Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 49

64.18

Εἰς ὃ ἀφικέσθαι προελθόντες ἡμερησίαν ὁδόν, καὶ ἰδεῖν αὐτόθι κατὰ μέσον τὸ φῶς ἐκ τοῦ οὐρανοῦ τὰ ἄκρα αὐτοῦ τῶν δεσμῶν τεταμένα.

65.1

⟨Ἰαμβλίχου ἐκ τοῦ περὶ ψυχῆς.⟩

Πλωτῖνος δὲ καὶ οἱ πλεῖστοι τῶν Πλατωνικῶν ἀπόθεσιν τῶν παθῶν καὶ τῶν μορφωτικῶν διαγνώσεων, δόξης τε πάσης ὑπεροψίαν [τε] καὶ τῶν ἐνύλων διανοήσεων ἀπόστασιν, πλήρωσίν τε ἀπὸ νοῦ καὶ τοῦ ὄντος, ἀφομοίωσίν τε τοῦ κατανοουμένου πρὸς τὸ κατανοοῦν τὴν τελεωτάτην κάθαρσιν ὑπολαμβάνουσιν.

65.2

Ἔνιοι δὲ καὶ τούτων πολλάκις ἀποφαίνονται περὶ τὴν ἄλογον ψυχὴν καὶ τὸν δοξαστικὸν λόγον ἐμφύεσθαι τὴν κάθαρσιν· τὸν δὲ λόγον αὐτὸν τὸν οὐσιώδη καὶ τὸν νοῦν τῆς ψυχῆς ἀεὶ ὑπερέχειν τοῦ κόσμου καὶ συνῆφθαι τοῖς νοητοῖς αὐτὸν καὶ οὐδέποτε δεῖσθαι τελειώσεως καὶ ἀπολύσεως τῶν περιττῶν.

65.3

Ἀλλὰ δὴ τὸ μετὰ τοῦτο διελώμεθα, ὑπὸ τίνων ἕκαστα τούτων ἐπιτελεῖται, τὸ τῆς κρίσεως λέγω, τὸ τῆς δίκης ἔργον, τὸ τῆς καθάρσεως. Ὡς μὲν δὴ οἱ πλεῖστοι Πυθαγόρειοι καὶ Πλατωνικοὶ λέγουσιν, ὑπ᾽ αὐτῶν τῶν μεριστῶν ψυχῶν·

65.4

Ὡς δὲ οἱ ἀκριβέστεροι ἐν αὐτοῖς, ὑπὸ τῶν καθολικωτέρων καὶ τελειοτέρων ψυχῶν καὶ τῆς μιᾶς καὶ ὅλης ψυχῆς καὶ τῆς τάξεως τοῦ παντὸς καὶ τοῦ νοῦ τοῦ βασιλεύοντος καὶ τῆς ὅλης διακοσμήσεως·

65.5

Ὡς δ᾽ οἱ ἀρχαιότεροι διατείνονται, ⟨ὑπὸ⟩ τῶν ἐμφανῶν θεῶν, καὶ μάλιστα δὴ πάντων ἡλίου, τῶν τε δημιουργικῶν αἰτιῶν τῶν ἀφανῶν, τῶν τε κρειττόνων γενῶν πάντων, ἡρώων φημὶ καὶ δαιμόνων καὶ ἀγγέλων καὶ θεῶν, ἐξηγουμένων αὐτῶν τῆς ὅλης συστάσεως.

65.6

Τί ποτε οὖν αὐτῶν ἐστι τὸ τέλος, οὗ ἕνεκα πρώτως [αὐτῶν] ὑφεστήκασι; Κρίσεως μὲν ἄμικτος καθαρότης τῶν ἀγαθῶν, χωριστή τε αὐτῶν τῶν καλῶν τελεότης, ἀφεστηκυῖα τὸ παράπαν ἀπὸ τῶν ἀτελῶν, ὑπερβολή τε ἐξῃρημένη τῶν κρειττόνων αὐτὴ ἑαυτῇ, πρὸς ἣν οὐδὲν δύναται συντάττεσθαι τῶν χειρόνων οὐδέποτε.

65.7

Καὶ ταῦτα τοῖς παλαιοτέροις ἀρέσκει τὰ κεφάλαια αὐτῆς, ἄλλοις δ᾽ ἂν ἴσως εὐταξία καὶ διάστασις τοῦ χείρονος ἀπὸ τοῦ βελτίονος καὶ τὰ τοιαῦτα μᾶλλον ἂν δόξειεν εἶναι κυριώτερα τῆς ὠφελείας αὐτῆς αἴτια.

65.8

Δίκης δ᾽ ἂν εἴη τὸ τέλεον ἐν τῷ τὰ βελτίονα τῶν χειρόνων ἐπικρατεῖν καὶ ἐν τῷ τὸ κακὸν κολούειν καὶ ἀνατρέπειν καὶ ἀφανίζειν τὸ παράπαν καὶ ἐν τῷ τὴν ἀνάλογον καὶ κατ᾽ ἀξίαν ἰσότητα τοῖς πᾶσιν ἀπεργάζεσθαι.

