Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
44.76
I.49.44.76 · Wachsmuth pp. 406
“οὗτοι τὰ κρυπτά”, φησὶν Ἑρμῆς, “τῶν ἐμῶν ἐπιγνώσονται γραμμάτων πάντα καὶ διακρινοῦσι καὶ τινὰ μὲν αὐτοὶ κατασχώσιν, ἃ δὲ καὶ πρὸς εὐεργεσίας θνητῶν φθάνει, στήλαις καὶ ὀβελίσκοις χαράξουσιν·”
44.77
I.49.44.77 · Wachsmuth pp. 406
οὗτοι πρῶτοι δείξαντες δικαστήρια εὐνομίας τὰ σύμπαντα καὶ δικαιοσύνης ἐπλήρωσαν· οὗτοι δεξιᾶς καὶ πίστεως ἀρχηγέται γενόμενοι καὶ τὸν μέγιστον θεὸν Ὅρκον εἰσηγάγοντο εἰς τὸν βίον· οὗτοι τοὺς παυσαμένους τοῦ ζῆν, ὡς δέον ἐστίν, ἐδίδαξαν περιστέλλειν·
44.78
I.49.44.78 · Wachsmuth pp. 406
οὗτοι τὸ τοῦ θανάτου ζητήσαντες ἄγριον ἔγνωσαν, ὡς τοῦ ἔξωθεν πνεύματος φιλυποστρόφου τυγχάνοντος εἰς τὰ τῶν ἀνθρώπων πλάσματα, ἐὰν ὑστερήσῃ ποτέ, ἀνάκτησιν οὐκ ἔχον ἐργάζεται λειποθυμίας·
44.79
I.49.44.79 · Wachsmuth pp. 406-407
οὗτοι τὸ περιέχον ὅτι δαιμόνων ἐπληρώθη παρὰ Ἑρμοῦ μαθόντες, κρυπταῖς στήλαις ἐχάραξαν· οὗτοι μόνοι τὰς κρυπτὰς νομοθεσίας τοῦ θεοῦ παρὰ Ἑρμοῦ μαθόντες τεχνῶν καὶ ἐπιστημῶν καὶ ἐπιτηδευμάτων ἁπάντων εἰσηγηταὶ τοῖς ἀνθρώποις ἐγένοντο καὶ νομοθέται· οὗτοι παρ᾽ Ἑρμοῦ μαθόντες ὡς τὰ κάτω συμπαθεῖν τοῖς ἄνω ὑπὸ τοῦ δημιουργοῦ διετάγη, τὰς προσκαθέτους τοῖς ἐν οὐρανῷ μυστηρίοις ἱεροποιίας ἀνέστησαν ἐν γῇ·
44.80
I.49.44.80 · Wachsmuth pp. 407
οὗτοι τὸ φθόριμον τῶν σωμάτων ἐπιγνόντες τὸ ἐν ἅπασι τέλειον τῶν προφητῶν ἐτεχνάσαντο, ὡς μήποτε ὁ μέλλων θεοῖς προσάγειν χεῖρας προφήτης ἀγνοῇ τι τῶν ὄντων· ἵνα φιλοσοφία μὲν καὶ μαγεία ψυχὴν τρέφῃ, σῴζῃ δ᾽ ὅταν τι πάσχῃ ἰατρικὴ σῶμα.
44.81
I.49.44.81 · Wachsmuth pp. 407
Ταῦτα πάντα ποιήσαντες, ὦ τέκνον, Ὄσιρίς τε κἀγώ, τὸν κόσμον πληρέστατον ἰδόντες ἀπῃτούμεθα λοιπὸν ὑπὸ τῶν τὸν οὐρανὸν κατοικούντων, ἀλλ᾽ οὐκ ἦν ἀνελθεῖν, πρὶν ἐπικαλέσασθαι τὸν μόναρχον, ἵνα δὴ καὶ τῆς θεωρίας ταύτης πλῆρες τὸ περιέχον γένηται αὐτοί τε εὐπαράδεκτον εὐτυχήσωμεν τὴν ἀνάβασιν. * * χαίρει γὰρ ὕμνοις ὁ θεός.”
44.82
I.49.44.82 · Wachsmuth pp. 407
“Ὦ τεκοῦσα”, εἶπεν Ὧρος, “κἀμοὶ χάρισαι τὴν τοῦ ὕμνου ἐπίγνωσιν, ὡς μὴ ἀμαθὴς ὑπάρχω”. Καὶ εἶπεν Ἶσις· “Πρόσεχε, παῖ”.
