Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
49 Δημοσθένους
I.3.49 · Wachsmuth pp. 61
Οὐ γὰρ ἔστιν ἀδικοῦντα καὶ ἐπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν κτήσασθαι. ἀλλὰ τὰ τοιαῦτα εἰς μὲν ἅπαξ καὶ βραχὺν χρόνον ἀντέχει· καὶ σφόδρα γε ἤνθησεν ἐπὶ ταῖς ἐλπίσιν, ἂν τύχῃ· τῷ χρόνῳ δὲ φωρᾶται καὶ περὶ αὑτὰ καταρρεῖ.
50 Ἐκ τῶν Ἐπικτήτου Ἀπομνημονευμάτων
I.3.50 · Wachsmuth pp. 61-62
“Ἀλλ’ ὁρῶ”, φησί τις, “τοὺς καλοὺς κἀγαθοὺς καὶ λιμῷ καὶ ῥίγει ἀπολλυμένους”. Τοὺς δὲ μὴ καλοὺς καὶ μὴ ἀγαθοὺς οὐχ ὁρᾷς τρυφῇ καὶ ἀλαζονείᾳ καὶ ἀπειροκαλίᾳ ἀπολλυμένους; “Ἀλλ’ αἰσχρὸν τὸ παρ’ ἄλλου τρέφεσθαι”. Καὶ τίς, ὦ κακόδαιμον, αὐτὸς ἐξ ἑαυτοῦ τρέφεται ἄλλος γε ἢ ὁ κόσμος;
Ὅστις γοῦν ἐγκαλεῖ τῇ προνοίᾳ ὅτι οἱ πονηροὶ οὐ διδόασι δίκην, ὅτι ἰσχυροί εἰσι καὶ πλούσιοι, ὅμοιόν τι δρᾷ ὥσπερ εἰ τοὺς ὀφθαλμοὺς ἀπολωλεκότων αὐτῶν ἔλεγε μὴ δεδωκέναι δίκην αὐτούς, ὅτι οἱ ὄνυχες ὑγιεῖς εἶεν. Ἐγὼ μὲν γὰρ φημι πολὺ διαφέρειν μᾶλλον ἀρετὴν κακίας, ἢ ὀφθαλμοὶ ὀνύχων διαφέρουσιν.
51 ⟨Ἡροδότου⟩
I.3.51 · Wachsmuth pp. 62
Ἐν τῇ προτέρῃ νυκτὶ τῶν Παναθηναίων ἐδόκεε ὁ Ἵππαρχος ἄνδρα οἱ ἐπιστάντα μέγαν καὶ εὐειδέα αἰνίσσεσθαι τάδε τὰ ἔπεα·
Τλῆθι λέων ἄτλητα παθὼν τετληότι θυμῷ· οὐδεὶς ἀνθρώπων ἀδικῶν τίσιν οὐκ ἀποτίσει.
52 Ἑρμῆς
I.3.52 · Wachsmuth pp. 62-63
Δαίμων γάρ τις μεγίστη τέτακται, ὦ τέκνον, ἐν μέσῳ τοῦ παντὸς εἰλουμένη, πάντα περιορώσα τὰ ἐπὶ γῆς γινόμενα ὑπὸ τῶν ἀνθρώπων. καθάπερ ⟨γὰρ⟩ ἐπὶ τῆς θείας τάξεως πρόνοια καὶ ἀνάγκη τέτακται, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀνθρώπων τέτακται ἡ δίκη, ταὐτὰ ἐκείνοις ἐνεργοῦσα. ἐκείνη μὲν γὰρ κρατεῖ τὴν τάξιν τῶν ὄντων ὡς θείων καὶ ἁμαρτεῖν μὴ θελόντων μηδὲ δυναμένων· ἀδύνατον γὰρ τὸ θεῖον πλανηθῆναι, ἐξ οὗ καὶ τὸ ἀναμαρτεῖν συμβαίνει. ἡ δὲ δίκη τέτακται τιμωρὸς τῶν ἐπὶ γῆς ἁμαρτανόντων.
ἀνθρώπων γὰρ γένος ⟨ἁμαρτωλόν⟩, ἅτε θνητὸν ὂν καὶ ἐκ κακῆς ὕλης συνεστώς· καὶ μάλιστα ἐκείνοις συμβαίνει τὸ ὀλισθαίνειν, οἷς θεοπτικὴ δύναμις οὐ πρόσεστι· τούτων δὲ καὶ μάλιστα ἐπικρατεῖ δίκη· καὶ τῇ εἱμαρμένῃ ὑπόκεινται διὰ τὰς τῆς γενέσεως ἐνεργείας, τῇ δὲ δίκῃ διὰ τὰς ἐν τῷ βίῳ ἁμαρτίας.
