Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 52

Κεφάλαιον ΝΒʹ

Περὶ ὁράσεως καὶ κατοπτρικῶν ἐμφάσεων.

1

⟨Ἀετίου.⟩

Λεύκιππος Δημόκριτος Ἐπίκουρος κατὰ εἰδώλων εἴσκρισιν οἴονται τὸ ὁρατικὸν συμβαίνειν πάθος.

[Καὶ κατὰ τινων ἀκτίνων ἔκκρισιν μετὰ τὴν πρὸς τὸ ὑποκείμενον ἔνστασιν πάλιν ὑποστρεφουσῶν πρὸς τὴν ὄψιν.]

2

⟨Ἀετίου.⟩

Τιμαγόρας, εἷς τῶν παραχαραξάντων ἐν συγγραφαῖς τὴν Ἐπικούρειον αἵρεσιν, ἀντὶ τῶν εἰδώλων ταῖς ἀπορροίαις χρῆται.

3

Στράτων χρώματά φησιν ἀπὸ τῶν σωμάτων φέρεσθαι συγχρῷζοντ᾽ αὐτοῖς τὸν μεταξὺ ἀέρα.

4

Ἀρίσταρχος σχήματα συνδιατυποῦντά πως αὐτοῖς τὸν ἀέρα.

5

Ἵππαρχος ἀφ᾽ ἑκατέρου φησὶ τῶν ὀφθαλμῶν ἀποτεινομένας ⟨ἀκτῖνας⟩ τοῖς πέρασιν αὐτῶν, οἱονεὶ χειρῶν ἐπαφαῖς, περικαθαπτούσας τοῖς ἐκτὸς σώμασι τὴν ἀντίληψιν αὐτῶν πρὸς τὸ ὁρατικὸν ἀναδιδόναι.

6

Ἔνιοι καὶ Πυθαγόραν τῇ δόξῃ ταύτῃ συνεπιγράφουσιν, ἅτε δὴ βεβαιωτὴν τῶν μαθημάτων· καὶ πρὸς τούτῳ Παρμενίδην ἐμφαίνοντα τοῦτο διὰ τῶν ποιημάτων.

7

Πλάτων συναύγειαν τοῦ μὲν ἐκ τῶν ὀφθαλμῶν φωτὸς ἐπὶ ποσὸν ἀπορρέοντος εἰς τὸν ὁμογενῆ ἀέρα, τοῦ δὲ ἀπὸ τῶν σωμάτων ἀντιφερομένου, τοῦ δὲ περὶ τὸν μεταξὺ ἀέρα, εὐδιάχυτον ὄντα καὶ εὔτρεπτον, συντεινομένου τῷ πυρώδει τῆς ὄψεως. αὕτη λέγεται Πλάτωνι ἡ συναύγεια.

8

Ἀλκμαίων κατὰ τὴν τοῦ διαφανοῦς ἀντίληψιν.

9.1

⟨Διδύμου.⟩

Ἀριστοτέλους. Ὁρᾶν ἡμᾶς κατὰ κίνησιν τοῦ κατ᾽ ἐνέργειαν διαφανοῦς· διαφανὲς δὲ οὐ μόνον εἶναι τὸν ἀέρα ἀλλὰ καὶ τὸ ὕδωρ καί τινα τῶν συνισταμένων ποθέν, οἷον ὕαλον καὶ κρύσταλλον καί τινας τῶν λαμπρῶν λίθων.

9.2

Ἀκούειν δὲ κατ᾽ ἐνέργειαν τοῦ μεταξὺ διηχοῦς· διηχὲς δ᾽ εἶναι καὶ τὸν ἀέρα καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ καί τινα τῶν συγκριμάτων.

10

⟨Ἀετίου.⟩

Τῶν Ἀκαδημαϊκῶν τινες κατά τινων ⟨ἀκτίνων⟩ ἔκχυσιν μετὰ τὴν πρὸς τὸ ὑποκείμενον ἔνστασιν πάλιν ὑποστρεφουσῶν πρὸς τὴν ὄψιν.

11

Ποσειδώνιος ⟨αὐ⟩γῶν αὐτὴν σύμφυσιν ὀνομάζει.

12

Ἐμπεδοκλῆς καὶ πρὸς τὸ διὰ τῶν ἀκτίνων καὶ πρὸς τὸ διὰ τῶν εἰδώλων ἐκδοχὰς παρέχεται· πλείους δὲ πρὸς ⟨τὸ⟩ δεύτερον· τὰς γὰρ ἀπορροίας ἀποδέχεται.