45.1
I.49.45.1 · Wachsmuth pp. 407
Ἐν ταὐτῷ. “Σὺ δέ, ὦ παῖ μεγαλόψυχε, εἴ τι θέλεις ἕτερον, ἐπερώτα.” Καὶ εἶπεν Ὧρος· “Ὦ πολυτίμητε μῆτερ, εἰδῆσαι θέλω, πῶς γίγνονται βασιλικαὶ ψυχαί;” Καὶ εἶπεν Ἶσις· “Ἡ γιγνομένη, τέκνον Ὧρε, περὶ τὰς βασιλικὰς ψυχὰς διαφορὰ τοιαύτη τίς ἐστιν.
45.2
I.49.45.2 · Wachsmuth pp. 407
Ἐπεὶ γὰρ τόποι τέσσαρές εἰσιν ἐν τῷ παντὶ οἵτινες ἀπαραβάτῳ νόμῳ καὶ προστασίᾳ ὑποπίπτουσιν, ὅ τε οὐρανὸς καὶ ⟨ὁ⟩ αἰθὴρ καὶ ὁ ἀὴρ καὶ ἡ ἱερωτάτη γῆ, [καὶ] ἄνω μέν, ὦ τέκνον, ἐν οὐρανῷ θεοὶ κατοικοῦσιν, ὧν ἄρχει μετὰ καὶ τῶν ἄλλων πάντων ὁ τῶν ὅλων δημιουργός· ἐν δὲ τῷ αἰθέρι ἀστέρες, ὧν ἄρχει ὁ μέγας φωστὴρ ἥλιος· ἐν δὲ τῷ ἀέρι ψυχαὶ δαιμόνιαι, ὧν ἄρχει σελήνη· ἐπὶ δὲ τῆς γῆς ἄνθρωποι καὶ τὰ λοιπὰ ζῷα, ὧν ἄρχει ὁ κατὰ καιρὸν γενόμενος βασιλεύς.
45.3
I.49.45.3 · Wachsmuth pp. 407-408
Γεννῶσι γάρ, ὦ τέκνον, βασιλεῖς οἱ θεοὶ ἐπαξίους τῆς ἐπιγείου γονῆς καὶ εἰσιν οἱ ἄρχοντες τοῦ βασιλέως ἀπόρροιαι, ὧν ὁ μᾶλλον ἐκείνῳ πλησίον οὗτος καὶ τῶν ἄλλων βασιλικώτερος. Ὁ μὲν γὰρ ἥλιος, καθὸ ἐγγύον ἐστὶ τοῦ θεοῦ, τῆς σελήνης ἐπιμείζων καὶ δυναμικώτερος, ᾧ δευτερεύει ἡ σελήνη καὶ κατὰ τάξιν καὶ κατὰ δύναμιν.
45.4
I.49.45.4 · Wachsmuth pp. 408
Καὶ ὁ μὲν βασιλεὺς τῶν μὲν ἄλλων θεῶν ἐστιν ἔσχατος, πρῶτος δὲ ἀνθρώπων· καὶ μέχρις ὅτου ἐπὶ γῆς ἐστι, τῆς μὲν ἀληθοῦς θειότητος ἀπήλλακται, ἔχει δὲ ἐξαίρετόν τι παρ᾽ ἀνθρώπους, ὃ ὅμοιόν ἐστι τῷ θεῷ. Ἡ γὰρ εἰς αὐτὸν καταπεμπομένη ψυχὴ ἐξ ἐκείνου ἐστὶ τοῦ χωρίου ὃ ὑπεράνω κεῖται ἐκείνων, ἀφ᾽ ὧν εἰς τοὺς ἄλλους καταπέμπονται ἀνθρώπους.
45.5
I.49.45.5 · Wachsmuth pp. 408
Καταπέμπονται δὲ ἐκεῖθεν εἰς τὸ βασιλεύειν διὰ δύο ταῦτα αἱ ψυχαί, ὦ τέκνον. Αἱ γὰρ καλῶς καὶ ἀμέμπτως δραμοῦσαι τὸν ἴδιον αἰῶνα καὶ μέλλουσαι ἀποθεοῦσθαι, ἵνα κἂν τῷ βασιλεύειν τὴν τῶν θεῶν προγυμνασθῶσιν ἐξουσίαν· αἱ ⟨δὲ⟩ θεῖαί τινες ἤδη οὖσαι καὶ ἐπὶ μικρῷ τινι παραθεμιστεύσασαι τὸν ἔνθεον γνώμονα, ἵνα [μὴ] κόλασιν μὲν ἐν τῷ σεσωματῶσθαι ὑπομένωσι, δι᾽ ἀδοξίαν ⟨δὲ⟩ καὶ φύσιν μηδὲν ὅμοιον ταῖς ἄλλαις πάσχωσιν ἐνσωματισθεῖσαι, ἀλλ᾽ ὅπερ εἶχον λελυμέναι, τοῦτο καὶ δεθεῖσαι ἔχωσιν.