53 Ἱεροκλέους (αʹ)
I.3.53a · Wachsmuth pp. 63
Ἱεροκλέους ἐκ τοῦ Τίνα τρόπον θεοῖς χρηστέον.
Ἔτι προσδιαληπτέον καὶ ταῦθ’ ὑπὲρ τῶν θεῶν, ὡς εἰσὶν ἄτρεπτοι καὶ ἀραρότες τοῖς κρίμασιν, ὥστε τοῦ ἀπ’ ἀρχῆς δόξαντος μηδέποτε ἐξίστασθαι. Μία γάρ τις ἦν τῶν ἀρετῶν καὶ ἡ ἀμεταπτωσία καὶ βεβαιότης, ἣν εἰκὸς οὐχ ἥκιστα κἂν θεοῖς εἶναι παρέχουσαν τὸ ἱδρυμένον καὶ ἔμπεδον τῶν ἅπαξ αὐτοῖς δοξάντων. Ἐξ οὗ δῆλον, ὡς οὐδὲ τὰς κολάσεις, ἃς ἔκρινέ τισιν ἐπιθεῖναι τὸ δαιμόνιον, πιθανὸν παρίεσθαι.
Καὶ γὰρ αὖ λογίσασθαι ῥᾴδιον, ὡς εἰ μεταβάλλουσιν οἱ θεοὶ τὰς αὑτῶν κρίσεις καὶ ὃν ἔγνωσαν κολάσαι παρίασιν ἀκόλαστον, οὔτε καλῶς καὶ δικαίως ⟨ἂν⟩ διοικοῖεν τὰ κατὰ τὸν κόσμον, οὔτε ἀπολογισμὸν εἰκότα φέρειν ἂν δύναιντο μετανοίας.
53 Ἱεροκλέους (βʹ)
I.3.53b · Wachsmuth pp. 63
Καὶ τὰ τοιαῦτα ἔοικεν αὐτοσχεδίως καὶ κατ’ οὐδενὸς λέγειν ἡ ποιητική·
Καὶ ⟨μὲν τοὺς⟩ θυσίαισι καὶ εὐχωλῇς ἀγανῇσι, λοιβῇ τε κνίση τε παρατρωπῶσ’ ἄνθρωποι λισσόμενοι, ὅτε κέν τις ὑπερβαίῃ καὶ ἁμάρτῃ,
καὶ τὸ·
στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,
συνόλως τε πᾶν εἴ τι τούτοις εἴρηται παραπλησίως.
54 Ἐν ταὐτῷ
I.3.54 · Wachsmuth pp. 64
Ἀλλ’ οὐ μὴν οὐδὲ ἐκεῖνο παρετέον, ὡς, εἰ καὶ μὴ κακῶν αἴτιοι τυγχάνουσιν οἱ θεοί, τῶν γε τοιούτων ἔνια προσάπτουσί τισι καὶ περιβάλλουσιν ἀξίους σωματικαῖς τε ἐλαττώσεσι καὶ ταῖς τῶν ἐκτός, οὐ κακοηθείᾳ χρώμενοι, κἀξεπίτηδες δυσχρηστῆσαι ἄνθρωπον οἰόμενοι δεῖν, ἀλλ’ ἐν τρόπῳ κολάσεως.
Καθάπερ γὰρ λοιμοὶ καὶ αὐχμοί, ἔτι δὲ ἐπομβρίαι καὶ σεισμοὶ καὶ πᾶν τὸ τοιόνδε τὰ μὲν πολλὰ γίγνεται δι’ αἰτίας ἑτέρας τινὰς φυσικωτέρας, ἔστι δ’ ὅτε καὶ ὑπὸ θεῶν, ἐπειδὰν καιρὸς ᾖ δημοσίᾳ καὶ κοινῇ τὰ πολλῶν ἀμπλακήματα κολασθῆναι, τὸν αὐτὸν τρόπον καὶ πρὸς ἕνα χρῶνταί ποτε θεοὶ σωματικοῖς ⟨τε⟩ ἐλαττώμασι καὶ τοῖς ⟨τῶν⟩ ἐκτός, ⟨ἐς⟩ αὐτοῦ μέντοι κόλασιν, ἐπιστροφὴν δὲ καὶ προαίρεσιν ἀμείνω τῶν ἄλλων.
