Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 3

56 Πορφυρίου (ηʹ)

Γίγνεσθαι δὲ ἐκεῖ ζητήσεις λέγουσι περὶ τῆς ἐν τῷ σώματι ἐκείνῳ γλυφῆς. Οὐδὲ γὰρ ἔστι ῥᾳδίως πάσῃ τῇ ἀνατυπώσει ἐπιστῆσαι, διά τε τὸ πολλὰ εἶναι καὶ διὰ τὸ μὴ πάντα τὰ ζῷα καὶ φυτὰ ἐν πάσῃ χώρᾳ ὑπάρχειν.

Ἃ μὲν οὖν Ἰνδοὶ ἱστοροῦσι περὶ τοῦ παρ’ αὐτοῖς δοκιμαστηρίου ὕδατος, ἔστι ταῦτα. Οἶμαι δὲ τούτου καὶ Ἀπολλώνιον τὸν Τυανέα μεμνῆσθαι τοῦ ὕδατος, τοῦ ἐν τῷ σπηλαίῳ λέγω. Γράφων γὰρ τοῖς Βραχμᾶσιν ὅρκον τινὰ ὀμνύει· “οὐ μὰ τὸ Ταντάλειον ὕδωρ, οὗ με ἐμυήσατε.” Οἶμαι γὰρ Ταντάλου λέγειν τοῦτο, διὰ τὸ ἀεὶ τῇ προσδοκίᾳ κολάζειν τοὺς ἐπὶ τοῦτο ἐλθεῖν ἐσπουδακότας κἂκ τούτου ποτὸν ἀρύσασθαι.

Contents

Sign in to save your reading →