45.6
I.49.45.6 · Wachsmuth pp. 408-409
Αἱ μέντοι περὶ τὰ ἤθη τῶν βασιλευόντων γιγνόμεναι διαφοραὶ οὐκ ἐν τῇ τῆς ψυχῆς κρίσει κρίνονται, πᾶσαι γὰρ θεῖαι· ἀλλ᾽ ἐν τῇ τῶν δορυφορησάντων αὐτὴν καταστάσει ἀγγέλων καὶ δαιμόνων. Αἱ γὰρ τοιαῦται καὶ ἐπὶ ⟨τὰ⟩ τοιαῦτα κατερχόμεναι δίχα προπομπῆς καὶ δορυφορίας οὐ κατέρχονται. Οἶδε γὰρ ἡ ἄνω Δίκη τὴν ἀξίαν ἑκάστῃ νέμειν, κἂν ἐκ τῆς εὐημερούσης χώρας ἀπωθῶνται.
45.7
I.49.45.7 · Wachsmuth pp. 409
Ὅταν οὖν οἱ κατάγοντες αὐτὴν ἄγγελοι καὶ δαίμονες, τέκνον Ὧρε, πολεμικοὶ ὦσι, τούτων περικρατεῖν τῆς γνώμης ἡ ψυχὴ ἔχει ἡ ἐπιλαθομένη τῶν ἑαυτῆς ἔργων, μᾶλλον δὲ μεμνημένη τούτων μέχρι τῶν τῆς ἑτέρας συνοδίας προσγεγονότων·
45.8
I.49.45.8 · Wachsmuth pp. 409
ὅταν δὲ εἰρηνικοί, τότε καὶ αὐτὴ τὸν ἴδιον δρόμον εἰρηνοποιεῖται· ὅταν δὲ δικαστικοί, τότε καὶ αὐτὴ δικάζει· ὅταν δὲ μουσικοί, τότε καὶ αὐτὴ ᾄδει· ὅταν δὲ φιλαλήθεις, τότε καὶ αὐτὴ φιλοσοφεῖ. Ὡς γὰρ ἐξ ἀνάγκης αἱ ψυχαὶ αὗται τῆς τῶν καταγόντων περικρατοῦσι γνώμης, πίπτουσαι γὰρ εἰς τὴν ἀνθρωπότητα τῆς μὲν ἰδίας φύσεως ἐπιλαθόμεναι καὶ παρόσον μακρὰν αὐτῆς ἀπέστησαν, μέμνηνται δὲ τῆς τῶν κατακλεισάντων αὐτὰς διαθέσεως.”
45.9
I.49.45.9 · Wachsmuth pp. 409
“Καλῶς”, εἶπεν Ὧρος, “ἅπαντά μοι, ὦ τεκοῦσα, πῶς δὲ εὐγενεῖς γίγνονται ψυχαί, οὐδέπω μοι διηγήσω”. “Ὃν τρόπον ἐπὶ γῆς, ὦ τέκνον Ὧρε, εἰσί τινες πολιτεῖαι διαφέρουσαι ἀλλήλων, οὕτως καὶ ἐπὶ τῶν ψυχῶν ἐστι. Καὶ αὗται γὰρ τόπους ἔχουσιν ὅθεν ὁρμῶσι, καὶ ἡ ἀπὸ τοῦ ἐνδοξοτέρου τόπου ὡρμηκυῖα εὐγενεστέρα ἐστὶ τῆς μὴ οὕτως ἐχούσης.
45.10
I.49.45.10 · Wachsmuth pp. 409
Ὅνπερ γὰρ τρόπον ἐπ᾽ ἀνθρώποις ὁ ἐλεύθερος εὐγενέστερος εἶναι δοκεῖ δούλου (τὸ γὰρ ἐν ταῖς ψυχαῖς ὑπερέχον καὶ βασιλικὸν δουλοποιεῖ τὸ ὑπερεχόμενον ἐξ ἀνάγκης), οὕτω δή, ὦ τέκνον, καὶ ⟨ἐπὶ τῶν ψυχῶν ἐστιν⟩.”