55a Πλάτωνος Νόμων
I.3.55a · Wachsmuth pp. 64-65
Ὁ μὲν δὴ θεὸς (ὥσπερ καὶ ὁ παλαιὸς λόγος) ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος. τῷ δ’ ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος, ξυνέπεται ταπεινὸς [καὶ κεκοσμημένος]·
ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας, ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς ἢ καὶ σώματος εὐμορφίᾳ, ἅμα νεότητι καὶ ἀνοίᾳ, φλέγεται τὴν ψυχὴν μεθ’ ὕβρεως, ὡς οὔτε ἄρχοντος οὔτε τινὸς ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλείπεται ἔρημος θεοῦ· καταλειφθεὶς δὲ καὶ ἔτι ἄλλους τοιούτους προσλαβὼν σκιρτᾷ ταράττων πάντα ἅμα· καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον οὐ πολὺν ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ, ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησεν.
55b Τοῦ αὐτοῦ Νόμων ιʹ (αʹ)
I.3.55b.1 · Wachsmuth pp. 65
Ὅτι μὲν γὰρ θεοί τ’ εἰσὶ καὶ ἀνθρώπων ἐπιμελοῦνται, ἔγωγ’ οὐ παντάπασι φαύλως ἂν ἡμῖν φαίην ἀποδεδεῖχθαι· τὸ δὲ παραιτητοὺς αὐτοὺς εἶναι τοῖς ἀδικοῦσι, δεχομένους δῶρα, οὔτε τινὶ συγχωρητέον παντί τ’ αὖ κατὰ δύναμιν τρόπῳ ἐλεγκτέον. — Κάλλιστ’ εἶπες· ποιῶμέν τε ὡς λέγεις.
— Φέρε καὶ πρὸς θεῶν αὐτῶν, τίνα τρόπον παραιτητοὶ γίγνοιντ’ ἂν ἡμῖν, εἰ γίγνοιντο αὖ; καὶ τίνες ἢ ποῖοί τινες ὄντες; ἄρχοντας μὲν ἀναγκαῖόν που γίγνεσθαι τοὺς γε διοικήσαντας τὸν ἅπαντα ἐνδελεχῶς οὐρανόν. — Οὕτως.
55b Τοῦ αὐτοῦ (βʹ)
I.3.55b.2 · Wachsmuth pp. 65
— Ἀλλ’ ἄρα τίσι προσφερεῖς τῶν ἀρχόντων; ἢ τίνες ⟨τούτοις⟩, ὧν δυνατὸν ἡμῖν ἀπεικάζουσι τυγχάνειν μείζοσιν ἐλάττονας; πότερον ἡνίοχοί τινες ἂν εἶεν τοιοῦτοι ζευγῶν ἁμιλλωμένων, ἢ πλοίων κυβερνῆται; τάχα δὲ κἂν ἀπεικασθεῖεν στρατοπέδων ἄρχουσί τισιν. Εἴη δ’ ἂν καὶ νόσων πόλεμον εὐλαβουμένοις ἰατροῖς ἐοικέναι περὶ σώματα, ἢ γεωργοῖς περὶ φυτῶν γένεσιν, εἰωθυίας ὥρας χαλεπὰς διὰ φόβων προσδεχομένοις, ἢ καὶ ποιμνίων ἐπιστάταις.
55b Τοῦ αὐτοῦ (γʹ)
I.3.55b.3 · Wachsmuth pp. 65-66
Ἐπειδὴ γὰρ ξυγκεχωρήκαμεν ἡμῖν αὐτοῖς εἶναι τὸν οὐρανὸν μεστὸν μὲν πολλῶν ἀγαθῶν, πολλῶν δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή, μάχη δή, φαμέν, ἀθάνατός ἐστιν ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη. Ξύμμαχοι δ’ ἡμῖν θεοί τε ἅμα καὶ δαίμονες· ἡμεῖς δὲ αὖ κτήματα θεῶν καὶ δαιμόνων· φθείρει δ’ ἡμᾶς ἀδικία καὶ ὕβρις μετὰ ἀφροσύνης, σῴζει δὲ δικαιοσύνη καὶ σωφροσύνη μετὰ φρονήσεως, ἐν ταῖς τῶν θεῶν ἐμψύχοις οἰκοῦσαι δυνάμεσιν.
