Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
20.8
I.52.20.8 · Wachsmuth pp. 489-490
Ἐρυθρὸν δὲ δὴ μέλανι λευκῷ τε κραθὲν ἁλουργόν, ὄρφνινον δέ, ὅταν τούτοις μεμιγμένοις καυθεῖσί τε μᾶλλον συγκραθῇ μέλαν. Πυρρὸν δὲ ξανθοῦ καὶ φαιοῦ κράσει γίγνεται, φαιὸν δὲ λευκοῦ τε καὶ μέλανος, τὸ δὲ ὠχρὸν λευκοῦ ξανθῷ μιγνυμένου.
20.9
I.52.20.9 · Wachsmuth pp. 490
Λαμπρῷ τε λευκὸν συνελθὸν καὶ ἐς μέλαν κατακορὲς ἐμπεσὸν κυανοῦν χρῶμα ἀποτελεῖται, κυανοῦ δὲ λευκῷ κεραννυμένου γλαυκόν, πυρροῦ δὲ μέλανι πράσινον. Τὰ δ᾽ ἄλλα ἀπὸ τούτων σχεδὸν δῆλα, αἷς ἂν ἀφομοιούμενα μίξεσι διασῴζοι τὸν εἰκότα μῦθον.
20.10
I.52.20.10 · Wachsmuth pp. 490
Εἰ δέ τις τούτων ἔργῳ σκοπούμενος βάσανον λαμβάνοι, τὸ τῆς ἀνθρωπίνης καὶ θείας φύσεως ἠγνοηκὼς ἂν εἴη διάφορον, ὅτι θεὸς μὲν τὰ πολλὰ εἰς ἓν [μὲν] συγκεραννύναι καὶ πάλιν ἐξ ἑνὸς εἰς πολλὰ διαλύειν ἱκανῶς ἐπιστάμενος ἅμα καὶ δυνατός, ἀνθρώπων δὲ οὐδεὶς οὐδέτερα τούτων ἱκανὸς οὔτ᾽ ἐστὶ νῦν, οὔτ᾽ εἰσαῦθίς ποτ᾽ ἔσται.
21.1
I.52.21.1 · Wachsmuth pp. 490
Ἀριστομβρότου Περὶ ὄψιος.
Ὄψις καὶ φάος καὶ ἀὴρ φυσικὰν ἔχει σύγκρασίν τε καὶ συγγένειαν ποτ᾽ ἄλλαλα * * λαμπρῶς ὁρῇ· καὶ ἀὴρ πᾶς τῷ λαμπρῷ διορῆται. συμβέβακε δὲ καὶ τὰν ὄψιν καὶ τὸν ἀέρα εἶμεν * * ἀλλὰ τὰν μὲν ὄψιν μέλαιναν καὶ ὑγράν, τὸν δὲ ἀέρα μέλανα καὶ ἀραιόν·
21.2
I.52.21.2 · Wachsmuth pp. 490
ἐνυπόκειται δὲ καὶ τᾷ ὄψι καὶ τῷ ἀέρι [καὶ] τὸ δυνάμι διαφανές, ἀλλὰ τᾷ μὲν ὄψι τὸ συγγενὲς φάος, τῷ δὲ ἀέρι τὸ ἀπὸ τῶ ἁλίου.
21.3
I.52.21.3 · Wachsmuth pp. 490-491
Ὅτι δὲ ἁ ὄψις ὑγρὰ ἔασσα φάος ἔχει συγγενές, δείξαιτό κά τις ἐκ τῶνδε· πρᾶτον μὲν τῷ διαφανέα καὶ λαμπρὰν εἶμεν· πᾶν γὰρ τὸ διαφανὲς καὶ λαμπρὸν οὐκ ἄνευ τινὸς φάεος * * ἐκ τᾶς ὄψιος ἢ διά τινος παραθλίψιος ἢ καὶ παρατρίψιος.