13

Ἑστιαῖος ὁ Περίνθιος τοῖς εἰδώλοις τὰς ἀκτῖνας ἀνέμιξε, προσαγορεύσας τὸ γιγνόμενον ἀκτινείδωλον.

14

⟨Ἀετίου.⟩

Ἐμπεδοκλῆς κατ᾽ ἀπορροίας τὰς συνισταμένας μὲν ἐπὶ τῆς ἐπιφανείας τοῦ κατόπτρου, πιλουμένας δ᾽ ὑπὸ τοῦ ἐκκρινομένου ἐκ τοῦ κατόπτρου πυρώδους καὶ τὸν προκείμενον ἀέρα, εἰς ὃν φέρεται τὰ ῥεύματα, συμμεταφέροντος.

15

Λεύκιππος, Δημόκριτος, Ἐπίκουρος τὰς κατοπτρικὰς ἐμφάσεις γίνεσθαι κατ᾽ εἰδώλων ἐμφάσεις, ἅ τινα φέρεσθαι μὲν ἀφ᾽ ἡμῶν, συνίστασθαι δὲ ἐπὶ τοῦ κατόπτρου κατ᾽ ἀντιπεριστροπήν.

16.1

⟨Οἱ⟩ ἀπὸ Πυθαγόρου καὶ τῶν μαθηματικῶν κατ᾽ ἀνάκλασιν τῆς ὄψεως. Φέρεσθαι μὲν γὰρ τὴν ὄψιν τεταμένην ὡς ἐπὶ τὸν χαλκόν, ἐντυχοῦσαν δὲ πυκνῷ καὶ λείῳ πληχθεῖσαν ὑποστρέφειν αὐτὴν ἐφ᾽ ἑαυτήν, ὁμοῖόν τι πάσχουσαν τῇ ἐκτάσει τῆς χειρὸς καὶ τῇ ἐπὶ τὸν ὦμον ἀντεπιστροφῇ.

16.2

[Δύναται δέ τις πᾶσι τούτοις τοῖς κεφαλαίοις χρῆσθαι ἐπὶ τοῦ πῶς ὁρῶμεν.]

17.1

⟨Ἀετίου.⟩

Σφαῖρος ὁ Στωικὸς ὁρατὸν εἶναι τὸ σκότος, ἐκ γὰρ τῆς ὁράσεως προχεῖσθαί τινα εἰς αὐτὸ αὐγήν.

17.2

[Οἱ Στωικοὶ ὁρατὸν εἶναι τὸ σκότος· ἐκ γὰρ τῆς ὁράσεως προχεῖσθαί τινα ἐπ᾽ αὐτὸ αὐγήν. Καὶ οὐ ψεύδεται ἡ ὅρασις, βλέπεται γὰρ ταῖς ἀληθείαις ὅτι ἐστι σκότος.]

18

Χρύσιππος κατὰ συνέντασιν [τὰ ὄντα] τοῦ μεταξὺ ἀέρος ὁρᾶν ἡμᾶς, νυγέντος μὲν ὑπὸ τοῦ ὀπτικοῦ πνεύματος, ὅπερ ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι τῆς κόρης διήκει, κατὰ δὲ τὴν πρὸς τὸν περικείμενον ἀέρα ἐπιβολὴν ἐντείνοντος αὐτὸν κωνοειδῶς, ὅταν ᾖ ὁμογενὴς ὁ ἀήρ· προχέονται δ᾽ ἐκ τῆς ὄψεως ἀκτῖνες πύριναι, οὐχὶ μέλαιναι καὶ ὁμιχλώδεις· διόπερ ὁρατὸν εἶναι τὸ σκότος.

19.1

Πλάτωνος ἐκ τοῦ Τιμαίου.

Τῶν δὲ ὀργάνων πρῶτον μὲν φωσφόρα συνετεκτήναντο ὄμματα, τοιᾷδε ἐνδήσαντες αἰτίᾳ· τοῦ πυρὸς ὅσον τὸ μὲν καίειν οὐκ ἔσχε, τὸ δὲ παρέχειν φῶς ἥμερον, οἰκεῖον ἑκάστης ἡμέρας, σῶμα ἐμηχανήσαντο γίγνεσθαι.

