Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 49

53.12

Τῶν δὲ ὑπὲρ τὸν ποταμὸν διατριβουσῶν ψυχῶν πρῶται γυναῖκές εἰσι τεταγμέναι (λέγω δὲ πρώτας ⟨τὰς⟩ πλησιαζούσας τοῖς ἔξω), ἐνδοτάτω δὲ αἱ τῶν ἀνδρῶν, καὶ λοιπὸν οἱ περὶ τὸν Ἅιδην θεοί. Διὸ καὶ πρῶται αἱ γυναῖκες πέμπονται, εἶθ᾽ οἱ ἄνδρες καὶ τούτων οἱ τίμιοι ὕστεροι.

53.13

Τὰ μὲν οὖν κατὰ τοὺς ἀνθρώπους οὕτως αὐτῷ διατέτακται· ὑποθέμενος δὲ τοὺς κοσμικοὺς θεούς, ὧν τὰ γένη διηριθμήκαμεν, οὐ πάντῃ ἀπαθεῖς, ⟨θεοὺς⟩ καλέσας κατὰ παλαιὰν συνήθειαν [ὧν τὰ γένη ἐξεθήκαμεν], κατ᾽ αὐτὸν μεγάλου δαίμονος ὄντος, ὃν καλεῖ Δία καὶ οἷον ἄρχοντος τῶν ἄχρις οὐρανοῦ φθανόντων,

53.14

Ὑποθέμενος οὖν τούτους, καθάπερ καὶ λέγονται, ἐμπαθεῖς καὶ διὰ τοῦτο καὶ ἐπιθυμίας μετέχοντας καὶ ὀργῆς καὶ μίσους καὶ ἔχθρας καὶ ὑφ᾽ εἱμαρμένην ὄντας, εἰκότως καὶ ἁμαρτάνειν οἴεται καὶ ψεύδεσθαι καὶ ὀμνύναι καὶ εὐορκεῖν ἢ τοὐναντίον τινὰς πλημμελεῖν εἰς τοὺς ὅρκους. Διὸ καὶ τούτων κολάσεις ὑποτίθεται, οὐ μέντοι ἀναμεμιγμένας τοῖς ἀνθρωπίνοις κολαστηρίοις, ἀλλ᾽ ἅτε μείζονας ὄντας, μείζονος καὶ τιμωρίας πειρᾶσθαι ἀδικήσαντας.

53.15

Διὸ τῶν μὲν ἀνθρωπίνων ψυχῶν ἐν Ἅιδου τὰ κολαστήρια· τῶν δ᾽ εἰρημένων θεῶν ὑπὸ τὸν Ἅιδην ἐν τῇ Κρόνου ἐπικρατείᾳ κατὰ τὸν Τάρταρον. Διὸ καὶ τῶν Τιτάνων χῶρος οὗτος κέκληται ἀπὸ τῶν ἐν αὐτῷ τίσιν διδόντων θεῶν παρὰ τοῖς τιμωροῖς θεοῖς.

53.16

Ἔνθα ὑποτίθεται καὶ τὴν Στύγα αὐτήν τε τὴν δαίμονα καὶ τὴν πηγὴν τῶν ὑδάτων αὐτῆς. Τὸν γὰρ Κωκυτόν καὶ τὸν Τιταρήσιον ⟨Στυγὸς⟩ ἀπορροὴν εἶναι, ἀλλ᾽ οὐ πηγήν. Εἶναι δὲ ταύτην ἐπὶ τιμωριῶν ἀπαραίτητον ἔχουσαν δύναμιν καὶ φοβερωτάτην· καὶ ὅλως ὅπερ ἡ Ἐρινὺς ταῖς ἀδίκοις ψυχαῖς, τοῦτο τὴν Στύγα τοῖς ἀδικήσασι δαίμοσιν.

53.17

Ὅτι δ᾽ οἱ ἄταφοι ἔξω τοῦ ποταμοῦ διατρίβουσιν εἴδωλον φέροντες τοῦ σώματος καὶ τῶν ἱματίων τοῦ σώματος, δηλοῖ τὰ τοιαῦτα·

ἦλθε δ᾽ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο πάντ᾽ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ᾽ εἰκυῖα, καὶ φωνήν· καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο.

53.18

Εἶτα λέγει·

θάπτε με, ὅττι τάχιστα πύλας Ἀίδαο περήσω.

