Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
69.10
I.49.69.10 · Wachsmuth pp. 465
καὶ ὅπως μὴ ἡ τοῦ σώματος ὑγρότης τέλεον ἀσθενὴς διαμένῃ, ὧν μὲν τὰ στόματα καὶ τοῖς ὀδοῦσιν ἐχαράκωσεν ὧν δὲ τοὺς ὄγκους ὀξύνας δύναμιν περιέθηκεν (οὕτως τὰ μὲν τῇ τοῦ θανάτου εὐλαβείᾳ ἰσχυρότερα τῶν ἄλλων)·
69.11
I.49.69.11 · Wachsmuth pp. 465
τὰ δὲ νηκτά, δειλὰ ὄντα, ἐνοικεῖν ἔδωκε στοιχείῳ, ἐν ᾧ τὸ φῶς οὐδετέραν ὧν ἔχει δυνάμεων ἐνεργεῖν ἰσχύει (ἐν γὰρ ὕδατι τὸ πῦρ οὔτε φαίνει οὔτε καίει)·
69.12
I.49.69.12 · Wachsmuth pp. 465
ἕκαστον δὲ αὐτῶν ἢ φολίσιν ἢ ἀκάνθαις ἐν ὕδατι νηχόμενον φεύγει ὅπῃ ἂν θέλῃ, τὴν ἰδίαν περιβεβλημένον δειλίαν καὶ σκεπαστήριον ἔχον εἰς τὸ μὴ ὁρᾶσθαι τὸ ὕδωρ.
69.13
I.49.69.13 · Wachsmuth pp. 465
Εἰς γὰρ ἕκαστον τῶν σωμάτων τούτων καθ᾽ ὁμοιότητα ἐγκλείονται αἱ ψυχαί, ὥστε εἰς μὲν ἀνθρώπους χωρεῖν τὰς κριτικάς, εἰς δὲ πτηνὰ τὰς ἀπανθρώπους, εἰς δὲ τετράποδα ⟨τὰς⟩ ἀκρίτους (νόμος γὰρ ἐκείνοις ἐστὶν ἡ ἰσχύς),
69.14
I.49.69.14 · Wachsmuth pp. 465
εἰς δὲ ἑρπετὰ τὰς δολίας (οὐδὲν γὰρ αὐτῶν ἐξ ἐναντίου ἐπεξέρχεται τοῖς ἀνθρώποις, λοχήσαντα δὲ καταβάλλει), εἰς δὲ [τὰ] νηκτὰ τὰς δειλὰς καὶ ὅσα τῶν λοιπῶν στοιχείων ἀπολαύειν ἀνάξια τυγχάνει.
69.15
I.49.69.15 · Wachsmuth pp. 465
Γίγνεται μὲν οὖν καὶ ἐν ἑκάστῳ ⟨εἴδει⟩ εὑρεῖν ζῷον τῇ ἰδίᾳ φύσει μὴ καταχρώμενον.
“Πῶς πάλιν, ὦ τεκοῦσα;” εἶπεν Ὧρος.
69.16
I.49.69.16 · Wachsmuth pp. 466
Καὶ ἀπεκρίθη Ἶσις· “Ὥστε ἄνθρωπον μέν, ὦ τέκνον, τὸ κριτικὸν ὑπερβῆναι, τετράπουν δὲ τὴν ἀνάγκην παραλλάξαι, ἑρπετὸν δὲ τὸ δόλιον ἀπολέσαι, καὶ νηκτὸν τῆς δειλίας καταφρονῆσαι, καὶ πτηνὸν τῆς ἀπανθρωπίας ἐκπεσεῖν. Καὶ τὰ μὲν περὶ τῆς διαθέσεως τῶν ἄνω καὶ τῆς καταβάσεως αὐτῶν καὶ τῆς σωματουργίας τοσαῦτα.”
69.17
I.49.69.17 · Wachsmuth pp. 466
Συμβαίνει δέ, ὦ τέκνον, ἐν ἑκάστῳ εἴδει εὑρίσκεσθαι καὶ γένει τῶν προκειμένων βασιλικάς τινας ψυχάς, καταβαίνειν δὲ καὶ ἄλλας ἀλλοίους, τὰς μὲν διαπύρους, τὰς δὲ ψυχράς, τὰς δὲ ὑπερηφάνους, τὰς δὲ πραείας, ⟨τὰς δὲ ἐλευθερίους,⟩ τὰς δὲ βαναύσους, τὰς δὲ ἐμπείρους, τὰς δὲ ἀπείρους, τὰς δὲ ἀργάς, τὰς δὲ ἐνεργεῖς, τὰς δὲ ἄλλοτε ἄλλας οὔσας.
