Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 49

45.21

Ἄλλως τε ὁ μὲν νότος, ὦ παῖ, δεκτικὸς ὢν τῶν ἐκ τοῦ περιέχοντος συνισταμένων νεφῶν * * (αὐτίκα γοῦν καὶ διὰ τὴν οὕτως αὐτῶν γενομένην ἐκεῖ κατακομιδὴν ἐκεῖθεν ῥεῖν λέγουσιν καὶ τὸν ἡμέτερον πο⟨ταμὸν⟩ λυομένης ἐκεῖ τῆς πάχνης)· ὅπου δ᾽ ἂν ἐμπέσῃ νεφέλη, τὸν ἐπικείμενον ἤχλυσεν ἀέρα καὶ τρόπον τινὰ καπνοῦ κατεκόμισε, καπνὸς δὲ ἡ ἀχλὺς οὐ μόνον ὀμμάτων ἐστὶν ἐμπόδιον, ἀλλὰ καὶ νοῦ.

45.22

Ὁ δὲ ἀπηλιώτης, ὦ μεγαλόδοξε Ὧρε, τῇ συνεχεῖ τοῦ ἡλίου ἀνατολῇ θορυβούμενος καὶ ἐκθερμαινόμενος, ὁμοίως δὲ καὶ ὁ ἀντικείμενος τούτῳ λὶψ μετέχων τῶν αὐτῶν κατὰ δυσμὰς οὐδεμίαν εἰλικρινῆ ἐπίστασιν ποιοῦνται τῶν παρ᾽ αὐτοῖς γεννωμένων ἀνθρώπων. Ὁ δὲ βορέας τῇ συμφώνῳ ψυχρίᾳ ἀποπήσσει μετὰ τῶν σωμάτων καὶ τὸν νοῦν τῶν ὑπ᾽ αὐτὸν ἀνθρώπων.

45.23

Τὸ δὲ μέσον τούτων εἰλικρινὲς ὂν καὶ ἀτάραχον καὶ αὐτὸ προέχει καὶ τοῖς ἐν αὐτῷ πᾶσι. Τῇ γὰρ συνεχεῖ ἀμεριμνίᾳ γεννᾷ καὶ κοσμεῖ καὶ παιδεύει καὶ μόνον τοῖς τοιούτοις ἐρίζει καὶ νικᾷ καὶ ἐπισταμένως τὴν ἰδίαν νίκην ὥσπερ σατράπης ἀγαθὸς τοῖς νενικημένοις καὶ ἐπιδίδωσι.”

45.24

“Καὶ τοῦτό μοι, κυρία μῆτερ, ἔκθου· παρὰ ποίαν αἰτίαν ἔτι ζώντων ἀνθρώπων ἐν ταῖς μακραῖς νόσοις καὶ ὁ λόγος καὶ αὐτὸς ὁ λογισμὸς καὶ αὐτὴ ἡ ψυχὴ ἔσθ᾽ ὅτε βλάπτεται;”

45.25

Καὶ ἀπεκρίθη Ἶσις· “Τῶν ζώντων, ὦ τέκνον, τὰ μὲν ᾠκείωται πρὸς τὸ πῦρ, τὰ δὲ πρὸς τὸ ὕδωρ, τὰ δὲ πρὸς ἀέρα, τὰ δὲ πρὸς γῆν, τὰ δὲ πρὸς τούτων δύο ἢ τρία, τὰ δὲ καὶ πρὸς τὰ ὅλα. Πάλιν αὖ τὰ μὲν ἀπηλλοτρίωται τοῦ πυρός, τὰ δὲ τοῦ ὕδατος, τὰ δὲ τῆς γῆς, τὰ δὲ τοῦ ἀέρος, τὰ δὲ δύο τούτων, τὰ δὲ τριῶν, τὰ δὲ τῶν ὅλων.

45.26

Οἷον ἀκρὶς μέν, ὦ τέκνον, καὶ πᾶσα μυῖα φεύγει τὸ πῦρ· ἀετὸς καὶ κίρκος καὶ ὅσα ὑψιπετέστερά ἐστιν τῶν ὀρνέων φεύγει τὸ ὕδωρ· ἰχθύες ἀέρα καὶ γῆν· ὄφις τὸν ἀέρα τὸν εἰλικρινῆ ἀποστρέφεται.