Εἴρηται δέ, ὅτι τὰ ἔνδον τοῦ ποταμοῦ Ἄιδα προσαγορεύει· καλεῖται δὲ καὶ τὰ ἔξω ποταμοῦ, ὡς ἐδείκνυμεν, [ἐν] Ἅιδου δόμοι·

ἀλλ᾽ αὔτως ἀλάλημαι ἀν᾽ εὐρυπυλὲς Ἄιδος δῶ.

53.19

Τί οὖν πάσχουσι, φησίν·

⟨τῆλέ με εἴργουσι ψυχαί, εἴδωλα καμόντων,⟩ οὐδέ μέ πως μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσι.

53.20

Ὅτι δὲ ὑπερβᾶσαι τὸν ποταμὸν οὔτε γνωρίζουσι τοὺς ζῶντας, οὔτε ἐξουσίαν ἔχουσι τούτοις ἐπιφαίνεσθαι, ἐὰν μὴ πεμφθῶσιν, ἐπάγει·

καί μοι δὸς τὴν χεῖρ᾽, ὀλοφύρομαι, οὐ γὰρ ἔτ᾽ αὖτις νίσομαι ἐξ Ἀίδαο, ἐπὴν με πυρὸς λελάχητε.

53.21

Φαίνεται οὖν ἡ ἄταφος μεμνημένη τῶν κατὰ τὸν βίον καὶ γλιχομένη αὐτοῦ καὶ διὰ τοῦτ᾽ ὀδυρομένη· οὕτω δεινὴ ἡ κόλασις τοῖς οὕτω δι᾽ αἰῶνος κολαζομένοις· οὕτω καὶ Ἐλπήνωρ·

ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος ὕπνος.

53.22

Καὶ εἰπὼν ἃ πέπονθεν ἀξιοῖ ταφῆναι, ἱκετεύων καὶ δεόμενος·

νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι οὐ παρεόντων, μή μ᾽ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν, νοσφισθείς, μήτοι τι θεῶν μήνιμα γένωμαι.

54.1

Ἐν ταὐτῷ. Τὰ μὲν οὖν ἀνθρώπεια καὶ ὅλως τοὺς ζῶντας ἀγνοοῦσιν, ἀλλήλους δὲ ἴσασιν. Εἰ γὰρ μὴ τοῦτο εἶχον, πῶς ἂν ἦλθον σὺν Ἀγαμέμνονι πάντες οἱ ἅμα ἀνῃρημένοι; Πῶς δὲ συνελάλει Πάτροκλος καὶ Αἴας καὶ Ἀντίλοχος; Πῶς δ᾽ εἴργουσι τοὺς ἀτάφους μὴ πέραν τοῦ ποταμοῦ διελθεῖν; Λέγει δέ·

τῆλέ με εἴργουσι ψυχαί, εἴδωλα καμόντων.

54.2

Συναποτέθειται δ᾽ αὐτοῖς ἅμα τῇ μνήμῃ καὶ τὰ γνωρίσματα τῶν περὶ τὸ σῶμα οἰκείων, ὃ καὶ δῆλον ὅτι διὰ φαντασίας τὰ περὶ τὸ σῶμα δείκνυσι. Διὰ γὰρ μνήμης ἡ φαντασία, ὡς Πλάτων ἐν Φιλήβῳ φησί· μνήμης δὲ ἀφῃρημένης ἦρται καὶ τὸ φαντασιούμενον, οὗ συνεκλιπόντος καὶ τὰ πάθη τὰ περὶ τὸ σῶμα τῆς ψυχῆς συνεξῆρται.

54.3

Τούτων δὲ ἐκλελοιπότων καὶ ἡ κόλασις τῆς ψυχῆς πέπαυται, νοερᾶς μόνον οὔσης περὶ αὐτὴν καταστάσεως καὶ παρὰ τῷ φρονίμῳ θεῷ διατριβούσης.

54.4

Πρὸς δὲ τὰ εἰρημένα ἴσως ἄν τις ἀπορήσειε, πῶς, εἰ μὴ ἀλλήλας ἀγνοοῦσιν, ἔφη·

ταὶ δὲ σκιαὶ ἀΐσσουσι.