69.18
I.49.69.18 · Wachsmuth pp. 466
Συμβαίνει δὲ τοῦτο παρὰ τὴν τῶν τόπων θέσιν, ὅθεν εἰς τὸ ἐνσωματισθῆναι καθάλλονται αἱ ψυχαί. Αἱ μὲν γὰρ ἀπὸ βασιλικοῦ διαζώματος καταπηδῶσι τῆς ὁμοιοπαθοῦς βασιλικῆς τύχης. Πολλαὶ γὰρ εἰσι βασιλεῖαι· αἱ μὲν γάρ εἰσι ψυχῶν, αἱ δὲ σωμάτων, αἱ δὲ τέχνης, αἱ δὲ ἐπιστήμης, αἱ δὲ αὖ τῶν καὶ τῶν.
69.19
I.49.69.19 · Wachsmuth pp. 466-467
“Πῶς πάλιν;” εἶπεν Ὧρος.
“Οἷον, ὦ τέκνον Ὧρε, ἀπογεγονότων ἤδη ψυχῶν μὲν Ὄσιρις, ὁ πατήρ σου· σωμάτων δὲ ὁ ἑκάστου ἔθνους ἡγεμών· βουλῆς δὲ ὁ πατὴρ πάντων καὶ καθηγητὴς ὁ τρισμέγιστος Ἑρμῆς·”
69.20
I.49.69.20 · Wachsmuth pp. 467
ἰατρικῆς δὲ ὁ Ἀσκληπιὸς ὁ Ἡφαίστου· ἰσχύος δὲ καὶ ῥώμης πάλιν Ὄσιρις, μεθ᾽ ὃν, ὦ τέκνον, αὐτὸς σύ· φιλοσοφίας δὲ Ἀρνεβεσχῆνις, ποιητικῆς δὲ πάλιν ὁ Ἀσκληπιὸς ⟨ὁ⟩ Ἰμούθης.
69.21
I.49.69.21 · Wachsmuth pp. 467
Καθόλου γάρ, ὦ τέκνον, εὑρήσεις, ἐὰν ἐξετάζῃς, πολλοὺς καὶ πολλῶν ἄρχοντας καὶ πολλοὺς πολλῶν βασιλεύοντας. Ἀλλ᾽ ὁ μὲν πάντων κρατῶν, τέκνον, ἐκ τῆς ὑπεράνω χώρας ἐστίν, ὁ δὲ τῶν κατὰ μέρος ἐκείνην ἔσχε τάξιν, ἀφ᾽ οὗ τόπου ἐστίν·
69.22
I.49.69.22 · Wachsmuth pp. 467
βασιλικωτέραν ⟨μὲν . . . . . . τοῦ βασιλικοῦ⟩ διαζώματος τετευχότες·
69.23
I.49.69.23 · Wachsmuth pp. 467
⟨οἱ δὲ ἀπὸ τοῦ πυρώδους⟩ πυρὸς ἐργάται γίγνονται καὶ τροφεῖς· οἱ δὲ ἀπὸ τοῦ ὑγροῦ ἐν ὑγροῖς διαζῶσιν· οἱ δὲ ἀπὸ ⟨τοῦ⟩ ἐπιστημονικοῦ καὶ τεχνιτικοῦ περὶ ἐπιστήμας καταγίγνονται καὶ τέχνας· οἱ δὲ ἀπὸ ⟨τοῦ⟩ ἀργοῦ ἀργῶς καὶ ἐπιρρεμβῶς διαζῶσι.
69.24
I.49.69.24 · Wachsmuth pp. 467
Πάντων γὰρ τῶν ἐπὶ γῆς, ὦ τέκνον, διὰ λόγου καὶ ἔργου πραγμάτων ἄνω εἰσὶν αἱ πηγαί, μέτρῳ καὶ σταθμῷ ἐπιχύνουσαι ἡμῖν τὰς οὐσίας, καὶ οὐκ ἔστιν ὃ μὴ ἄνωθεν καταβέβηκε καὶ πάλιν ἀνέρχεται ἵνα καταβῇ.