45.27

Φιλοῦσι δὲ τὴν μὲν γῆν οἱ ὄφεις καὶ ὅσα ἕρπει· τὸ δὲ ὕδωρ τὰ νηκτὰ πάντα· τὸν δὲ ἀέρα τὰ πτηνά, ἐν οἷς καὶ πολιτεύεται, τὸ δὲ πῦρ ὅσα ὑπερπετῆ ἐστι καὶ ἐγγὺς ⟨ἔχει⟩ τὴν δίαιταν. Οὐ μὴν ἀλλὰ καὶ τινα τῶν ζῴων φιλεῖ τὸ πῦρ· οἷον αἱ σαλαμάνδραι, ἐν γὰρ τῷ πυρὶ καὶ φωλεύουσιν.

45.28

Ἕκαστον γὰρ τῶν στοιχείων περιβολή ἐστι τῶν σωμάτων. Πᾶσα οὖν ψυχὴ ἐν τῷ σώματι οὖσα βαρεῖται καὶ θλίβεται τοῖς τέτταρσι τούτοις. Καὶ γὰρ εἰκός ἐστι καὶ ταύτην τισὶ μὲν τούτων τέρπεσθαι, τισὶ δὲ ἄχθεσθαι. Διὰ τοῦτο οὖν οὐκ ἔχει αὕτη τὴν ἀκροτάτην εὐδαιμονίαν· ἀλλ᾽ ὡς ἂν φύσει θεία οὖσα, κἂν τούτοις οὖσα μάχεται καὶ νοεῖ, ἀλλ᾽ οὐχ ὅσα ἂν ἐνόησεν ἀσύνδετος οὖσα σωμάτων.

45.29

Ἐὰν μέντοι καὶ ταῦτα σάλον λάβῃ καὶ ταραχὴν ἤτοι ἀπὸ νόσου ἢ φόβου, τότε καὶ αὐτὴ ὡσπερεὶ βυθῷ ἀνθέρικος ἐπικυμαίνεται καὶ οὐδὲν ἑσταμένον φέρει.”

46.1

Περὶ τῆς τῶν ψυχῶν διαγωγῆς μετὰ τὴν ἀπὸ τοῦ σώματος ἔξοδον· χρησμός.

Σῶμα λυθὲν ψυχήν τε λιπὸν καὶ ⟨γαῖ⟩α γενηθὲν οὐκέτι πως βιότοιο παλίνδρομον οἶδε κέλευθον, ἀλλὰ τὸ μὲν λυθέν ἐστι κενὴ ⟨κόνι⟩ς, ἡ δὲ πρὸς αἴθρην σκίδναται, ὁππόθεν ἦλθε, μετήορος εἰς αἰθέρ᾽ ἁπλοῦν. Ἄλλος δ᾽ ἐξ ἄλλου γεννώμενος ἠδ᾽ ἀναβλαστὼν ψυχοῦται γονίμου φύσεως ἀροτρεύμασι καινοῖς.

47.1

Πλάτωνος ἐκ τοῦ Ἀξιόχου. Εἰ δὲ καὶ ἕτερον βούλει λόγον ἀκοῦσαι, ὃν ἐμοὶ ἤγγειλε Γωβρίης, ἀνὴρ μάγος, [ὃς] ἔφη κατὰ τὴν Ξέρξου διάβασιν τὸν πάππον αὐτοῦ καὶ ὁμώνυμον πεμφθέντα εἰς Δῆλον, ὅπως τηρήσειε τὴν νῆσον ἄσυλον ἐν ᾗ ⟨οἱ⟩ δύο θεοὶ ἐγένοντο, ἔκ τινων χαλκέων δέλτων, ἃς ⟨ἐξ⟩ Ὑπερβορέων ἐκόμισαν Ὦπις καὶ Ἑκάεργος, ἐκμεμαθηκέναι [τε]

47.2

μετὰ τὴν τοῦ σώματος λύσιν τὴν ψυχὴν εἰς τὸν ἄδηλον χωρεῖν τόπον καὶ τὴν ὑπόγειον οἴκησιν, ἐν ᾗ βασίλεια Πλούτωνος οὐχ ἥττω τῶν Διός, ἅτε τῆς γῆς μὲν ἐχούσης τὰ μέσα τοῦ κόσμου, τοῦ πόλου δὲ ὄντος σφαιροειδοῦς· οὗ τὸ μὲν ἕτερον ἡμισφαίριον θεοὶ ἔλαχον οἱ οὐράνιοι, τὸ δὲ ἕτερον οἱ ὑπένερθεν, οἱ μὲν ἀδελφοὶ ὄντες, οἱ δὲ ἀδελφῶν παῖδες.

