Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Κεφάλαιον ΝΓʹ
I.53.heading · Wachsmuth pp. 491
Περὶ ἀκοῆς.
1
I.53.1 · Wachsmuth pp. 491
⟨Ἀετίου.⟩
Ἐμπεδοκλῆς τὴν ἀκοὴν γίνεσθαι κατὰ τὴν πρόσπτωσιν πνεύματος τῷ χόνδρῳ, ὅνπερ φησὶν ἐξηρτῆσθαι ἐντὸς τοῦ ὠτός, κώδωνος δίκην αἰωρούμενον καὶ τυπτόμενον.
2
I.53.2 · Wachsmuth pp. 491
Ἀλκμαίων ἀκούειν ἡμᾶς τῷ κενῷ τῷ ἐντὸς τοῦ ὠτός· τοῦτο γὰρ εἶναι τὸ διηχοῦν κατὰ τὴν τοῦ πνεύματος εἰσβολήν· πάντα γὰρ τὰ κοῖλα ἠχεῖ.
3
I.53.3 · Wachsmuth pp. 491
Διογένης τοῦ ἐν τῇ κεφαλῇ ἀέρος ὑπὸ τῆς φωνῆς τυπτομένου καὶ κινουμένου.
4
I.53.4 · Wachsmuth pp. 491
Οἱ ἀπὸ Πλάτωνος πλήττεσθαι τὸν ἐν τῇ κεφαλῇ ἀέρα, τοῦτον δ᾽ ἀνακλᾶσθαι εἰς τὰ ἡγεμονικὰ καὶ γίνεσθαι τῆς ἀκοῆς τὴν αἴσθησιν.
5.1
I.53.5.1 · Wachsmuth pp. 491-492
Πλάτωνος ἐν Τιμαίῳ.
Τὸ δὲ αἰσθητικὸν ἐν ἡμῖν μέρος ἐπιζητοῦσι τὸ περὶ τὴν ἀκοήν, δι᾽ ἃς αἰτίας τὰ περὶ αὐτὸ συμβαίνει παθήματα, λεκτέον.
5.2
I.53.5.2 · Wachsmuth pp. 492
Ὅλως μὲν οὖν φωνὴν θῶμεν τὴν δι᾽ ὤτων ὑπ᾽ ἀέρος ἐγκεφάλου τε καὶ αἵματος μέχρι ψυχῆς πληγὴν διαδιδομένην, τὴν δὲ ὑπ᾽ αὐτῆς κίνησιν ἀπὸ κεφαλῆς μὲν ἀρχομένην, τελευτῶσαν δὲ περὶ τὴν τοῦ ἥπατος ἕδραν ἀκοήν·
5.3
I.53.5.3 · Wachsmuth pp. 492
ὅση δὲ αὐτῆς ταχεῖα, ὀξεῖαν, ὅση δὲ βραδυτέρα, βαρυτέραν· τὴν δὲ ὁμαλὴν λείαν· τὴν δὲ ἐναντίαν τραχεῖαν· μεγάλην δὲ τὴν πολλήν, ὅση δ᾽ ἐναντία, σμικράν. Τὰ δὲ περὶ ξυμφωνίας αὐτῶν ἐν τοῖς ὕστερον λεχθησομένοις ἀνάγκη ῥηθῆναι.