Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 50

Κεφάλαιον Νʹ

Περὶ αἰσθήσεως καὶ αἰσθητῶν καὶ εἰ ἀληθεῖς αἱ αἰσθήσεις.

1

⟨Ἀετίου.⟩

Ἐπίκουρος· τό ⟨τε⟩ μόριόν ἐστιν ἡ αἴσθησις, ἥτις ἐστί⟨ν ἡ⟩ δύναμις, καὶ τὸ ἐπαίσθημα, ὅπερ ἐστὶ τὸ ἐνέργημα· ὥστε διχῶς παρ᾽ αὐτῷ λέγεσθαι αἴσθησιν μὲν τὴν δύναμιν, αἴσθησιν δὲ τὸ ἐνέργημα.

2a

⟨Ἀετίου.⟩

Πλάτων τὴν αἴσθησιν ἀποφαίνεται ψυχῆς καὶ σώματος κοινωνίαν πρὸς τὰ ἐκτός· ἡ μὲν γὰρ δύναμις ψυχῆς, τὸ δὲ ὄργανον σώματος, ἄμφω δὲ διὰ φαντασίας ἀντιληπτικὰ τῶν ἔξωθεν.

2b

Λέγει δὲ ἐν τῷ Φιλήβῳ ὧδε·

“Τὸ δὲ ἐν ἑνὶ πάθει τὴν ψυχὴν καὶ τὸ σῶμα κοινῇ γιγνόμενον κοινῇ καὶ κινεῖσθαι, ταύτην δὲ τὴν κίνησιν ὀνομάζων αἴσθησιν οὐκ ἀπὸ τρόπου φθέγγοιο ἄν;

Ἀληθέστατα λέγεις.”

3

⟨Ἀετίου.⟩

Κατὰ τοὺς Περιπατητικοὺς τετραχῶς· ἐξ οὗ τὸ ἡγεμονικόν, δι᾽ οὗ τὸ ὄργανον καὶ αἰσθητήριον, καθ᾽ ὃ ἡ ἐνέργεια, καὶ ⟨οὗ⟩ ἕνεκα τὸ αἰσθητόν.

4

Λεύκιππος, Δημόκριτος τὰς αἰσθήσεις καὶ τὰς νοήσεις ἑτεροιώσεις εἶναι τοῦ σώματος.

5.1

Ἀριστοτέλης τὴν αἴσθησιν ἑτεροίωσιν αἰσθητοῦ καὶ μεσότητα· κοινὴν δὲ αἴσθησιν τὴν τῶν συνθέτων εἰδῶν κριτικήν, εἰς ἣν πᾶσαι συμβάλλουσιν αἱ ἁπλαῖ τὰς ἰδίας ἑκάστη ⟨φαντασίας⟩, ἐν ᾗ τὸ μεταβατικὸν ἀφ᾽ ἑτέρου εἰς ἕτερον οἷον σχήματος ⟨καὶ⟩ κινήσεως σώματος,

5.2

ἐν μεθορίῳ τοῦ λογικοῦ καὶ τοῦ ἀλόγου, μνήμης καὶ νοῦ μετέχουσα, διατείνουσα καὶ ἐπὶ τὰ ἄλογα τῶν ζῴων, καθὸ ποσὴν διανοίας ἀναλογίαν ἔχει· κοινὰ δ᾽ ἐστὶν ὄψεως μὲν καὶ ἁφῆς σχῆμα, ὄψεως δὲ καὶ ἀκοῆς διάστημα, πασῶν δὲ κίνησις καὶ μέγεθος καὶ ἀριθμός.

6

⟨Οἱ⟩ Στωικοὶ τήνδε τὴν κοινὴν αἴσθησιν ἐντὸς ἁφὴν προσαγορεύουσι, καθ᾽ ἣν καὶ ἡμῶν αὐτῶν ἀντιλαμβανόμεθα.

7

⟨Ἀετίου.⟩

†πελλῆς πλείους αἰσθήσεις εἶναι περὶ τὰ ἄλογα ζῷα.