69.25
I.49.69.25 · Wachsmuth pp. 467-468
“Πῶς πάλιν λέγεις τοῦτο, ὦ τεκοῦσα, παράδειξον.”
Καὶ ἀπεκρίθη Ἶσις πάλιν· “Τῆς παλινδρομίας ἐναργὲς τοῦτο σημεῖον τοῖς ζῴοις ἐνέθηκεν ἡ ἱερωτάτη φύσις· τοῦτο γὰρ ὃ σπῶμεν ἄνωθεν ἐξ ἀέρος πνεῦμα, τοῦτο πάλιν ἄνω πέμπομεν ἵνα λάβωμεν·”
69.26
I.49.69.26 · Wachsmuth pp. 468
καὶ εἰσίν, ὦ τέκνον, τούτου τοῦ ἐνεργήματος τεχνίτιδες ἐν ἡμῖν ῥῖναι, αἳ ἐπειδὰν μύσωσι τὰ δεκτικὰ ἑαυτῶν τοῦ πνεύματος στόματα, τότε ἡμεῖς οὐκέτι ὧδέ ἐσμεν, ἀλλ᾽ ἀναβεβήκαμεν.
69.27
I.49.69.27 · Wachsmuth pp. 468
Προσεπιγίγνεται δέ, ὦ παῖ μεγαλόδοξε, καὶ ἕτερά τινα ἡμῖν ἐκτὸς ⟨τῆς⟩ τοῦ φυράματος συσταθμίας.
“Τί δέ ἐστιν”, Ὧρος εἶπε, “τὸ φύραμα τοῦτο, ὦ τεκοῦσα;”
69.28
I.49.69.28 · Wachsmuth pp. 468
Σύνοδός ἐστι καὶ κρᾶσις τῶν τεσσάρων στοιχείων, ἐξ ἧς κράσεως καὶ συνόδου ἀναθυμιᾶταί τις ἀτμός, ὃς περιειλεῖται μὲν τῇ ψυχῇ, διατρέχει δὲ ἐν ⟨τῷ⟩ σώματι, ἀμφοτέροις μεταδιδοὺς [τουτέστι τῷ σώματι καὶ τῇ ψυχῇ] τῆς ἰδίας ποιότητος· καὶ οὕτως αἱ διαφοραὶ τῶν ψυχικῶν καὶ τῶν σωματικῶν ἐναλλοιώσεων γίγνονται.
69.29
I.49.69.29 · Wachsmuth pp. 468
Εἰ μὲν γὰρ κατὰ τὴν σωματικὴν διάταξιν πλεονάσειε τὸ πῦρ, τὸ τηνικαῦτα ἡ ψυχὴ θερμὴ τὴν φύσιν ὑπάρχουσα καὶ ἕτερον θερμὸν προσλαβοῦσα, ἐκπυρωδεστέρα γενομένη, ποιεῖ τὸ ζῷον ἐνεργότερον καὶ θυμικόν, τὸ δὲ σῶμα ὀξὺ καὶ εὐκίνητον·
69.30
I.49.69.30 · Wachsmuth pp. 468
εἰ δὲ πλεονάσειεν ὁ ἀήρ, τὸ τηνικαῦτα καὶ κοῦφον καὶ πηδητικὸν καὶ ἀνέδραστον γίνεται τὸ ζῷον καὶ ψυχῇ καὶ σώματι.
69.31
I.49.69.31 · Wachsmuth pp. 468-469
Εἰ δὲ τὸ ὕδωρ πλεονάσειε, τὸ τηνικαῦτα καὶ τὸ ζῷον τῇ μὲν ψυχῇ γίνεται εὔρουν τε καὶ εὐφυὲς καὶ εὐπερίχυτον ἱκανῶς τε τοῖς ἄλλοις ἐπιπεσεῖν καὶ κολληθῆναι δυνάμενον, διὰ τὸ πρὸς τὰ ἄλλα ἑνωτικὸν καὶ κοινωνικὸν τοῦ ὕδατος· ἐφιζάνει γὰρ πᾶσι, καὶ πολὺ μὲν ὂν εἰς ἑαυτὸ ἀναλύει καὶ περιλαμβάνει, ὀλίγον δ᾽ ὑπάρχον καὶ καταδῦσαν, ἐκεῖνο γίνεται ᾧ ἐμίγη.
