Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
50.1
I.49.50.1 · Wachsmuth pp. 418
Πορφυρίου ἐκ τῶν περὶ Στυγός. Τοῦ δὲ Ἀπολλοδώρου ἐν τῷ εἰκοστῷ τοῦ περὶ τῶν θεῶν συγγράμματος, ὅ ἐστι περὶ τοῦ Ἅδου, τάδε περὶ τῆς Στυγὸς λεγόμενα εὕρομεν.
50.2
I.49.50.2 · Wachsmuth pp. 418
“Ἀρκτέον γὰρ ἀπὸ τούτων, τῆς τε ἐκ τῶν ὀνομάτων παρεμφάσεως οὐ καταφρονητέον. Ἐκ γὰρ τοιούτων ὁρμώμενοι πιθανῶς καὶ τοὺς ἐν Ἅδου νομιζομένους ποταμοὺς κατωνομάκασιν. Ἀχέροντα μὲν διὰ τὰ ἄχη, ὡς καὶ Μελανιππίδης ἐν Περσεφόνῃ·
50.3
I.49.50.3 · Wachsmuth pp. 418
καλεῖται δ᾽ ἐν κόλποισι γαίας ἄχεα ⟨βροτ⟩οῖσιν προχέων Ἀχέρων.
50.4
I.49.50.4 · Wachsmuth pp. 418
Ἐπεὶ καὶ Λικύμνιός φησι·
μυρίαις παγαῖς δακρύων ⟨Ἀχέρων⟩ ἀχέων τε βρύει,
καὶ πάλιν·
Ἀχέρων ἄχεα πορθμεύει βροτοῖσιν·
50.5
I.49.50.5 · Wachsmuth pp. 419
Ἀχέρων δὲ καὶ Ἀχερουσία λίμνη ταὐτόν, ὡς καὶ Σοφοκλῆς ἐν Πολυξένῃ τὴν Ἀχιλλέως ψυχὴν εἰσάγει λέγουσαν·
Ἀκτὰς ἀπαίωνάς τε καὶ μελαμβαθεῖς λιποῦσα λίμνης ἦλθον ἄρσενας χοὰς Ἀχέροντος ὀξυπλῆγας ἠχούσας γόους,
50.6
I.49.50.6 · Wachsmuth pp. 419
⟨ἀπαίωνας ἀκτάς⟩ τὰς τῶν νεκρῶν λέγων παιῶν᾽ οὐκ ἐχούσας, ἄρσενας δὲ ⟨χοὰς⟩ τὰς οὐδὲν ἐκφερούσας. Θήλεα μὲν γὰρ τὰ καρποφόρα, ἄρσενα δὲ τὰ ἄγονα ἔλεγον τῷ τὸν μὲν τὸ σπέρμα παρέχειν μόνον, τὴν δὲ καὶ ἐκτρέφειν· ὅθεν καὶ ‘θῆλυς ἐέρση’ ἡ πολύγονος καὶ τροφίμη.
50.7
I.49.50.7 · Wachsmuth pp. 419
Διαπεραιοῦσθαι δὲ ὑπὸ τῶν ἀπογενομένων τὸν Ἀχέροντά φασιν εἰκότως· ὁ γὰρ μετηλλαχὼς πάντα τἂν τῷ ζῆν ἄχη σχεδὸν ὑπερέσχε καὶ ἔστιν ἐν ἀπονίᾳ καὶ ἀλυπίᾳ πάσῃ. Γοργύραν δὲ τοῦ Ἀχέροντος γυναῖκα προσανέπλασαν ἀπὸ τοῦ γοργὰ φαίνεσθαι τοῖς πολλοῖς τὰ ἐν Ἅδου· καθὸ δὴ καὶ αὐτοῦ τούτου τιθήνην ὁ Σώφρων Μορμολύκαν ὠνόμασεν.”
50.8
I.49.50.8 · Wachsmuth pp. 419-420
Ταῦτ᾽ εἰπὼν περὶ τοῦ Ἀχέροντος Ἀπολλόδωρος ἐπάγει περὶ τῆς Στυγὸς αὐταῖς λέξεσι τάδε· “Στύγα δὲ δεινήν τινα καὶ φοβερὰν ὑποστησάμενοι δαίμονα, θεῶν ὅρκον, ἐν Ἅιδου τε ταύτην κατῴκισαν καὶ τῆς προσηγορίας ταύτης ἠξίωσαν ἀπὸ τοῦ στυγνάζειν τοῖς πένθεσι καὶ στύγεσθαι τὰ ἐν Ἅιδου, ὅρκον δὲ τῶν θεῶν δι᾽ ἐναντιότητα· ἡ μὲν γὰρ τῶν ὄντων τε καὶ ζώντων φθαρτικὴν ἔχει δύναμιν ὅσον ἐφ᾽ ἑαυτῇ, οἱ δὲ τῇ τε προαιρέσει καὶ τῷ τρόπῳ διεστήκασι.”