8

⟨Ἀετίου.⟩

Δημόκριτος πλείους μὲν εἶναι τὰς αἰσθήσεις τῶν αἰσθητῶν, τῷ δὲ μὴ ἀναλογίζειν τὰ αἰσθητὰ τῷ πλήθει λανθάνειν.

9

Οἱ δ᾽ ἄλλοι παρίσους.

10

⟨Ἀετίου.⟩

Οἱ Στωικοὶ σωμάτων τὰς αἰσθήσεις.

11

Οἱ ἀπὸ τῶν ἀρχαίων τῶν περὶ τὰ σώματα ἀσωμάτων λόγων ἅπερ ἤδη σχήματα προσαγορεύουσι.

12

Λεύκιππος, Δημόκριτος, Ἐπίκουρος τὴν αἴσθησιν καὶ τὴν νόησιν γίνεσθαι εἰδώλων ἔξωθεν προσιόντων· μηδενὶ γὰρ ἐπιβάλλειν μηδετέραν χωρὶς τοῦ προσπίπτοντος.

13

Οἱ ἄλλοι εἰδῶν ἢ σχημάτων ἑτεροιώσει ⟨ἢ⟩ ἐν ψυχῇ τυπώσει, ἀπορροίαις πάντως μᾶλλον ἢ εἰδώλοις.

14

Οἱ Στωικοὶ πᾶσαν αἴσθησιν εἶναι συγκατάθεσιν καὶ κατάληψιν.

15

Οἱ Ἀκαδημαϊκοὶ μὴ εἶναι τὰς αἰσθήσεις μήτε καταλήψεις μήτε συγκαταθέσεις.

16

Οἱ Περιπατητικοὶ οὐκ ἄνευ μὲν συγκαταθέσεως τὰς αἰσθήσεις, οὐ μέντοι συγκαταθέσεις.

17

⟨Ἀετίου.⟩

Πυθαγόρας, Ἐμπεδοκλῆς, Ξενοφάνης, Παρμενίδης, Ζήνων, Μέλισσος, Ἀναξαγόρας, Δημόκριτος, Μητρόδωρος, Πρωταγόρας, Πλάτων ψευδεῖς εἶναι τὰς αἰσθήσεις.

18

Οἱ ἀπὸ τῆς Ἀκαδημίας ὑγιεῖς μέν, ὅτι δι᾽ αὐτῶν οἷόν τε λαβεῖν ἀληθεῖς φαντασίας, οὐ μὴν ἀκριβεῖς.

19

Ἀριστοτέλης τὴν αἴσθησιν μὴ πλανᾶσθαι περὶ τὸ ἴδιον, περὶ δὲ τὸ συμβεβηκός.

20

Οἱ Στωικοὶ τὰς μὲν αἰσθήσεις ἀληθεῖς, τῶν δὲ φαντασιῶν τὰς μὲν ἀληθεῖς τὰς δὲ ψευδεῖς.

21.1

Ἐπίκουρος πᾶσαν αἴσθησιν καὶ πᾶσαν φαντασίαν ἀληθῆ, τῶν δὲ δοξῶν τὰς μὲν ἀληθεῖς τὰς δὲ ψευδεῖς.

21.2

Καὶ ἡ μὲν αἴσθησις μοναχῶς ψευδοποιεῖται κατὰ νοητά, ἡ δὲ φαντασία διχῶς [νοεῖται]· καὶ γὰρ αἰσθητῶν ἐστι φαντασία καὶ νοητῶν.

22

Παρμενίδης, Ἐμπεδοκλῆς, Ἀναξαγόρας, Δημόκριτος, Ἐπίκουρος, Ἡρακλείδης παρὰ τὰς συμμετρίας τῶν πόρων τὰς κατὰ μέρος αἰσθήσεις γίνεσθαι τοῦ οἰκείου, τῶν αἰσθητῶν ἑκάστου ἑκάστῃ ἐναρμόττοντος.

