Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Κεφάλαιον Δʹ
I.4.heading · Wachsmuth pp. 70
Περὶ ἀνάγκης ⟨θείας⟩ καθ’ ἣν ἀπαραιτήτως τὰ κατὰ τὴν τοῦ θεοῦ γίνεται βούλησιν.
1 Μοσχίωνος Τηλέφου
I.4.1 · Wachsmuth pp. 70
Ὦ καὶ θεῶν κρατοῦσα καὶ θνητῶν μόνη Μοῖρ’, ὦ λιταῖς ἄτρωτε δυστήνων βροτῶν, πάντολμ’ Ἀνάγκη, στυγνὸν ἡ κατ’ αὐχένων ἡμῶν ἐρείδεις τῆσδε λατρείας ζυγόν.
2a Χαιρήμονος
I.4.2a · Wachsmuth pp. 70
Χρεία δ’ Ἀνάγκης οὐκ ἀπῴκισται πολύ.
2b Εὐριπίδου Βελλεροφόντῃ
I.4.2b · Wachsmuth pp. 71
Πρὸς τὴν ἀνάγκην πάντα τἄλλ’ ἐστ’ ἀσθενῆ.
2c ⟨Σιμωνίδου⟩
I.4.2c · Wachsmuth pp. 71
Ἀνάγκᾳ δ’ οὐδὲ θεοὶ μάχονται.
2d ⟨Ἀδήλου τραγικοῦ ποιητοῦ⟩
I.4.2d · Wachsmuth pp. 71
Ὁσίᾳ δ’ ἀνάγκη πολεμιωτάτη θεός.
2e ⟨Ἀδήλου τραγικοῦ ποιητοῦ⟩
I.4.2e · Wachsmuth pp. 71
Οὐδεὶς ἀνάγκης μεῖζον ἰσχύει νόμος.
3 ⟨Εὐριπίδου⟩
I.4.3 · Wachsmuth pp. 71
Ἐγὼ καὶ διὰ Μούσας καὶ μετάρσιος ᾖξα καὶ πλείστων ἁψάμενος λόγων κρεῖσσον οὐδὲν Ἀνάγκας εὗρον, οὐδέ τι φάρμακον.
4 Φιλήτα Ἑρμοῦ
I.4.4 · Wachsmuth pp. 71
Ἰσχυρὰ γὰρ ἐπικρατεῖ ἀνδρὸς Ἀνάγκη, ἥ ῥ’ οὐδ’ ἀθανάτους ὑποδείδιεν, οἵ τ’ ἐν Ὀλύμπῳ ἔκτοσθεν χαλεπῶν ἀχέων οἴκους ἐκάμοντο.
5 Σοφοκλῆς Θυέστῃ
I.4.5 · Wachsmuth pp. 71
Πρὸς τὴν ἀνάγκην οὐδ’ Ἄρης ἀνίσταται.
6 Εὐριπίδης Λικυμνίῳ
I.4.6 · Wachsmuth pp. 71
Τὸ τῆς ἀνάγκης οὐ λέγειν ὅσον ζυγόν. …
7a Θαλῆς
I.4.7a · Wachsmuth pp. 72
Θαλῆς ἐρωτηθείς, Τί ἰσχυρότατον; εἶπεν· Ἀνάγκη, κρατεῖ γὰρ πάντων.
7b Ἑρμοῦ ἐκ τῶν πρὸς Ἄμμωνα
I.4.7b · Wachsmuth pp. 72
Ἀνάγκη ἐστὶν κρίσις βεβαία καὶ ἀμετάτρεπτος δύναμις προνοίας.
7c ⟨Ἀετίου Δόξαι⟩ (αʹ)
I.4.7c.1 · Wachsmuth pp. 72
Πυθαγόρας ἀνάγκην ἔφη περικεῖσθαι τῷ κόσμῳ.
Παρμενίδου καὶ Δημοκρίτου. οὗτοι πάντα κατ’ ἀνάγκην· τὴν δ’ αὐτὴν εἶναι εἱμαρμένην καὶ δίκην καὶ πρόνοιαν καὶ κοσμοποιόν.
Λεύκιππος πάντα κατ’ ἀνάγκην, τὴν δ’ αὐτὴν ὑπάρχειν εἱμαρμένην· λέγει γὰρ ἐν τῷ Περὶ νοῦ· “Οὐδὲν χρῆμα μάτην γίνεται, ἀλλὰ πάντα ἐκ λόγου τε καὶ ὑπ’ ἀνάγκης.”
