69.44
I.49.69.44 · Wachsmuth pp. 471
Τοιγαροῦν ὁ ἐκ τῆς πρώτης συνόδου καὶ κράσεως τῶν στοιχείων γιγνόμενος ἀτμὸς καὶ ὡσανεὶ ἔξαψις καὶ ἀναθυμίασις[, ὁποῖος ἂν ᾖ,] παραμιγεὶς τῇ ψυχῇ ἄγει αὐτὴν εἰς ἑαυτόν, ὡς ἂν ἔχῃ φύσεως, εἴτε σπουδαίως, εἴτε μή.
69.45
I.49.69.45 · Wachsmuth pp. 471
Τῇ γὰρ ἐξ ἀρχῆς πρὸς αὐτὸν οἰκειότητι καὶ συντροφίᾳ ἐπιμένουσα ἡ ψυχὴ τὴν τάξιν διατηρεῖ.
69.46
I.49.69.46 · Wachsmuth pp. 471
Ὅταν δὲ ἐπιπροσγένηται ἤτοι τῷ ὅλῳ συγκράματι ἢ καὶ μέρεσιν ἢ μέρει αὐτοῦ ἔξωθέν τις πλείων μοῖρα τοῦ προκαταβεβλημένου, τότε καὶ ὁ ἐντεῦθεν μεταλλοιούμενος ἀτμὸς μεταλλοιοῖ ἤτοι τὴν τῆς ψυχῆς διάθεσιν ἢ τὴν τοῦ σώματος.
69.47
I.49.69.47 · Wachsmuth pp. 471-472
Τὸ γὰρ πῦρ καὶ τὸ πνεῦμα, ἀνωφερῆ ὄντα, ἐπὶ τὴν ψυχήν, ὁμοιόχωρον αὐτοῖς ὑπάρχουσαν, ἀνατρέχει· τὸ δὲ ὑγρὸν καὶ τὸ γεῶδες, κατωφερῆ ὄντα, τῷ σώματι, ὁμοιέδρῳ ὄντι, ἐφιζάνει.