69.32
I.49.69.32 · Wachsmuth pp. 469
τὰ μέντοι σώματα ὑπὸ πλαδαρότητος καὶ χαυνότητος εἰς περίσφιγξιν οὐκ ἄγεται, ἀλλὰ μικρᾷ τινι νόσου ἀφορμῇ λύεται, καὶ τοῦ ἰδίου συνδέσμου κατ᾽ ὀλίγον ἐκπίπτει.
69.33
I.49.69.33 · Wachsmuth pp. 469
Εἰ δὲ τὸ γεῶδες πλεονάσειε, τὸ τηνικαῦτα ἀμβλεῖα μὲν τοῦ ζῴου ἡ ψυχὴ γίνεται, οὐκ ἔχουσα τὴν σωματικὴν ἀραιότητα εὔλυτον οὐδὲ τὸ δι᾽ οὗ πηδήσεται, πεπαχυμμένων τῶν αἰσθητικῶν μερῶν, ἀλλὰ ἔνδον μένει παρ᾽ ἑαυτῇ ὑπὸ βάρους καὶ πυκνότητος πεδηθεῖσα, τὸ δὲ σῶμα στερεὸν μέν, ἀλλὰ ἀργὸν καὶ βαρὺ καὶ μετὰ βίας ὑπὸ τῆς προαιρέσεως μετακινούμενον.
69.34
I.49.69.34 · Wachsmuth pp. 469
Εἰ δὲ σύμμετρος γένοιτο ἡ πάντων σύστασις, τότε τὸ ζῷον θερμὸν εἰς πρᾶξιν, κοῦφον δὲ εἰς κίνησιν, εὔκρατον δὲ εἰς ἁφήν, γενναῖον δὲ εἰς πῆξιν κατασκευάζεται.
69.35
I.49.69.35 · Wachsmuth pp. 469
Ὅσα οὖν τῷδε τῷ λόγῳ κεκοινώνηκε πλείονος μὲν πυρὸς καὶ πνεύματος, ταῦτα ἀπωρνέωται καὶ ἄνω παρ᾽ ἐκείνοις πολιτεύεται τοῖς στοιχείοις, ἐξ ὧν καὶ ἐγένετο. Ὅσα δὲ πλείονος μὲν πυρός, ὀλίγου δὲ πνεύματος, ὕδατος δὲ καὶ γῆς ἴσης, ταῦτα ἀπηνθρώπισται, καὶ τῷ ζῴῳ τὸ περισσὸν τοῦ θερμοῦ εἰς σύνεσιν ἐτράπη· ὁ γὰρ ἐν ἡμῖν νοῦς θερμόν τι χρῆμά ἐστιν, ὃ καίειν μὲν οὐκ οἶδε, διαδύνειν δὲ κατὰ πάντων [καὶ] ἐπίσταται.
69.36
I.49.69.36 · Wachsmuth pp. 469-470
Ὅσα δὲ πλείονος μὲν ὕδατος, πλείονος δὲ γῆς, μετρίου δὲ πνεύματος, [καὶ] ὀλίγου δὲ πυρός, ταῦτ᾽ ἀποτεθηρίωται, τῇ δὲ τοῦ θερμοῦ περιουσίᾳ ἀλκιμώτερα γέγονε τῶν ἄλλων.
69.37
I.49.69.37 · Wachsmuth pp. 470
Ὅσα δὲ γῆς καὶ ὕδατος ἴσων κεκοινώνηκε, ταῦτα ἀφηρπέτωται καὶ τῇ τοῦ πυρὸς στερήσει ἄτολμα γέγονε καὶ ἀπαρρησίαστα, τῇ δὲ τοῦ ὕδατος κοινωνίᾳ ψυχρὰ ἐγένετο, τῇ δὲ τῆς γῆς βαρέα καὶ νωθρά, τῇ δὲ τοῦ πνεύματος εὐκίνητα, εἰ ⟨ἐν⟩ προαιρέσει τὸ κινεῖσθαι.