55c Ἐν ταὐτῷ (αʹ)
I.3.55c.1 · Wachsmuth pp. 66
Τίσιν οὖν δὴ τῶν προρρηθέντων ἀπεικάζων ὁμοίους εἶναι φύλακας θεοὺς οὐκ ἂν καταγέλαστος γίγνοιτο ἀνθρώπων ὁστισοῦν; πότερον κυβερνήταις, λοιβῇ τε οἴνου κνίση τε παρατρεπομένοις αὐτοῖς, ἀνατρέπουσι δὲ ναῦς τε καὶ ναύτας; — Μηδαμῶς.
— Ἀλλ’ οὔτι μὴν ἡνιόχοις ἐν ἁμίλλῃ ξυντεταγμένοις, πεισθεῖσιν ὑπὸ δωρεᾶς τὴν νίκην ἑτέροις ζεύγεσι προδοῦναι. — Δεινὴν γὰρ εἰκόνα λέγοις ἄν, λέγων τοῦτον τὸν λόγον.
— Οὐ μὴν οὐδὲ στρατηγοῖς γε οὐδὲ ἰατροῖς οὐδὲ γεωργοῖς· οὐδὲ νομεῦσί μὴν οὐδέ τισι κυσὶ κεκηλημένοις ὑπὸ λύκων. — Εὐφήμει. Πῶς γὰρ ἄν;
55c Ἐν ταὐτῷ (βʹ)
I.3.55c.2 · Wachsmuth pp. 66
— Ἀλλ’ οὐ πάντων φυλάκων εἰσὶ μέγιστοι καὶ περὶ τὰ μέγισθ’ ἡμῖν οἱ πάντες θεοί; — Πολύ γε.
— Τοὺς δὴ κάλλιστά τε πράγματα φυλάττοντας διαφέροντάς τε αὐτοὺς φυλακῇ πρὸς ἀρετὴν κυνῶν χείρους καὶ ἀνθρώπων μέσων εἶναι φήσομεν, οἳ τὸ δίκαιον οὐκ ἄν ποτε προδοῖεν ἕνεκα δώρων παρ’ ἀδίκων ἀνδρῶν ἀνοσίως διδομένων; — Οὐδαμῶς· οὔτε ἀνεκτὸς ὁ λόγος τῶν τε περὶ πᾶσαν ἀσέβειαν ὄντων κινδυνεύει πᾶς ὁ ταύτης τῆς δόξης ἀντεχόμενος πάντων ἂν τῶν ἀσεβῶν κεκρίσθαι δικαιότατα κάκιστός τε καὶ ἀσεβέστατος εἶναι.
56 Πορφυρίου Περὶ Στυγός (αʹ)
I.3.56a · Wachsmuth pp. 66-67
Ἰνδοὶ οἱ ἐπὶ τῆς βασιλείας τῆς Ἀντωνίνου, τοῦ ἐξ Ἐμίσων ἐν τῇ Συρίᾳ [ἀφικομένου] Βαρδισάνῃ τῷ ἐκ τῆς Μεσοποταμίας εἰς λόγους ἀφικόμενοι, ἐξηγήσαντο, ὡς ὁ Βαρδισάνης ἀνέγραψεν, εἶναί τινα λίμνην ἔτι καὶ νῦν παρ’ Ἰνδοῖς δοκιμαστήριον λεγομένην, εἰς ἣν, ἄν τις τῶν Ἰνδῶν αἰτίαν ἔχων τινὸς ἁμαρτίας ἀρνῆται, ⟨εἰσάγεται⟩. Τῶν δὲ Βραχμάνων τινὲς δοκιμάζουσιν αὐτὸν τοῦτον τὸν τρόπον.
Πυνθάνονται τοῦ ἀνθρώπου, εἰ θέλει διὰ τοῦ ὕδατος γενέσθαι τὴν ἐξέτασιν, καὶ μὴ θέλοντα μὲν ὡς ὑπεύθυνον ἀποπέμπουσι τὴν δίκην ἀποτίσοντα· παραδεχόμενον δὲ τὴν βάσανον εἰσάγουσι μετὰ τῶν κατηγόρων· καταβαίνουσι γὰρ καὶ οὗτοι εἰς τὸ ὕδωρ, δοκιμασθησόμενοι μὴ συκοφαντῶσι.