23

Οἱ Περιπατητικοὶ παρὰ τὰς δυνάμεις τῶν αἰσθητηρίων.

24.1

Οἱ μὲν ἄλλοι φύσει τὰ αἰσθητά, Λεύκιππος δέ, Δημόκριτος καὶ Διογένης νόμῳ, τοῦτο δ᾽ ἐστὶ δόξῃ καὶ πάθει τοῖς ἡμετέροις·

24.2

μηδὲν δ᾽ εἶναι ἀληθὲς μηδὲ καταληπτὸν ἐκτὸς τῶν πρώτων στοιχείων, ἀτόμων καὶ κενοῦ· ταῦτα γὰρ εἶναι μόνα φύσει, τὰ δ᾽ ἐκ τούτων, θέσει καὶ τάξει καὶ σχήματι διαφέροντα ἀλλήλων, συμβεβηκότα.

25

⟨Ἀετίου.⟩

Παρμενίδης, Ἐμπεδοκλῆς ἐλλείψει τροφῆς τὴν ὄρεξιν.

26

⟨Ἀετίου.⟩

Οἱ τὰ ἄτομα καὶ οἱ τὰ ὁμοιομερῆ καὶ οἱ τὰ ἀμερῆ καὶ τὰ ἐλάχιστα πάντ᾽ ἐν πᾶσι τὰ αἰσθητὰ ἀναμεμίχθαι καὶ μηδὲν αὐτῶν εἰλικρινὲς ὑπάρχειν, παρὰ δὲ τὰς ἐπικρατείας ὀνομάζεσθαι τοῖον ἢ τοῖον καὶ παρὰ τὴν πολυαύγειαν.

27

Πυθαγόρας καὶ Πλάτων καθαρὸν ἕκαστον εἶναι τῶν αἰσθητῶν ἐξ ἑκάστου στοιχείου προερχόμενον. Πρὸς μὲν οὖν τὴν ὅρασιν τὸ αἰθερῶδες πεφυκέναι, πρὸς δὲ τὴν ἀκοὴν τὸ πνευματικόν, πρὸς δὲ τὴν ὄσφρησιν τὸ πυρῶδες, πρὸς δὲ τὴν γεῦσιν τὸ ὑγρόν, πρὸς δὲ τὴν ἁφὴν τὸ γεῶδες.

28

Ἐπίκουρος τῶν αἰσθητῶν ⟨τὰς⟩ ἡδονὰς ἤδη καὶ τὰς λύπας.

29

Οἱ Περιπατητικοὶ τῶν νοητῶν· οὐ γὰρ πᾶσι φαίνεται τὰ αὐτὰ ἡδέα τε καὶ λυπηρὰ καθάπερ λευκά τε καὶ μέλανα.

30

Χρύσιππος τὸ μὲν γενικὸν ἡδὺ νοητόν, τὸ δὲ εἰδικὸν καὶ προσπῖπτον ἤδη αἰσθητόν.

31

⟨Ἀετίου.⟩

Ἐμπεδοκλῆς τὰς ἡδονὰς γίνεσθαι τοῖς μὲν ὁμοίοις [τῶν ὁμοίων], κατὰ δὲ τὸ ἐλλεῖπον πρὸς τὴν ἀναπλήρωσιν, ὥστε τῷ ἐλλείποντι ἡ ὄρεξις τοῦ ὁμοίου· τὰς δ᾽ ἀλγηδόνας τοῖς ἐναντίοις, ἠλλοτριῶσθαι γὰρ πρὸς ἄλληλα ὅσα διαφέρει κατά τε τὴν σύγκρισιν καὶ τὴν τῶν στοιχείων κρᾶσιν.

32

Ἀναξαγόρας πᾶσαν αἴσθησιν μετὰ πόνου.

33

Οἱ ἄλλοι ἐπιγίγνεσθαι ἤτοι ἡδονὴν ἢ πόνον οὐδὲ συμπεφυκέναι.

Contents

Sign in to save your reading →