7c ⟨Ἀετίου Δόξαι⟩ (βʹ)
I.4.7c.2 · Wachsmuth pp. 72-73
Πλάτων ὁτὲ μὲν τὴν ὕλην, ὁτὲ δὲ τὴν τοῦ ποιοῦντος πρὸς τὴν ὕλην σχέσιν. Καὶ τὰ μὲν εἰς πρόνοιαν ἀνάγει, τὰ δὲ εἰς ἀνάγκην. Λέγει γοῦν ἐν τῷ Τιμαίῳ· “Μεμιγμένη γὰρ οὖν ἡ τοῦδε τοῦ κόσμου γένεσις, ἐξ ἀνάγκης τε καὶ νοῦ συστάσεως ἐγεννήθη, νοῦ δὲ ἀνάγκης ἄρχοντος.”
Ἐμπεδοκλῆς αἰτίαν χρηστικὴν τῶν ἀρχῶν καὶ τῶν στοιχείων.
8 Ἑρμοῦ πρὸς τὸν υἱόν (αʹ)
I.4.8a · Wachsmuth pp. 73
Ὀρθῶς μοι πάντα εἶπας, ὦ πάτερ, ἀλλ’ ἔτι με ἀνάμνησον, τίνα ἐστὶ τὰ κατὰ πρόνοιαν καὶ τίνα ⟨τὰ⟩ κατ’ ἀνάγκην, ὁμοίως καὶ καθ’ εἱμαρμένην;
Ἔφην εἶναι ἐν ἡμῖν, ὦ Τάτ, τρία εἴδη ἀσωμάτων· καὶ τὸ μέν τι ἐστὶ νοητόν, τοῦτο μὲν οὖν ἀχρώματον, ἀσχημάτιστον, ἀσώματον, ἐξ αὐτῆς τῆς πρώτης καὶ νοητῆς οὐσίας. Εἰσὶ δὲ καὶ ἐν ἡμῖν τούτῳ ἐναντία σχηματότητες ⟨αἷς⟩ τοῦτο ὑποδέχεται. Τὸ γοῦν κινούμενον ὑπὸ τῆς νοητῆς οὐσίας πρός τινα λόγον καὶ ὑποδεχθέν, εὐθέως μεταβάλλεται εἰς ἕτερον εἶδος κινήσεως, τοῦτο δὲ εἴδωλόν ἐστι τοῦ νοήματος τοῦ δημιουργοῦ.
8 Ἑρμοῦ πρὸς τὸν υἱόν (βʹ)
I.4.8b · Wachsmuth pp. 73
Τρίτον δέ ἐστιν εἶδος ἀσωμάτων, ὃ περὶ τὰ σώματά ἐστι συμβεβηκός, τόπος, χρόνος, κίνησις, σχῆμα, ἐπιφάνεια, μέγεθος, εἶδος· καὶ τούτων εἰσὶ διαφοραὶ δύο. Αἱ μὲν γάρ εἰσιν αὐτῶν ἰδίως ποιά, ἃ δὲ τοῦ σώματος. Τὰ μὲν ἰδίως ποιὰ τὸ σχῆμα, ἡ χρόα, τὸ εἶδος, ὁ τόπος, ὁ χρόνος, ἡ κίνησις· τὰ δὲ τοῦ σώματος ἴδιά ἐστι τὸ ἐσχηματισμένον σχῆμα καὶ τὸ κεχρωσμένον χρῶμα, ἔτι δὲ καὶ ἡ μεμορφωμένη μορφὴ καὶ ἡ ἐπιφάνεια καὶ τὸ μέγεθος· ταῦτά ἐστι τούτων μεταξύ.
8 Ἑρμοῦ πρὸς τὸν υἱόν (γʹ)
I.4.8c · Wachsmuth pp. 73-74
Ἡ μὲν οὖν νοητὴ οὐσία, πρὸς τῷ θεῷ γενομένη, ἑαυτῆς ἐξουσίαν ἔχει καὶ τοῦ σῴζειν ἕτερον, αὐτὴν σῴζουσα, ἐπεὶ γ’ αὐτὴ ἡ οὐσία ὑπὸ ἀνάγκην οὐκ ἔστιν· ὑπολειφθεῖσα δὲ ὑπὸ τοῦ θεοῦ αἱρεῖται τὴν σωματικὴν φύσιν καὶ ἡ αἵρεσις αὐτῆς κατὰ πρόνοιαν [τοῦτο δὲ τοῦ κόσμου] γίνεται· τὸ δὲ ἄλογον πᾶν κινεῖται πρός τινα λόγον· καὶ ὁ μὲν λόγος κατὰ πρόνοιαν, τὸ δὲ ἄλογον κατ’ ἀνάγκην, τὰ δὲ περὶ τὸ σῶμα συμβεβηκότα καθ’ εἱμαρμένην. Καὶ οὗτός ἐστιν ὁ λόγος τῶν κατὰ πρόνοιαν καὶ ⟨κατ’⟩ ἀνάγκην καὶ καθ’ εἱμαρμένην.