65.9

Πρὸς δὴ ταῦτα δοκοῦντα τοῖς πρεσβυτέροις οἱ μὲν τὴν κατ᾽ ἀριθμὸν ἰσότητα ἢ πολλαπλασίωσιν, οἱ δὲ τὸ ἀντιπάσχειν τὰ αὐτὰ ἅπερ οἱ δράσαντες προηδίκησαν, οἱ δὲ τὴν ἀπαλλαγὴν τῆς κακίας, οἱ δὲ ἄλλο τι τοιοῦτον ὑποτίθενται ἀπ᾽ αὐτῆς τὸ λυσιτελοῦν, καὶ περὶ ταύτας τὰς αἱρέσεις ἑλίσσονται οἱ πολλοὶ Πλατωνικοὶ καὶ Πυθαγόρειοι.

65.10

Καὶ μὴν τῆς γε καθάρσεως ἀφαίρεσις τῶν ἀλλοτρίων, ἀπόδοσις τῆς οἰκείας οὐσίας, τελειότης, ἀποπλήρωσις, αὐτάρκεια, ἄνοδος ἐπὶ τὴν γεννησαμένην αἰτίαν, συναφὴ πρὸς τὰ ὅλα τῶν μερῶν, δόσις ἀπὸ τῶν ὅλων εἰς τὰ μεριστὰ δυνάμεως καὶ ζωῆς καὶ ἐνεργείας καὶ τὰ τοιαῦτα νοείσθω ὡς πάντων χρησιμώτατα.

65.11

Οἱ δὲ οὐ πείθονται τοῖς ἀρχαιοτέροις ταῦτα προστησαμένοις αὐτῆς τὰ ὄντως συμφέροντα, λύσιν δὲ ἀπὸ σώματος καὶ ἀπαλλαγὴν τῶν καταδέσμων καὶ φθορᾶς ἐλευθέρωσιν καὶ γενέσεως ἄφεσιν καὶ τὰ τοιαῦτα σμικρὰ τέλη προΐστανται αὐτῆς, ὡς τὰ προέχοντα τῶν ὅλων, ἐν οἷς εἰσιν οἱ πολλοὶ Πλατωνικοὶ καὶ Πυθαγόρειοι, ἄλλοι κατ᾽ ἄλλας αἱρέσεις διεστηκότες.

65.12

Ἔτι δὲ τὰ πέρατα τῶν τριῶν τούτων διελώμεθα, μέχρι πόσου δή τινος ἀποτελευτᾷ αὐτῶν ἕκαστον. Κρίνονται μὲν δὴ μέχρι τοῦδε αἱ ψυχαί, μέχρις ὅσου συντάττονται εἰς τὴν γένεσιν καὶ τοῦ παντὸς οὐκ ἀφίστανται καὶ συμμίγνυνταί πως πρὸς τὰ διαφέροντα·

65.13

Αἱ δὲ ἀφειμέναι ἀπόλυτοι καὶ ἀμιγεῖς καὶ ἀδέσποτοι παντελῶς καὶ αὐταὶ ἑαυτῶν οὖσαι καὶ πεπληρωμέναι τῶν θεῶν ὁμοῦ καὶ τῆς κρίσεως παντάπασιν ἀπελύθησαν.

65.14

Οὐ μὴν ἔτι γε τοῖς ἀρχαιοτέροις περὶ τούδε συμφωνοῦσιν οἱ Πλατωνικοὶ καὶ Πυθαγόρειοι, πάσας δὲ αὐτὰς ὑπάγουσιν ὑπὸ τὴν κρίσιν.

65.15

Ὡσαύτως δὴ οὖν καὶ περὶ τῆς δίκης οἱ μὲν παλαιότεροι τὰς ἀχράντους ψυχὰς καὶ τὰς ὁμονοητικῶς συναφθείσας τοῖς θεοῖς ἐντεῦθεν ἤδη τοῖς θεοῖς ἐντιθέασι καὶ ἐκβαινούσας τῶν σωμάτων ἄνευ τῆς δίκης ἀνάγουσιν εἰς τοὺς θεούς·

65.16

Οἱ δὲ Πλατωνικοὶ πάσας μετὰ τὴν δίκην εἰς τὴν οὐσίαν ἀπὸ τῆς γενέσεως ἀπολύουσι.

65.17

Γένοιτο δ᾽ ἂν καὶ περὶ τῆς καθάρσεως ἡ αὐτὴ ἀμφισβήτησις, ⟨εἰ⟩ οἱ αὐτοὶ μὲν ἄνδρες καὶ ταύτης ὑπερέχειν φασὶ τὰς ψυχὰς ὅσαι θεοῖς συνέπονται, οἱ δ᾽ ἄλλοι πάλιν οἱ μὲν περιόδους τῆς ψυχῆς περικοσμίους καθάρσεως εἶναι διατάττονται, ὥσπερ τινὲς Πλατωνικοί, οἱ δὲ καὶ τούτων αὐτὴν ὑπερέχουσαν προτάττουσιν, ὥσπερ δὴ λέγει Πλωτῖνος.