Πρὸς ὃ ῥητέον, ὅτι σκιαὶ ἀΐσσουσι πρὸς τούτους [πρὸς] ὧν καὶ τὴν μνήμην ἀφῄρηνται. Πρὸς οὖν τὰ θνητά εἰσι σκιαὶ διὰ τὴν ἀσωματίαν καὶ ἀμνημοσύνην αὐτῶν, ὥς που καὶ πρὸς τὴν παχύτητα τοῦ σώματος ἡ ψυχὴ παραβαλλομένη καπνῷ ὡμοίωται·

ψυχὴ δ᾽ ἠΰτε καπνὸς ᾤχετο τετριγυῖα.

54.5

Εἰ δὴ τοῖς οἰκείοις ἐντυγχάνοντες οὔτε ὁρῶσιν αὐτοὺς οὔτε προσδιαλέγονται, ἀνενέργητοι δέ εἰσιν αἰσθητικὴν ἐνέργειαν, πρὸς αὐτοὺς ἐοικότες εἶεν ⟨ἂν⟩ ταῖς σκιαῖς· ἡ γοῦν Ἀντίκλεια

ἡ δ᾽ ἀκέουσ᾽ ἧσται σχεδὸν αἵματος, οὐδὲ ὃν υἱὸν ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.

54.6

Τὸ δ᾽ αἷμα, ὡς ἔφημεν, ὁλκὸν Ὅμηρος ἡγεῖται τῆς φανταστικῆς καὶ μνημονικῆς ψυχῆς, ἧς καὶ ὁ λογισμός, συναγερμὸς ὢν μνήμης διὰ φαντασιῶν εἰς τὰ καθόλου κρίματα κεφαλαιουμένης. Ἄλλο δ᾽ ἦν τὸ διανοητικόν, εἰς ὃ ἀνατρέχει ⟨ἡ⟩ ψυχὴ ἔσω τοῦ Ἀχέροντος γενομένη, ὃν Κωκυτός πληροῖ καὶ Πυριφλεγέθων, ἐκ πέτρας ῥέοντες καὶ Στυγείων φόβων ἀπόρροιαι.

54.7

Ἀποστέλλονται δὲ εἰς τοὺς ἀτμοὺς τοῦ αἵματος ὑπὸ Περσεφόνης· ἀδύνατον γὰρ ἐλθεῖν χωρὶς τοῦ πεμφθῆναι πρὸς τῶν ἐφεστώτων. Διὸ καὶ ἐπεύχεται

ἰφθίμῳ τ᾽ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ.

54.8

Ἡ δὲ ἀποστέλλει πρώτας τὰς γυναῖκας, ὡς ἂν πλησίον οἰκούσας τοῦ Ἀχέροντος καὶ ἡττωμένας τῶν ἀνδρικῶν ψυχῶν. Αἱ γὰρ δὴ τῶν ἀνδρῶν ἐν τῷ ἀκραιφνεῖ σκότῳ διάγουσι, πόρρω τοῦ ποταμοῦ καὶ τῶν κολαζομένων οὖσαι. Ὧν πάντων πολλῆς θεοσοφίας γεμόντων ἡμεῖς ἐπιτρέχομεν, διὰ τὸ μὴ νῦν περὶ τούτων εἶναι τὴν πρόθεσιν, χάριν δὲ καὶ τῆς κατὰ τὴν Στύγα ἐξηγήσεως ἀναγκαίως παρειλῆφθαι.

55.1

Πορφυρίου ἐκ τῶν πρὸς τὰ νοητὰ ἀφορμῶν. Ὥσπερ τὸ ἐπὶ γῆς εἶναι ψυχῇ ἐστι, οὐ τὸ γῆς ἐπιβαίνειν ὡς τὰ σώματα, τὸ δὲ προεστάναι σώματος ὃ γῆς ἐπιβαίνει, οὕτω καὶ ἐν Ἅιδου εἶναί ἐστι ψυχῇ, ὅταν προεστήκῃ εἰδώλου φύσιν μὲν ἔχοντος εἶναι ἐν τόπῳ, σκοτει⟨νὴν⟩ δὲ τὴν ὑπόστασιν κεκτημένου· ὥστ᾽ ἐπεὶ ὁ Ἅιδης ὑπόγειός ἐστι τόπος σκοτεινός, ἡ ψυχὴ καίπερ οὐκ ἀποσπωμένη τοῦ ὄντος ἐν Ἅιδου γίγνεται ἐφελκομένη τὸ εἴδωλον.