47.3

Τὰ δὲ προπύλαια τῆς εἰς Πλούτωνος ὁδοῦ σιδηροῖς τείχεσι καὶ κλεισὶ διωχύρωται. Ταῦτα δὲ ἀνοίξαντα ποταμὸς Ἀχέρων ἐκδέχεται, μεθ᾽ ὃν Κωκυτός· οὓς χρὴ πορθμευθέντας ἀχθῆναι ἐπὶ Μίνω καὶ Ῥαδάμανθυν ἐν πεδίῳ ᾧ κλήζεται ἀληθείας.

47.4

Καθέζονται δὲ δικασταὶ ἀνακρίνοντες τῶν ἀφικνουμένων ἕκαστον, τίνα βίον βεβίωκε καὶ τίσιν ἐπιτηδεύμασιν ἐνῳκίσθη τῷ σώματι. Ψεύσασθαι δὲ ἀμήχανον.

47.5

Οἷς μὲν οὖν ἐν τῷ ζῆν δαίμων ἀγαθὸς ἐπέπνευσεν, εἰς τὸν τῶν εὐσεβῶν χῶρον λογίζονται, ἔνθα ἄφθονοι μὲν ὧραι παγκάρπου γονῆς βρύουσι, πηγαὶ δὲ ὑδάτων καθαρῶν, παντοῖοι δὲ λειμῶνες εὐάνθεσι ποικίλοις ἐαριζόμενοι, διατριβαὶ δὲ ποιητῶν καὶ θέατρα φιλοσόφων καὶ ἐγκύκλιοι χοροὶ καὶ μουσικὰ ἀκούσματα, συμπόσιά τε εὐμελῆ καὶ εἰλαπίναι αὐτοχορήγητοι καὶ ἀκήρατος ἀλυπία καὶ ἡδεῖα δίαιτα.

47.6

Οὔτε γὰρ χεῖμα σφοδρὸν οὔτε θάλπος ἐγγίγνεται, ἀλλ᾽ εὔκρατος ἀὴρ χεῖται ἁπαλαῖσιν ἀκτῖσιν ἡλίου ἀνακιρνάμενος· καὶ ἐνταῦθα τοῖς μεμυημένοις ἐστί τις προεδρία· καὶ τὰς ὁσίους ἁγιστείας κἀκεῖ συντελοῦσιν.

47.7

Πῶς οὖν οὐ σοι πρώτῳ μέτεστι τῆς τιμῆς, ὄντι γεννήτῃ τῶν θεῶν; καὶ γὰρ τοὺς περὶ Ἡρακλέα καὶ Διόνυσον κατιόντας εἰς Ἅιδην πρότερον ἐνθάδε λόγος μυηθῆναι καὶ τὸ θάρσος τῆς ἐκεῖσε πορείας παρὰ τῆς Ἐλευσινίας ἐναύσασθαι.

47.8

Ὅσοις δὲ τὸ ζῆν διὰ κακουργημάτων ἠλάθη, ἄγονται πρὸς Ἐρινυῶν εἰς ἔρεβος καὶ χάος διὰ ταρτάρου, ἔνθα χῶρος ἀσεβῶν καὶ Δαναΐδων ὑδρεῖαι ἀτελεῖς καὶ Ταντάλου δίψος καὶ Τιτυοῦ σπλάγχνα αἰωνίως ἐσθιόμενα καὶ γεννώμενα καὶ Σισύφου πέτρος ἀνήνυτος· οὗ τὰ τέρματα αὖθις ἄρχεται [τῶν] πόνων· ἔνθα θηρσὶ περιλιχμώμενοι καὶ δασὶν ἐπιμόνως πυρούμενοι Ποινῶν καὶ πᾶσαν αἰκίαν αἰκιζόμενοι ἀιδίοις τιμωρίαις τρύχονται.