69.38
I.49.69.38 · Wachsmuth pp. 470
Ὅσα δὲ πλείονος μὲν ὑγροῦ, ὀλίγου δὲ ξηροῦ, ταῦτα ἀπιχθύωται καὶ τῇ μὲν τοῦ θερμοῦ καὶ ἀέρος στερήσει δειλά ἐστι καὶ αὐτά, τῇ δὲ τοῦ ὑγροῦ περιουσίᾳ καὶ τῇ τοῦ γεώδους παρουσίᾳ ἐν λελυμένῃ γῇ καὶ ὕδατι διὰ τὸ συγγενὲς κατοικεῖ.
69.39
I.49.69.39 · Wachsmuth pp. 470
Καὶ πρὸς μὲν τὴν τοῦ ἑκάστου στοιχείου μοῖραν καὶ τῆς μοίρας τὴν περιοχήν καὶ τὰ σώματα ἡλικιάζεται· καὶ πρὸς τὴν ὀλιγομετρίαν τὰ λοιπὰ ζῷα μεμετροποίηται, πρὸς ἐνέργειαν τὴν ἑκάστῳ τῶν στοιχείων οὐσιομετρίαν.
69.40
I.49.69.40 · Wachsmuth pp. 470
Καὶ ἔτι, ὦ παῖ περιπόθητε, λέγω, ὅτι ἐκ ταύτης οὕτω συστάσεως ἡ κατὰ τὴν πρώτην σύνοδον γενομένη κρᾶσις καὶ ὁ ἐκ ταύτης ἀναθυμιώμενος ἀτμὸς ἐφ᾽ ὅσον τὴν ἰδίαν τηρήσουσιν ἰδιότητα, ὥστε τὸ μὲν θερμὸν ἕτερον μὴ λαβεῖν θερμόν, μηδὲ τὸ ἀερῶδες πνεῦμα ἕτερον, μηδὲ τὸ ὑγρὸν ἑτέραν ὑγρασίαν, μηδὲ τὸ γεῶδες ἑτέραν πυκνότητα, τὸ τηνικαῦτα τὸ ζῷον ὑγιαίνει.
69.41
I.49.69.41 · Wachsmuth pp. 470-471
Ἐπὰν γὰρ μὴ οὕτως μένῃ, ὦ τέκνον, ἐφ᾽ οἷς ἔσχεν ἐξ ἀρχῆς μέτροις, ἀλλ᾽ ἤτοι πλεονάσῃ ταῦτα, οὐκ ἐνεργείᾳ λέγω ⟨τῇ⟩ κατὰ περιοχήν οὐδὲ τῇ κατ᾽ αὔξησιν γινομένῃ μεταβολῇ τοῦ γένους καὶ τῶν σωμάτων, ἀλλὰ τῇ ὡς προέφαμεν συστατικῇ τῶν στοιχείων κράσει, ὥστε τὸ μὲν θερμὸν ἐπὶ πλέον αὐξηθῆναι ἢ ἐπὶ πλέον ἐλαττωθῆναι, τὰ δὲ ἄλλα ὁμοίως, ⟨τὸ⟩ τηνικαῦτα [οὕτως] νοσεῖ τὸ ζῷον.
69.42
I.49.69.42 · Wachsmuth pp. 471
Ἐπὰν γὰρ οὕτως διατεθῇ τό τε θερμὸν καὶ τὸ ἀερῶδες, ἃ δὴ σύσκηνά ἐστι τῆς ψυχῆς, τότε ἐν ἀλληγορίαις καὶ ἐκστάσεσι γίγνεται τὸ ζῷον· πεπύκνωται γὰρ τὰ στοιχεῖα, δι᾽ ὧν διαφθείρεται τὰ σώματα.
69.43
I.49.69.43 · Wachsmuth pp. 471
Αὐτὸ μὲν γὰρ τὸ γεῶδές ἐστιν ἡ τοῦ σώματος πῆξις, τὸ δὲ ὑγρὸν ἡ ἐν τούτῳ ἐστὶν εἰς συμπαγίαν περίχυσις, τὸ δὲ ἀερῶδές ἐστι τὸ ἐν ἡμῖν κινητικόν, καὶ τούτων πάντων διεγερτικὸν τὸ πῦρ.