19.2

Τὸ γὰρ ἐντὸς ἡμῶν ἀδελφὸν ὂν τούτου πῦρ εἰλικρινὲς ἐποίησαν διὰ τῶν ὀμμάτων ῥεῖν λεῖον καὶ πυκνὸν ὅλον μέν, μάλιστα δὲ τὸ μέσον ξυμπιλήσαντες τῶν ὀμμάτων, ὥστε τὸ μὲν ἄλλο ὅσον παχύτερον στέγειν πᾶν, τὸ τοιοῦτον δὲ μόνον αὐτὸ καθαρὸν διηθεῖν.

19.3

Ὅταν οὖν μεθημερινὸν ᾖ φῶς περὶ τὸ τῆς ὄψεως ῥεῦμα, τότε ἐκπῖπτον ὅμοιον πρὸς ὅμοιον, συμπαγὲς γενόμενον, ἓν σῶμα οἰκειωθὲν συνέστη κατὰ τὴν τῶν ὀμμάτων εὐθυωρίαν, ὅπῃπερ ἂν ἀντερείδῃ τὸ προσπῖπτον ἔνδοθεν πρὸς ὃ τῶν ἔξω συνέπεσεν.

19.4

Ὁμοιοπαθὲς δὴ δι᾽ ὁμοιότητα πᾶν γενόμενον, ὅτου τε ἂν αὐτό ποτε ἐφάπτηται, καὶ ὃ ἂν ἄλλο ἐκείνου, τούτων τὰς κινήσεις διαδιδὸν εἰς ἅπαν τὸ σῶμα μέχρι τῆς ψυχῆς αἴσθησιν παρέσχετο ταύτην, ᾗ δὴ ὁρᾶν φαμεν. Ἀπελθόντος δὲ εἰς νύκτα τοῦ ξυγγενοῦς πυρὸς ἀποτέτμηται· πρὸς γὰρ ἀνόμοιον ἐξιὸν ἀλλοιοῦταί τε αὐτὸ καὶ κατασβέννυται, ξυμφυὲς οὐκέτι τῷ πλησίον ἀέρι γιγνόμενον, ἅτε πῦρ οὐκ ἔχοντι.

19.5

Παύεταί τε οὖν ὁρῶν, ἔτι τε ἐπαγωγὸν ὕπνου γίγνεται· σωτηρίαν γὰρ ἣν οἱ θεοὶ τῆς ὄψεως ἕνεκα ἐμηχανήσαντο, τὴν τῶν βλεφάρων φύσιν, ὅταν ταῦτα συμμύσῃ, καθείργνυσι τὴν τοῦ πυρὸς ἐντὸς δύναμιν, ἡ δὲ διαχεῖται καὶ ὁμαλύνει τὰς ἐντὸς κινήσεις, ὁμαλυνθεισῶν δὲ ἡσυχία γίγνεται, γενομένης δὲ πολλῆς μὲν ἡσυχίας βραχυόνειρος ὕπνος ξυμπίπτει,

19.6

καταλειφθεισῶν δέ τινων κινήσεων μειζόνων, οἷα καὶ ἐν οἵοις ἂν τόποις λίπωνται, τοιαῦτα καὶ τοσαῦτα παρέσχον τὰ ἀφομοιωθέντα ἐντὸς ἔξωθέν τε ἐγερθεῖσιν ἀπομνημονευόμενα φαντάσματα.

19.7

Τὸ δὲ περὶ τὴν τῶν κατόπτρων εἰδωλοποιίαν, καὶ πάντα ὅσα ἐμφανῆ καὶ λεῖα κατιδεῖν οὐδὲν ἔτι χαλεπόν· ἐκ γὰρ τῆς ἐντὸς ἐκτός τε τοῦ πυρὸς ἑκατέρου κοινωνίας ἀλλήλοις, ἑνός τε αὖ περὶ τὴν λειότητα ἑκάστοτε γενομένου καὶ πολλαχῇ μεταρρυθμισθέντος, πάντα τὰ τοιαῦτα ἐξ ἀνάγκης ἐμφαίνεται, τοῦ περὶ τὸ πρόσωπον πυρὸς τῷ περὶ τὴν ὄψιν πυρὶ περὶ τὸ λεῖον καὶ λαμπρὸν ξυμπαγεῖ γιγνομένῳ.

20.1

⟨Ἐν ταὐτῷ.⟩ [εἰς τὸ περὶ χρωμάτων].