48.1

Ἑρμοῦ ἐκ τῶν πρὸς Τάτ. Οὐκ ἤκουσας ἐν τοῖς γενικοῖς, ὅτι ἀπὸ μιᾶς ψυχῆς, τῆς τοῦ παντός, πᾶσαι αἱ ψυχαί εἰσιν αὗται, ⟨αἱ⟩ ἐν τῷ παντὶ κόσμῳ κυλινδούμεναι, ὥσπερ ἀπονενεμημέναι; Τούτων τοίνυν τῶν ψυχῶν πολλαὶ αἱ μεταβολαί, τῶν μὲν εἰς τὸ εὐτυχέστερον, τῶν δ᾽ εἰς τὸ ἐναντίον.

48.2

Αἱ μὲν γὰρ ἑρπετώδεις οὖσαι εἰς ἔνυδρα μεταβάλλουσιν, αἱ δὲ ἔνυδροι εἰς χερσαῖα, αἱ δὲ χερσαῖαι εἰς πετεινά, αἱ δὲ ἀέριαι εἰς ἀνθρώπους, αἱ δὲ ἀνθρώπιναι ἀρχὴν ἀθανασίας ἴσχουσαι εἰς δαίμονας μεταβάλλουσιν, εἶθ᾽ οὕτως εἰς τὸν τῶν θεῶν χορόν· χοροὶ δὲ δύο θεῶν, ὁ μὲν τῶν πλανωμένων, ὁ δὲ τῶν ἀπλανῶν. Καὶ αὕτη ψυχῆς ἡ τελειοτάτη δόξα. Ψυχὴ δὲ εἰς ἀνθρώπους ἐλθοῦσα ἐὰν κακὴ μείνῃ, οὔποτε τεύξεται ἀθανασίας, παλίσσυτος δὲ τὴν ὁδὸν ὑποστρέψει τὴν ἐπὶ τὰ ἑρπετά. Καὶ αὕτη καταδίκη ψυχῆς κακῆς.

48.3

Κακία δὲ ψυχῆς ἀγνωσία. Ψυχὴ γὰρ μηδὲν ἐπιγνοῦσα τῶν ὄντων μηδὲ τὴν τούτων φύσιν μηδὲ τὸ ἀγαθόν, τυφλώττουσα δὲ ἐντινάσσεται τοῖς σωματικοῖς πάθεσι καὶ ἡ κακοδαίμων ἀγνοήσασα ἑαυτὴν δουλεύει σώμασιν ἀλλοκότοις καὶ μοχθηροῖς ὥσπερ φορτίον βαστάζουσα τὸ σῶμα καὶ οὐκέτ᾽ ἄρχουσα ἀλλ᾽ ἀρχομένη. Αὕτη κακία ψυχῆς.

49.1

Τοῦ αὐτοῦ. Ψυχὴ δὲ ἀνθρωπίνη ⟨οὐ⟩ πᾶσα μέν, ἡ δ᾽ εὐσεβὴς δαιμονία τίς ἐστι καὶ θεία. Καὶ ἡ τοιαύτη καὶ μετὰ τὸ ἀπαλλαγῆναι τοῦ σώματος τὸν τῆς εὐσεβείας ἀγῶνα ἀγωνισαμένη (ἀγὼν δὲ εὐσεβείας τὸ γνῶναι τὸ θεῖον καὶ μηδένα ἀνθρώπων ἀδικῆσαι), ὅλη νοῦς γίγνεται.

49.2

Ἡ δὲ ἀσεβὴς ψυχὴ μένει ἐπὶ τῆς ἰδίας οὐσίας ὑφ᾽ ἑαυτῆς κολαζομένη καὶ γήινον σῶμα ζητοῦσα εἰσελθεῖν, [εἰς] ἀνθρώπινον δέ· ἄλλο γὰρ σῶμα οὐ χωρεῖ ἀνθρωπίνην ψυχήν, οὐδὲ θέμις ἐστὶν εἰς ἀλόγου ζῴου σῶμα ψυχὴν ἀνθρωπίνην καταπεσεῖν· θεοῦ γὰρ νόμος οὗτος φυλάσσειν ψυχὴν ἀνθρωπίνην ἀπὸ τῆς τοιαύτης ὕβρεως.

Contents

Sign in to save your reading →