67.1

Ἐν ταὐτῷ.

Περὶ τῆς ἐπικαρπίας τῶν ψυχῶν, ἣν κομίζονται εἰσαῦθις, ἐπειδὰν ἐξέλθωσι τοῦ σώματος *, ἰσαγγέλους δὲ καὶ ἀγγελικὰς ψυχὰς *, τὸ ὅλον δὴ τοῦτο οἱ πρεσβύτεροι *.

67.2

Καὶ τηροῦσι μὲν αὐτὴν ἐπὶ τῆς οἰκείας τάξεως Πλούταρχος καὶ Πορφύριος καὶ οἱ παλαιότεροι· Πλωτῖνος δὲ πάντων τούτων αὐτὴν ἀφίστησιν.

67.3

Οἱ δ᾽ ἀρχαιότεροι παραπλησίαν τοῖς θεοῖς κατὰ νοῦν διάθεσιν ἀγαθοειδῆ καὶ προστασίαν τῶν τῇδε αὐτῇ ἀπονέμουσι καλῶς, Πορφύριος δὲ καὶ τοῦτο ἀπ᾽ αὐτῆς ἀφαιρεῖ.

67.4

Τῶν δὲ πρεσβυτέρων τινὲς ὑπερέχειν μὲν αὐτὴν λογισμοῦ φασι, τὰ δὲ ἔργα αὐτῆς οὕτω διηκριβωμένα ἀφορίζονται, ὡς οὐκ ἂν ἐξεύροι τῶν λογισμῶν ὁ καθαρὸς καὶ τελειότατος.

67.5

Πορφύριος δὲ αὐτὰς ἀφαιρεῖ παντάπασιν ἀπὸ τῆς ἀδεσπότου ζωῆς, ὡς οὔσας συμφυεῖς τῇ γενέσει καὶ πρὸς ἐπικουρίαν δοθείσας τοῖς συνθέτοις ζῴοις.

67.6

Ὁ δὲ παρὰ Πλάτωνι Τίμαιος ᾗπερ ἐσπάρησαν διαφερόντως ὑπὸ τοῦ δημιουργοῦ, ἄλλαι μὲν εἰς ἥλιον, ἄλλαι δὲ εἰς γῆν, ταύτῃ καὶ τὴν ἄνοδον αὐτὰς ἀνάγει, μὴ ὑπερβαινούσας τὸν ὅρον τῆς οἰκείας ἑκάστην πρόσθεν δημιουργικῆς καταβολῆς.

67.7

Ἕνωσιν μὲν οὖν καὶ ταυτότητα ἀδιάκριτον τῆς ψυχῆς πρὸς τὰς ἑαυτῆς ἀρχὰς πρεσβεύειν φαίνεται Νουμήνιος, σύμφυσιν δὲ καθ᾽ ἑτέραν οὐσίαν οἱ πρεσβύτεροι διασῴζουσι.

67.8

Καὶ ἀναλύσει μὲν ἐκεῖνοι, συντάξει δὲ οὗτοι προσεοίκασι· καὶ οἱ μὲν ἀδιορίστῳ συναφῇ, οἱ δὲ διωρισμένῃ χρῶνται.

67.9

Οὐ μέντοι κρατεῖται ὁ διορισμὸς αὐτῶν ὑπὸ τοῦ κόσμου ἢ κατέχεται ὑπὸ τῆς φύσεως, ὥσπερ τινὲς τῶν Πλατωνικῶν ὑπειλήφασιν· ἀνεῖται δὲ πάντῃ ἀφ᾽ ὅλων, ὥσπερ ἐπὶ τῶν ἀχωρίστων οὐσιῶν τουτὶ νοοῦμεν.

67.10

Οἱ δὲ περὶ Πορφύριον ἄχρι τῶν ἀνθρωπίνων βίων * *· τὸ δ᾽ ἀπὸ τούτου ψυχῶν ἄλλο εἶδος τὸ ἀλόγιστον ὑποτίθενται.

67.11

Ἔτι τοίνυν Πορφύριος μὲν ἀφομοιοῖ τὴν ψυχὴν τοῖς πᾶσι, μένουσαν καθ᾽ ἑαυτὴν ἥτις ἐστίν. Κατὰ δὲ τοὺς Πλατωνικοὺς ἐπιμελοῦνται τῶν ἀψύχων.

67.12

Ἀπολυθεῖσαι δὲ τῆς γενέσεως κατὰ μὲν τοὺς παλαιοὺς συνδιοικοῦσι τοῖς θεοῖς τὰ ὅλα, κατὰ δὲ τοὺς Πλατωνικοὺς θεωροῦσιν αὐτῶν τὴν τάξιν· καὶ ἀγγέλοις ὡσαύτως κατ᾽ ἐκείνους μὲν συνδημιουργοῦσι τὰ ὅλα, κατὰ δὲ τούτους συμπεριπολοῦσιν.

Contents

Sign in to save your reading →