Ἔστι γένος ἡμῖν αἰσθητικόν, ὃ διελέσθαι δεῖ συχνὰ ἐν αὐτῷ ποικίλματα κεκτημένον, ἃ ξύμπαντα μὲν χρόας ἐκαλέσαμεν, φλόγα τῶν σωμάτων ἑκάστων ἀπορρέουσαν, ὄψει σύμμετρα μόρια ἔχουσαν πρὸς αἴσθησιν· ὄψεως δ᾽ ἐν τοῖς πρόσθεν αὐτὸ περὶ τῶν αἰτίων τῆς γενέσεως ἐρρήθη·

20.2

τῇδ᾽ οὖν τῶν χρωμάτων πέρι μάλιστα εἰκὸς πρέπει τ᾽ ἂν τὸν ἐπιεικῆ λόγῳ διεξελθεῖν, τὰ φερόμενα ἀπὸ τῶν ἄλλων μόρια ἐμπίπτοντά τε εἰς τὴν ὄψιν, τὰ μὲν ἐλάττω, τὰ δὲ μείζω, τὰ δὲ ἴσα τῆς αὐτῆς ὄψεως μέρεσιν εἶναι.

20.3

Τὰ μὲν οὖν ἴσα ἀναίσθητά τε δὴ διαφανῆ λέγομεν, τὰ δὲ μείζω καὶ ἐλάττω, τὰ μὲν συγκρίνοντα, τὰ δὲ διακρίνοντα αὐτὴν τοῖς περὶ τὴν σάρκα θερμοῖς καὶ ψυχροῖς καὶ τοῖς περὶ τὴν γλῶτταν στρυφνοῖς καὶ ὅσα θερμαντικὰ ὄντα δριμέα ἐκαλέσαμεν ἀδελφὰ εἶναι, ταῦτα εἴη ἂν τά τε λευκὰ καὶ μέλανα, ἐκείνων παθήματα γεγονότα ἐν ἄλλῳ γένει ταὐτά, φανταζόμενα δὲ ἄλλα διὰ ταύτας αἰτίας.

20.4

Οὕτως οὖν αὐτὰ προσρητέον· τὸ μὲν διακριτικὸν τῆς ὄψεως λευκόν, τὸ δ᾽ ἐναντίον αὐτοῦ μέλαν, τὴν δὲ ὀξυτέραν φορὰν καὶ γένους πυρὸς ἑτέρου προσπίπτουσαν καὶ διακρίνουσαν τὴν ὄψιν μέχρι τῶν ὀφθαλμῶν, αὐτάς τε τῶν ὀμμάτων τὰς διεξόδους βίᾳ διωθοῦσαν, πῦρ μὲν ἀθρόον καὶ ὕδωρ, ὃ δάκρυον καλοῦμεν, ἐκεῖθεν ἐκχέουσαν, αὐτὴν δὲ οὖσαν πῦρ, ἐξ ἐναντίας ἀπαντῶσαν,

20.5

καὶ τοῦ μὲν ἐκπηδῶντος πυρὸς οἷον ἀπ᾽ ἀστραπῆς, τοῦ δ᾽ εἰσιόντος καὶ περὶ τὸ νοτερὸν κατασβεννυμένου, παντοδαπῶν ἐν τῇ κυκλήσει ταύτῃ γιγνομένων χρωμάτων, μαρμαρυγὰς μὲν τὸ πάθος προσείπαμεν, τὸ δὲ τοῦτο ἀπεργαζόμενον λαμπρόν τε καὶ στίλβον ἐπωνομάσαμεν.

20.6

Τὸ δὲ τούτων αὖ μεταξὺ πυρὸς γένος, πρὸς μὲν τὸ τῶν ὀμμάτων ὑγρὸν ἀφικνούμενον καὶ κεραννύμενον αὐτῷ, στίλβον δὲ οὔ, τῇ δὲ διὰ τῆς νοτίδος αὐγῇ τοῦ πυρὸς μιγνυμένῃ χρῶμα ἔναιμον παρασχόν, τοὔνομα ἐρυθρὸν λέγομεν. Λαμπρὸν δὲ ἐρυθρῷ λευκῷ τε μιγνύμενον ξανθὸν γέγονε.

20.7

Τὸ δὲ ὅσον μέτρον ὅσον οὔ, οὐδ᾽ εἴ τις εἰδείη, νοῦν ἔχει τὸ λέγειν, ὧν μήτε τινὰ ἀνάγκην μήτε τὸν εἰκότα λόγον καὶ μετρίως ἄν τις εἰπεῖν εἴη δυνατός.

Contents

Sign in to save your reading →