56 Πορφυρίου (βʹ)
I.3.56b · Wachsmuth pp. 67
Διέρχονται τοίνυν οἱ ἐπιβαίνοντες τοῦ ὕδατος εἰς ἕτερον μέρος τῆς λίμνης· τὸ βάθος δ’ ἐστὶν ἄχρι τῶν γονάτων παντὸς οἱουοῦν εἰς αὐτὴν ἐπιβάντος. Ὅταν δ’ ⟨ὁ⟩ κατηγορούμενος ἐπιβῇ, ἀναμάρτητος μὲν ὤν, ἀδεῶς διέρχεται ἄχρι τῶν γονάτων ἔχων τὸ ὕδωρ· ἁμαρτὼν δὲ ὀλίγον προβὰς βαπτίζεται μέχρι κεφαλῆς. Οἱ δὲ Βραχμᾶνες ἀνασπῶντες αὐτὸν ἐκ τοῦ ὕδατος παραδιδόασι τοῖς ἐνάγουσι ζῶντα καὶ ἀξιοῦσι παιδευθῆναι χωρὶς θανατικῆς καταδίκης. Γίγνεσθαι δὲ τοῦτο σπανίως τῷ μηδένα τολμᾶν ἀρνεῖσθαι τὸ ἁμάρτημα διὰ τὸν ἐκ τοῦ ὕδατος γιγνόμενον ἔλεγχον.
56 Πορφυρίου (γʹ)
I.3.56c · Wachsmuth pp. 67-68
Ἑκουσίων τοίνυν ἁμαρτημάτων δοκιμαστήριον Ἰνδοῖς τοῦτ’ ἔχειν τὸ ὕδωρ· ἀκουσίων δὲ ὁμοῦ καὶ ἑκουσίων καὶ ὅλως ὀρθοῦ βίου ἕτερον εἶναι, περὶ οὗ ὁ Βαρδισάνης τάδε γράφει· θήσω γὰρ τἀκείνου κατὰ λέξιν·
“Ἔλεγον δὲ καὶ σπήλαιον εἶναι αὐτόματον, μέγα, ἐν ὄρει ὑψηλοτάτῳ σχεδὸν κατὰ μέσον τῆς γῆς, ἐν ᾧ σπηλαίῳ ἐστὶν ἀνδριάς, ὃν εἰκάζουσι πηχῶν δέκα ἢ δώδεκα, ἑστὼς ὀρθός, ἔχων τὰς χεῖρας ἡπλωμένας ἐν τύπῳ σταυροῦ· καὶ τὸ μὲν δεξιὸν τῆς ὄψεως αὐτοῦ ἐστιν ἀνδρικόν, τὸ δ’ εὐώνυμον θηλυκόν· ὁμοίως δὲ καὶ ὁ βραχίων ὁ δεξιὸς καὶ ὁ δεξιὸς ποὺς καὶ ὅλον τὸ μέρος ἀρσενικὸν καὶ τὸ εὐώνυμον θηλυκόν, ὡς ἰδόντα τινὰ ἐκπλαγῆναι τὴν σύγκρασιν, πῶς ἀδιαιρέτως ἐστὶν ἰδεῖν τὴν ἀνομοιότητα ⟨τήνδε⟩ τῶν δύο πλευρῶν ἐν ἑνὶ σώματι.
56 Πορφυρίου (δʹ)
I.3.56d · Wachsmuth pp. 68
Ἐν τούτῳ τῷ ἀνδριάντι λέγουσι γεγλύφθαι περὶ τὸν μαζὸν τὸν δεξιὸν ἥλιον καὶ περὶ τὸν ἀριστερὸν σελήνην καὶ κατὰ τῶν δύο βραχιόνων .... τέχνῃ γεγλύφθαι ἀγγέλων ἀριθμὸν καὶ ὅσα ἐστὶν ἐν τῷ κόσμῳ, τουτέστιν οὐρανὸν καὶ ὄρη καὶ θάλασσαν καὶ ποταμοὺς καὶ ὠκεανὸν καὶ φυτὰ καὶ ζῷα καὶ ἁπλῶς ὅσα ἐστί. Τοῦτον τὸν ἀνδριάντα φασὶ δεδωκέναι τὸν θεὸν τῷ υἱῷ, ὁπηνίκα τὸν κόσμον ἔκτιζεν, ἵνα θεατὸν ἔχῃ παράδειγμα.
