τε εἰς ὕδωρ ἐν τῷ μεταξὺ τούτων γεγόνασιν, εἰσί τε ὀσμαὶ ξύμπασαι καπνὸς ἢ ὀμίχλη. Τούτων δὲ τὸ μὲν ἐξ ἀέρος εἰς ὕδωρ ἰὸν ὀμίχλη, τὸ δ᾽ ἐξ ὕδατος εἰς ἀέρα καπνός. Ὅθεν λεπτότεραι μὲν ὕδατος, παχύτεραι δὲ ὀσμαὶ ξύμπασαι γεγόνασιν ἀέρος.

4.4

Δηλοῦται δέ, ὁπόταν τινὸς ἀντιφραχθέντος περὶ τὴν ἀναπνοὴν ἄγῃ τις βίᾳ τὸ πνεῦμα εἰς αὑτόν· τότε γὰρ ὀσμὴ μὲν οὐδεμία ξυνδιηθεῖται, τὸ δὲ πνεῦμα τῶν ὀσμῶν ἐρημωθὲν αὐτὸ μόνον ἕπεται.

4.5

Δι᾽ οὖν ταῦτα ἀνώνυμα τούτων ποικίλματα γέγονεν, οὐκ ἐκ πολλῶν οὐδὲ ἁπλῶν εἰδῶν ὄντα, ἀλλὰ διχῇ τό τε ἡδὺ καὶ τὸ λυπηρὸν αὐτόθι μόνω διαφανῆ λέγεσθον,

4.6

τὸ μὲν τραχῦνόν τε καὶ βιαζόμενον τὸ κύτος ἅπαν, ὅσον ἡμῶν μεταξὺ κορυφῆς τοῦ τε ὀμφαλοῦ κεῖται, τὸ δὲ ταὐτὸν τοῦτο καταπραῧνον καὶ πάλιν ᾗ πέφυκεν ἀγαπητῶς ἀποδιδόν.

Contents

Sign in to save your reading →