45.11
I.49.45.11 · Wachsmuth pp. 410
“⟨Πῶς δέ, ὦ τεκοῦσα,⟩ ἀρρενικαὶ καὶ θηλυκαὶ γίγνονται ψυχαί;” “Αἱ ψυχαί, ⟨ὦ⟩ τέκνον Ὧρε, ὁμοφυεῖς εἰσιν ἑαυταῖς, καθάπερ ἐξ ἑνὸς οὖσαι χωρίου, ἐν ᾧ αὐτὰς διατυποῦται ὁ δημιουργός, καὶ οὔτε εἰσιν ἄρρενες οὔτε θήλειαι. Ἡ γὰρ τοιαύτη διάθεσις ἐπὶ σωμάτων γίγνεται καὶ οὐκ ἐπὶ ἀσωμάτων.
45.12
I.49.45.12 · Wachsmuth pp. 410
Ἡ δὲ διαφορὰ τοῦ τὰς μὲν βριμωδεστέρας εἶναι τὰς δὲ εὐαφεῖς ὁ ἀήρ ἐστι, τέκνον Ὧρε, ἐν ᾧ πάντα γίγνεται. Ἀὴρ δὲ ψυχῆς ἐστιν αὐτὸ τὸ σῶμα ὃ περιβέβληται, ὅπερ στοιχείων ἐστὶ φύραμα, γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός.
45.13
I.49.45.13 · Wachsmuth pp. 410
Ἐπεὶ οὖν τὸ μὲν τῶν θηλειῶν σύγκριμα πλεονάζει μὲν τῷ ὑγρῷ καὶ ψυχρῷ, λείπεται δὲ τῷ ξηρῷ καὶ θερμῷ, παρὰ τοῦτο ἡ εἰς τοιοῦτον πλάσμα συγκλειομένη ψυχὴ δίυγρος γίγνεται καὶ τρυφερά, ὥσπερ ἐπὶ τῶν ἀρρένων τὸ ἐναντίον ἐστὶ γιγνόμενον εὑρεῖν. Ἐπὶ γὰρ τούτοις πλεονάζει μὲν τὸ ξηρὸν καὶ [τὸ] θερμόν, λείπεται δὲ τὸ ψυχρὸν καὶ ὑγρόν· διὰ τοῦτο αἱ ἐν τοιούτοις σώμασι ψυχαὶ τραχεῖαι καὶ ἐργατικώτεραί εἰσιν.
45.14
I.49.45.14 · Wachsmuth pp. 410
“Πῶς γίγνονται αἱ ψυχαὶ συνεταί, ὦ τεκοῦσα;” Καὶ ἀπεκρίθη Ἶσις· “Τὸ ὁρατικόν, ὦ τέκνον, περιβέβληται χιτῶσιν. Ὅταν οὗτοι οἱ χιτῶνες πυκνοὶ ὦσι καὶ παχεῖς, ἀμβλυωπεῖ ὁ ὀφθαλμός, ἐὰν δὲ ἀραιοὶ καὶ λεπτοί, τότε ὀξυωπέστατα βλέπει.
45.15
I.49.45.15 · Wachsmuth pp. 410-411
Οὕτως καὶ ἐπὶ τῆς ψυχῆς. Ἔχει γὰρ καὶ αὕτη ἴδια περιβόλαια ἀσώματα, καθὸ καὶ αὐτὴ ἀσώματός ἐστι. Τὰ δὲ περιβόλαια ταῦτα ἀέρες εἰσίν, οἱ ἐν ἡμῖν. Ὅταν οὗτοι ὦσι λεπτοὶ καὶ ἀραιοὶ καὶ διαυγεῖς, τότε συνετὴ ἡ ψυχή ἐστιν· ὅταν δὲ τοὐναντίον πυκνοὶ καὶ παχεῖς καὶ τεθολωμένοι, τότε ὡς ἐν χειμῶνι ἐπὶ μακρὸν οὐ βλέπει, ἀλλὰ ταῦτα ὅσα παρὰ ποσὶ κεῖται.”
