Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 51

Κεφάλαιον ΝΑʹ

Πόσαι εἰσὶν αἱ αἰσθήσεις καὶ ποίας οὐσίας καὶ ἐνεργείας ἑκάστη.

1

Σιμύλου.

Πέντ᾽ εἰσιν ἃς ἄνθρωπος αἰσθήσεις ἔχει· [ἁφὴν ὅρασιν ἀκοὴν γεῦσιν ὄσφρησιν] τούτων ἁπασῶν κυριωτάτη μία ἀκοή· φαγὼν γὰρ οὐδὲ εἷς ἔφυ σοφός οὐδ᾽ ἁψ⟨άμενος οὐδ᾽ ὀσφρ⟩όμενος οὐδ᾽ εἰσιδὼν τὸ λυσιτελές . . . . . . . . . . ἐκ τοῦ δ᾽ ἀκούειν μανθάνειν τε τἀγαθὰ πολλοὶ φρόνιμοι γεγόνασι· ταύτην γὰρ μίαν ὁ νοῦς ἑαυτῷ κατέλιπεν διδάσκαλον· . . . . . . . . . . . . . ὥσπερ δικαστὴν ἢ κριτὴν ἢ κύριον.

2

⟨Ἀετίου.⟩

Οἱ Στωικοὶ πέντε τὰς εἰδικὰς αἰσθήσεις· ὅρασιν, ἀκοήν, ὄσφρησιν, γεῦσιν, ἁφήν.

3

Ἀριστοτέλης ἕκτην μὲν οὐ λέγει, κοινὴν δὲ αἴσθησιν ⟨τὴν⟩ τῶν συνθέτων εἰδῶν κριτικήν, εἰς ἣν πᾶσαι συμβάλλουσιν αἱ ἁπλαῖ τὰς ἰδίας ἑκάστη φαντασίας, ἐν ᾗ τὸ μεταβατικὸν ἀφ᾽ ἑτέρου πρὸς ἕτερον, οἱονεὶ σχήματος καὶ κινήσεως.

4

⟨Ἀετίου.⟩

Δημόκριτος πλείους εἶναι αἰσθήσεις περὶ τὰ ἄλογα ζῷα καὶ περὶ τοὺς σοφοὺς καὶ περὶ τοὺς θεούς.

5.1

⟨Διδύμου.⟩

Ἀριστοτέλους. Τὸ δὲ αἰσθητικόν, ὃ δὴ κοινῶς ἁπάντων τῶν ζῴων ἴδιον (αἰσθήσει γὰρ διαφέρειν τὸ ζῷον τοῦ φυτοῦ), πενταπλοῦν ἐοικέναι. Τοῦτο γὰρ τὸ μὲν ὅρασιν, τὸ δ᾽ ἀκοήν, τὸ δ᾽ ὄσφρησιν, τὸ δὲ γεῦσιν, τὸ δ᾽ ἁφήν.

5.2

Ὑπάρχειν δέ τινα καὶ σύνθετον αἴσθησιν, ἐν ᾗ τό τε φανταστικὸν πᾶν γίγνεσθαι καὶ ⟨τὸ⟩ μνημονευτικὸν καὶ τὸ δοξαστικόν, ὅπερ οὖν οὐδ᾽ ἄμοιρον τοῦ νοῦ τυγχάνειν. Αἰσθάνεσθαι δὲ ἡμᾶς παθούσης τι τῆς αἰσθήσεως.

6

Πλάτωνος ἐκ τοῦ Φαίδωνος.

Ὁ δὲ ἐγκέφαλός ἐστιν ὁ τὰς αἰσθήσεις παρέχων τοῦ ἀκούειν καὶ ὁρᾶν καὶ ὀσφραίνεσθαι, ἐκ τούτων δὲ γίγνοιτο μνήμη καὶ δόξα, ἐκ δὲ μνήμης καὶ δόξης λαβούσης τὸ ἠρεμεῖν, κατὰ ταῦτα γίγνεσθαι ἐπιστήμην.

7

Ἐμπεδοκλῆς.

Γαίᾳ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ᾽ ὕδωρ, αἰθέρι δ᾽ αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον.

Contents

Sign in to save your reading →