50.9
I.49.50.9 · Wachsmuth pp. 420
Τοσαῦτα περὶ τῆς Στυγὸς εἰπὼν ἐπάγει· “Κωκυτόν δὲ ποταμὸν ἀνέπλασαν ἀπὸ τοῦ κωκύειν, ὅς ἐστι Στυγὸς καὶ στυγνάσεως ἀπορρώξ. Τοιούτου δέ ἐστι γένους καὶ ὁ Πυριφλεγέθων. Εἴρηται γὰρ ἀπὸ τοῦ πυρὶ φλέγεσθαι τοὺς τελευτῶντας, ὡς Ὅμηρός φησι·
50.10
I.49.50.10 · Wachsmuth pp. 420
Οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν, ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο δαμνᾷ, ἐπεί κεν πρῶτα λίπῃ λεύκ᾽ ὀστέα θυμός, ψυχὴ δ᾽ ἠΰτ᾽ ὄνειρος ἀποπταμένη πεπότηται.
50.11
I.49.50.11 · Wachsmuth pp. 420
Ὑποτίθεται γὰρ τὰς ψυχὰς τοῖς εἰδώλοις τοῖς ἐν τοῖς κατόπτροις φαινομένοις ὁμοίας καὶ τοῖς διὰ τῶν ὑδάτων συνισταμένοις, ἃ καθάπαξ ἡμῖν ἐξείκασται καὶ τὰς κινήσεις μιμεῖται, στερεμνιώδη δ᾽ ὑπόστασιν οὐδεμίαν ἔχει εἰς ἀντίληψιν καὶ ἁφήν· ὅθεν αὐτὰς ‘βροτῶν εἴδωλα καμόντων’ λέγει.”
51.1
I.49.51.1 · Wachsmuth pp. 420
Ἐν ταὐτῷ. Ἅπαντες δὲ ὕδωρ ἱστόρησαν τὴν Στύγα ἐπίγειον, φύσιν ἔχον ἀμύνεσθαι τοὺς κατ᾽ αὐτοῦ ψευδῶς ὀμόσαι τολμήσαντας. Διαβόητον μὲν τοίνυν Στυγὸς ὕδωρ κατὰ τὴν Ἀρκαδίαν οἱ ἱστορικοὶ ἀναγεγράφασιν, ὧν ἐστι καὶ Ἡρόδοτος, ὃς ἐν τῇ ἕκτῃ τὰ κατὰ Κλεομένην ἀφηγούμενος γράφει ταῦτα·
51.2
I.49.51.2 · Wachsmuth pp. 420-421
“Ἐντεῦθεν δὲ ἀφικόμενος εἰς τὴν Ἀρκαδίαν νεώτερα ἔπρησσε πράγματα, συνιστὰς τοὺς Ἀρκάδας ἐπὶ τῇ Σπάρτῃ, ἄλλους τε ὅρκους προσάγων καὶ δὴ καὶ ἐς Νώνακριν πόλιν πρόθυμος ἦν τῶν Ἀρκάδων τοὺς προεστῶτας ἀγινεῖν, ἐξορκῶν τὸ Στυγὸς ὕδωρ.”
51.3
I.49.51.3 · Wachsmuth pp. 421
Καλλίμαχος δ᾽ ἐν τῷ Περὶ νυμφῶν συγγράμματι καὶ τὸ ἰδίωμα τοῦ ὕδατος ἀφηγεῖται λέγων οὕτω· “Στὺξ ἐν Νωνακρίνῃ τῆς Ἀρκαδίας ὕδωρ ἐστὶ τὸ διακόπτον πάντα τὰ ἀγγεῖα πλὴν τῶν κερατίνων.”
52.1
I.49.52.1 · Wachsmuth pp. 421
Ἐν ταὐτῷ. Ἐπειδὴ περὶ τοῦ Στυγὸς ὕδατος ὁ λόγος ἐστί, δηλῶσαί σοι βούλομαι καὶ ἑτέραν ἱστορίαν περὶ τοῦ αὐτοῦ. Φίλων γὰρ ὁ Ἡρακλεώτης ἐν τῷ Πρὸς Νύμφιν περὶ θαυμασίων ἐν Σκύθαις φησὶν ὄνους γίγνεσθαι κέρατα ἔχοντας, ταῦτα δὲ τὰ κέρατα δύνασθαι τοῦτο τὸ ὕδωρ διαφέρειν· καὶ Ἀλεξάνδρῳ τῷ Μακεδόνι ἐνεχθῆναι ὑπὸ Σωπάτρου κέρας τοιοῦτο, ὃ καὶ ἀνατεθῆναι ἐν Δελφοῖς, ἐφ᾽ οὗ καὶ ἐπιγεγράφθαι·
52.2
I.49.52.2 · Wachsmuth pp. 421
Σοὶ τόδ᾽ Ἀλέξανδρος Μακεδὼν κέρας ἄνθετο, Παιάν, κάνθωνος Σκυθικοῦ, χρῆμά τι δαιμόνιον· ὃ Στυγὸς ἀχράντῳ Λουσηίδος οὐκ ἐδαμάσθη ῥεύματι, βάσταξεν δ᾽ ὕδατος ἠνορέην.