55.2

Ἐξελθούσῃ γὰρ αὐτῇ τοῦ στερεοῦ σώματος τὸ πνεῦμα συνομαρτεῖ, ὃ ἐκ τῶν σφαιρῶν συνελέξατο. Ἐκ δὲ τῆς πρὸς τὸ σῶμα προσπαθείας τὸν λόγον ἔχουσα τὸν μερικὸν προβεβλημένον, καθ᾽ ὃν σχέσιν ἔσχε πρὸς τὸ ποιὸν σῶμα ἐν τῷ βιοῦν, ἐκ τῆς προσπαθείας ἐναπομόργνυται τύπος τῆς φαντασίας εἰς τὸ πνεῦμα καὶ οὕτως ἐφέλκεται τὸ εἴδωλον. Ἐν Ἅιδου δὲ λέγεται, ὅτι τῆς ἀειδοῦς φύσεως ἐτύγχανε τὸ πνεῦμα καὶ σκοτεινῆς.

55.3

Ἐπεὶ δὲ διήκει τὸ βαρὺ πνεῦμα καὶ ἔνυγρον ἄχρι τῶν ὑπογείων τόπων, οὕτω καὶ αὐτὴ λέγεται χωρεῖν ὑπὸ γῆν· οὐχ ὅτι ἡ ἄυλος οὐσία μεταβαίνει τόπους καὶ ἐν τόποις γίνεται, ἀλλ᾽ ὅτι τῶν πεφυκότων σωμάτων τόπους μεταβαίνειν καὶ εἰληχέναι τόπον σχέσεις ἀναδέχεται, δεχομένων αὐτὴν κατὰ τὰς ἐπιτηδειότητας τῶν τοιούτων σωμάτων ἐκ τῆς κατ᾽ αὐτὴν ποιᾶς διαθέσεως· ὡς γὰρ ἂν διατεθῇ, εὑρίσκει σῶμα τάξει καὶ τοῖς οἰκείοις διωρισμένον.

55.4

Διὸ καθαρώτερον μὲν διακειμένῃ σύμφυτον τὸ ἐγγὺς τοῦ ἀΰλου σῶμα, ὅπερ ἐστὶ τὸ αἰθέριον· προελθούσῃ δὲ ἐκ λόγου εἰς φαντασίας προβολὴν σύμφυτον τὸ ἡλιοειδές· θηλυνθείσῃ δὲ καὶ παθαινομένῃ πρὸς τὸ εἶδος παράκειται τὸ σεληνοειδές· πεσούσης δὲ εἰς σώματα, ὅταν κατὰ τὸ αὐτῆς ἄμορφον στῇ εἶδος ἐξ ὑγρῶν ἀναθυμιάσεων συνεστηκότα, ἄγνοια ἕπεται τοῦ ὄντος τελεία καὶ σκότωσις καὶ νηπιότης.

55.5

Καὶ μὴν καὶ ἐν τῇ ἐξόδῳ ἔτι κατὰ τὴν δίυγρον ἀναθυμίασιν τὸ πνεῦμα ἔχουσα τεθολωμένον, σκιὰν ἐφέλκεται καὶ βαρεῖται, χωρεῖν σπεύδοντος τοῦ τοιούτου πνεύματος εἰς μυχὸν τῆς γῆς φύσει, ἂν μὴ ἄλλη τις αὐτὸ αἰτία ἀνθέλκῃ. Ὥσπερ οὖν τὸ γεῶδες ὄστρεον περικειμένῃ ἀνάγκη ἐπὶ γῆς ἐνίσχεσθαι, οὕτω καὶ ὑγρὸν πνεῦμα ἐφελκομένῃ εἴδωλον περικεῖσθαι ἀνάγκη.

55.6

Ὑγρὸν δὲ ἐφέλκεται, ὅταν συνεχῶς μελετήσῃ ὁμιλεῖν τῇ φύσει, ἧς ἐν ὑγρῷ τὸ ἔργον καὶ ὑπόγειον μᾶλλον.

55.7

Ὅταν δὲ μελετήσῃ ἀφίστασθαι φύσεως, αὐγὴ ξηρὰ γίγνεται, ἄσκιος καὶ ἀνέφελος. Ὑγρότης γὰρ ἐν ἀέρι νέφος συνίστησι· ξηρότης δὲ ἀπὸ τῆς ἀτμίδος αὐγὴν ξηρὰν ὑφίστησιν.

Contents

Sign in to save your reading →