45.16
I.49.45.16 · Wachsmuth pp. 411
Καὶ εἶπεν Ὧρος· “Διὰ τίνα οὖν αἰτίαν, ὦ τεκοῦσα, οἱ ἔξω τῆς ἱερωτάτης ἡμῶν χώρας ἄνθρωποι ταῖς διανοίαις οὐκ ὄντως εἰσὶ συνετοί, ὡς οἱ ἡμέτεροι;” Καὶ εἶπεν Ἶσις· “Ἡ γῆ μέσον τοῦ παντὸς ὑπτία κεῖται καὶ κεῖται ὥσπερ ἄνθρωπος οὐρανὸν βλέπουσα, μεμερισμένη δὲ καθ᾽ ὅσα μέρη ὁ ἄνθρωπος μελίζεται· ἐμβλέπει δ᾽ οὐρανῷ καθάπερ πατρὶ ἰδίῳ, ὅπως ταῖς ἐκείνου μεταβολαῖς καὶ αὐτὴ τὰ ἴδια συμμεταβάλλῃ.
45.17
I.49.45.17 · Wachsmuth pp. 411
Καὶ πρὸς μὲν τῷ νότῳ τοῦ παντὸς κειμένην ἔχει τὴν κεφαλήν, πρὸς δὲ τῷ ἀπηλιώτῃ ⟨τὸν⟩ δεξιὸν ὦμον, ⟨πρὸς δὲ τῷ λιβὶ τὸν εὐώνυμον⟩, ὑπὸ τῆς ἄρκτου τοὺς πόδας, ⟨τὸν μὲν δεξιὸν ὑπὸ τὴν οὐράν,⟩ τὸν δὲ εὐώνυμον ὑπὸ τὴν κεφαλὴν τῆς ἄρκτου· τοὺς δὲ μηροὺς ἐν τοῖς μετὰ τὴν ἄρκτον· τὰ δὲ μέσα ἐν τοῖς μέσοις.
45.18
I.49.45.18 · Wachsmuth pp. 411
Καὶ τούτου σημεῖόν ἐστι τὸ τοὺς μὲν νοτιαίους τῶν ἀνθρώπων καὶ ἐπὶ τῇ κορυφῇ οἰκοῦντας εὐκορύφους καὶ καλλίτριχας, τοὺς δὲ ἀπηλιωτικοὺς πρὸς μάχην προχείρους εἶναι καὶ τοξικούς (αἰτία γὰρ τούτων ἡ δεξιὰ χείρ ἐστι)· τοὺς δ᾽ ἐν τῷ λιβὶ ἀσφαλεῖς εἶναι [καὶ] ὡς ἐπὶ τὸ πλεῖστον ἀριστερομάχους καὶ ὅσον ἄλλοι τῷ δεξιῷ μέρει ἐνεργοῦσιν αὐτοὺς τῷ εὐωνύμῳ προστιθεμένους·
45.19
I.49.45.19 · Wachsmuth pp. 411-412
τοὺς δὲ ὑπὸ τὴν ἄρκτον πρωτεύοντας τοὺς πόδας καὶ ἄλλους εὐκνήμους· τοὺς δὲ μετὰ τούτους καὶ μικρῷ πόρρω τὸ νῦν Ἰταλικὸν κλίμα ⟨κατοικοῦντας⟩ καὶ τὸ Ἑλλαδικόν, πάντας δὴ τούτους καλλιμήρους εἶναι καὶ εὐπυγοτέρους, ὥστε τῇ τοῦ κάλλους τῶν μερῶν τούτων ὑπερβολῇ καὶ τοὺς ἐνταῦθα ἀνθρώπους καταβαίνειν πρὸς τὴν τῶν ἀρρένων ὁμιλίαν. Πάντα δὲ ταῦτα τὰ μέρη πρὸς τὰ ἄλλα ἀργὰ ὄντα ἀργοτέρους ἤνεγκε καὶ τοὺς ἐπ᾽ αὐτῶν ἀνθρώπους.
45.20
I.49.45.20 · Wachsmuth pp. 412
Ἐπειδὴ δὲ ἐν τῷ μέσῳ τῆς γῆς κεῖται ἡ τῶν προγόνων ἡμῶν ἱερωτάτη χώρα, τὸ δὲ μέσον τοῦ ἀνθρωπίνου σώματος μόνης τῆς καρδίας ἐστὶ σηκός, τῆς δὲ ψυχῆς ὁρμητήριόν ἐστι καρδία, παρὰ ταύτην τὴν αἰτίαν, ὦ τέκνον, ⟨οἱ⟩ ἐνταῦθα ἄνθρωποι τὰ μὲν ἄλλα ἔχουσιν οὐχ ἧττον ὅσα καὶ πάντες, ἐξαίρετον δὲ τῶν πάντων νοεροί εἰσι καὶ σώφρονες, ὡς ἂν ἐπὶ καρδίας γενόμενοι καὶ τραφέντες.