53.1
I.49.53.1 · Wachsmuth pp. 421-422
Ἐν ταὐτῷ. Περὶ μὲν δὴ τῶν θεῶν εἰρήσθω τοσαῦτα. Λοιπὸν δὲ τὰ περὶ τῶν ψυχῶν ὅπως Ὅμηρος διέταξε τῶν ἐν Ἅιδου διαλαβόντες καὶ περὶ μὲν τῶν τιμωρουμένων ἀφηγησάμενοι συνάπτοιμεν ἂν τὸν λόγον ἐπὶ τὴν Στύγα, ἣν ἐπὶ τιμωρίᾳ καθ᾽ Ὅμηρον τῶν ἁμαρτανόντων τετάχθαι δαιμόνων ὑπειλήφαμεν.
53.2
I.49.53.2 · Wachsmuth pp. 422
Πληρώσας γὰρ δὴ πάντα θεῶν καὶ τοῖς τόποις ἀφορίσας τὰς βασιλείας, πάλιν τῶν ψυχῶν ἃς ἀθανάτους εἶναι νενόμικε τόπους τρεῖς εἶναι ὑπείληφεν· ἕνα μὲν τὸν ἐπίγειον κατὰ τὴν οἰκουμένην ταύτην, καθ᾽ ἣν τὰ ζῷα καὶ οἱ ἄνθρωποι διατρίβουσιν· ἕτερον δὲ τοῖς δικαίοις ἀφωρισμένον παρὰ τὸν Ὠκεανόν, ὃν Ἠλύσιον καλεῖ πεδίον καὶ ζῶντας ἔτι εἰς αὐτὸν φησιν ἐκπέμπεσθαι. Δηλοῖ δὲ ἐπὶ τοῦ Μενελάου τὸ τοιοῦτο λέγων·
53.3
I.49.53.3 · Wachsmuth pp. 422
Σοὶ δ᾽ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε, Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν· ἀλλά σ᾽ Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς· τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν, οὐ νιφετὸς οὔτ᾽ ἂρ χειμὼν πολὺς οὔτε ποτ᾽ ὄμβρος· ἀλλ᾽ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας Ὠκεανὸς ἀνίησιν, ἀναψύχειν ⟨ἀνθρώπους⟩.
53.4
I.49.53.4 · Wachsmuth pp. 422-423
Τούτοις μὲν οὖν καὶ τὰ σώματα παρεῖναι. Τρίτον δὲ τόπον λέγει ὃν ψυχῶν τοῦ σώματος τούτου ἀπολυθεισῶν ὑπείληφεν εἶναι τὸν ἐν Ἅιδου, ταύτας δὲ εὐθὺς μὲν χωρεῖν εἰς Ἅιδου, διατρίβειν δὲ τὰς μὲν τῶν ἀτάφων ἔξω τοῦ Ἀχέροντος κατὰ τὰ ἄλση καὶ τὸν λειμῶνα τῆς Περσεφόνης, ἔσω περάσαι κωλυομένας· τὰς δὲ τῶν ταφέντων χωρεῖν ἐντός, εἰ μὴ εἶεν κολάσεως ἄξιαι· εἰ δὲ μή, κἂν ταφῇ τὰ σώματα, ὁμοίως εἴργεσθαι τοῦ ἔνδον.
53.5
I.49.53.5 · Wachsmuth pp. 423
Τὰς τοίνυν ἐκτὸς μνήμης μετέχειν τῶν αὐταῖς βεβιωμένων· τὰς δὲ τὸν ποταμὸν ὑπερβαινούσας ἐπιλανθάνεσθαι τῶν λογισμῶν τῶν περὶ τὰ ἀνθρώπινα μεθείσας. Διὸ καὶ τῶν ἀδίκων ἐκτὸς εἶναι τὰ κολαστήρια διὰ τοῦ λογισμοῦ καὶ τῆς μνήμης τῶν βεβιωμένων τὰς κολάσεις ἐχόντων.