56 Πορφυρίου (εʹ)
I.3.56e · Wachsmuth pp. 68-69
Ἐξήτασα δὲ (φησὶ) ποίας ἐστὶν ὕλης, καὶ διεβεβαιοῦτο ὁ Σανδάλης, ἐμαρτύρουν δὲ αὐτῷ καὶ οἱ ἄλλοι, μηδένα εἰδέναι ποίας ὕλης ἐστὶν ὁ ἀνδριὰς ἐκεῖνος· οὔτε γὰρ χρυσός ἐστιν οὔτε ἀργύρεος οὔτε χάλκεος οὔτε λίθινος οὔτε ἄλλης ὕλης, ἀλλὰ μᾶλλον παραπλήσιός ἐστι ξύλῳ στερεοτάτῳ καὶ ἀσηπτοτάτῳ· μὴ εἶναι δὲ ξύλον.
Προσετίθεσαν δὲ λέγοντες, ὅτι τῶν βασιλέων τις ἠθέλησεν ἀφελέσθαι τρίχα ἐκ τῶν περὶ τὸν τράχηλον αὐτοῦ, καὶ αἷμα ῥεῦσαι καὶ φοβηθῆναι τὸν βασιλέα ἐκεῖνον, ὡς μόλις εὐξαμένων τῶν Βραχμάνων ἀνακτήσασθαι ἑαυτόν. Ἐπὶ δὲ τῇ κεφαλῇ τούτου λέγουσι θεοῦ ἄγαλμα εἶναι ὡς ἐπὶ θρόνου τινὸς καθήμενον.
56 Πορφυρίου (ϛʹ)
I.3.56f · Wachsmuth pp. 69
Λέγουσιν δὲ καὶ ἐν τοῖς καύμασιν ἱδροῦν ὅλον τὸν ἀνδριάντα τοῦτον καὶ ῥιπίζεσθαι ὑπὸ τῶν Βραχμάνων καὶ παύεσθαι τοὺς ἱδρῶτας· καὶ εἰ μὴ ῥιπίζοιεν, πολὺν φέρειν ἱδρῶτα, ὡς βρέχεσθαι τὴν περὶ αὐτὸν γῆν.
Ἐνδοτέρω δὲ αὐτοῦ ἐν τῷ σπηλαίῳ μετὰ πολὺ διάστημα εἶναι σκότος, ἔνθα μετὰ λαμπάδων εἰσέρχονται οἱ βουλόμενοι καὶ εὑρίσκουσι θύραν τινά· ἐξ ἧς θύρας προέρχεται ὕδωρ καὶ λιμνάζει περὶ τὰ τελευταῖα τοῦ σπηλαίου· καὶ ὡς δοκιμάζοντες ἑαυτοὺς εἰσέρχονται διὰ τῆς θύρας ἐκείνης. Καὶ ὅσοι εἰσὶ καθαροὶ ἀπὸ τῆς φαυλότητος τοῦ βίου εἰσέρχονται ἀνεμποδίστως εὐρυνομένης τῆς θύρας, καὶ εὑρίσκουσι πηγὴν μεγίστην ὕδατος πάνυ διαυγεστάτου καὶ ποτιμωτάτου, ἐξ ἧς τὸ ὕδωρ ἐκεῖνο προέρχεται.
56 Πορφυρίου (ζʹ)
I.3.56g · Wachsmuth pp. 69-70
οἱ δὲ ἐν καταγνώσει ὄντες πολὺ θλίβουσιν εἰσελθεῖν διὰ τῆς θύρας ἐκείνης καὶ οὐ δύνανται στενουμένης αὐτοῖς· οἵτινες βιαζόμενοι ἐξομολογοῦνται ἐπὶ τῶν ἑτέρων εἴ τι ἥμαρτον, ⟨καὶ⟩ δέησιν ποιοῦνται ἵνα οἱ λοιποὶ εὔξωνται περὶ αὐτῶν, καὶ νηστεύουσι χρόνον τινὰ ἱκανόν.”
Ἐκεῖ φησιν εἰρηκέναι ⟨τοὺς⟩ περὶ τὸν Σανδάλην συνάγεσθαι τοὺς Βραχμᾶνας ἡμέρᾳ μέν τινι τεταγμένῃ· ἀλλὰ εἶναι μέν τινας ἐκεῖ ἔχοντας τὴν διατριβήν, τοὺς δὲ ἀλλαχόθεν συνιέναι θέρους ὥρᾳ καὶ περὶ τὸ φθινόπωρον πλεοναζούσης τῆς ὀπώρας ἐπί τε τὴν θέαν τοῦ ἀνδριάντος καὶ ἐπὶ τὸ ἀλλήλοις συμμίξαι καὶ εἰς τὸ πεῖραν ἑαυτῶν λαβεῖν, εἰ δύνανται εἰσελθεῖν διὰ τῆς εἰρημένης θύρας.