53.6
I.49.53.6 · Wachsmuth pp. 423
Φαντασίας γὰρ λαμβάνειν τῶν δεινῶν ὅσα ἐν τῷ βίῳ δεδράκασι καὶ κολάζεσθαι, τῆς ἁμαρτίας παρεστώσης αὐτοῖς κατὰ λογισμὸν καὶ τιμωρούσης διὰ τῶν ἀφωρισμένων ταῖς ἁμαρτίαις κολάσεων, ὅθεν τὰς μέν τινας τῶν ψυχῶν λίθους βαστάζειν δοκούσας καὶ ὑπὸ τοῦ θλίβεσθαι τιμωρεῖσθαι, τὰς δὲ δίψης καὶ λιμοῦ αἰωνίου φαντασίας λαμβανούσας, τὰς δ᾽ ἄλλου τινὸς ὧν ἐν τῷ θνητῷ βίῳ ἐπεφρίκεσαν.
53.7
I.49.53.7 · Wachsmuth pp. 423
Εἶναι γὰρ καὶ κριτὴν ἐκτὸς τοῦ ποταμοῦ διατρίβοντα, Μίνω, ὃν κατ᾽ ἀξίαν τῶν ἁμαρτημάτων κολάζειν, τοῖς μὲν τὸν ἔξω τοῦ ποταμοῦ τόπον ἀφορίσαντα ἐπὶ τὴν δίκην, τοῖς δὲ περάσαι τὸν ποταμὸν ἐπιτρέψαντα, ὃς ἀνάπαυσις ἦν ταῖς ψυχαῖς τῶν ἀνηνύτων κακῶν διὰ τὴν λήθην.
53.8
I.49.53.8 · Wachsmuth pp. 423
Τιμωρεῖσθαι δὲ ἐκτὸς ὄντα καὶ τὸν Ἡρακλέα τοὺς ἀδίκους, φαντασίας φοβερὰς ἐμποιοῦντα τοῦ βάλλοντος καὶ τοξεύοντος, ὥσπερ ζῶν ἠμύνετο, ἀμυνομένου καὶ ἐν Ἅιδου τοὺς ἀξίους κολάσεως· οὐ γὰρ δὴ καὶ οὗτος τῶν κολαζομένων ἐστίν, ὡς Ἀριστάρχῳ ἐδόκει, ἀλλὰ τῶν κολαζόντων.
53.9
I.49.53.9 · Wachsmuth pp. 423-424
Τῶν δ᾽ ἐντὸς τοῦ ποταμοῦ καὶ ἀφῃρημένων τὸν λογισμὸν τὸν ἀνθρώπινον μόνος ὁ Τειρεσίας καὶ τοῦτον ἔχει παρόντα· οἱ δὲ ἄλλοι ἀλλήλους μὲν γιγνώσκουσι κατ᾽ ἰδιότητα φρονήσεως ἣν ἐν Ἅιδου κέκτηνται, τοὺς δὲ ἀνθρώπους οὐκέτι· οὐδ᾽ ἂν φθέγξαιντο περὶ τῶν ἀνθρωπίνων τοῖς ζῶσιν ἔτι ἀνθρώποις, εἰ μὴ ἀτμοῦ μεταλάβοιεν αἵματος καὶ τούτῳ φρενωθεῖεν τὰ ἀνθρώπινα, ἃ δὴ οἱ ἔξω καὶ μὴ πιόντες τοῦ αἵματος φρονοῦσι, κατάστασιν ἔχοντες τῆς ἐξ αἱμοποσίας τῶν θνητῶν ταῖς ψυχαῖς γιγνομένης γνωρίσεως.
53.10
I.49.53.10 · Wachsmuth pp. 424
Τειρεσίας δὲ ἔχει μὲν λογισμὸν τῶν ἀνθρωπίνων, μαντεύεται δ᾽ οὐδ᾽ αὐτὸς περὶ τῶν εἱμαρμένων τοῖς ζῶσι πρὶν πιεῖν τοῦ αἵματος. Οἴεται γὰρ καὶ Ὅμηρος, [καθὰ καὶ πλεῖστοι τῶν μετ᾽ αὐτὸν ὑπέλαβον], ἐν τῷ αἵματι εἶναι τοῖς ἀνθρώποις τὴν περὶ τὰ θνητὰ φρόνησιν, ἐπεὶ καὶ τῶν μετ᾽ αὐτὸν πολλοὶ τοῦτο πιστοῦνται δεικνύντες ὅτι καὶ ὑπερθερμανθὲν ὑπὸ πυρετοῦ καὶ χολῆς ἀφραίνειν ποιεῖ καὶ ἀνοηταίνειν.
53.11
I.49.53.11 · Wachsmuth pp. 424
Ἐμπεδοκλῆς τε οὕτω φαίνεται ὡς ὀργάνου πρὸς σύνεσιν τοῦ αἵματος ὄντος λέγειν·
αἵματος ἐν πελάγεσσι τεθραμμένη ἀντιθορόντος, τῇ τε νόημα μάλιστα κυκλίσκεται ἀνθρώποισιν, αἷμα γὰρ ἀνθρώποις περικάρδιόν ἐστι νόημα.