Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 49

44.51

Τούτων οὕτως γενομένων, τέκνον Ὧρε, ἰσχυρότατόν τι ἀπὸ γῆς ἀνίσταται πνεῦμα, ἀκατάληπτον μὲν περιοχῇ σώματος, δυνάμει δὲ φρονήσεως ὑπάρχον, ὃ καίπερ εἰδὸς ὑπὲρ ὧν ἐπυνθάνετο, τὸ σῶμα μὲν κατὰ τύπον ἀνδρὸς περικείμενον καὶ καλὸν καὶ σεμνοπρεπὲς ὄν, ὑπερβολῇ δὲ ἄγριον καὶ πλῆρες φόβου, τὸ δὲ παραυτίκα τὰς ψυχὰς εἰσιούσας εἰς τὰ πλάσματα θεωρῆσαν, “τίνες”, ἔλεγεν, “οὗτοι καλοῦνται, ὦ Ἑρμῆ, θεῶν ὑπομνηματογράφε;” Εἰπόντος δέ, “ἄνθρωποι, ⟨ὦ Μῶμε⟩”,

44.52

“Ὦ Ἑρμῆ”, ἔφη, “τολμηρὸν ἔργον ποιῆσαι τὸν ἄνθρωπον, περίεργον ὀφθαλμοῖς καὶ λάλον γλώσσῃ, ἀκουστικὸν μέλλοντα εἶναι καὶ τῶν αὐτῷ μὴ προσηκόντων, λίχνον ὀσφρήσει καὶ μέχρι πάντων τῷ τῆς ἁφῆς ἁπτικῷ μέλλοντα καταχρᾶσθαι. τοῦτον ἀμέριμνον καταλεῖψαι κέκρικας, ὦ γενεσιουργέ, τὸν ὁρᾶν μέλλοντα τολμηρῶς τῆς φύσεως τὰ καλὰ μυστήρια; ἄλυπον ἐᾶσαι θέλεις τοῦτον καὶ μέχρι τῶν περάτων γῆς τὰς ἑαυτοῦ μελλήσοντα πέμπειν ἐπινοίας;

44.53

ῥίζας φυτῶν ἀνασκάψουσιν ἄνθρωποι καὶ ποιότητα ἐξετάσουσι χυλῶν, λίθων φύσεις ἐπισκοπήσουσι καὶ διὰ μέσου ἀνατεμοῦσι τῶν ζῴων τὰ ἄλογα οὐ μόνον, ἀλλὰ καὶ ἑαυτούς, ὡς ἐγένοντο ἐξετάζειν θέλοντες, τολμηρὰς ἐκτενοῦσι χεῖρας καὶ μέχρι θαλάσσης καὶ τὰς αὐτοφυεῖς ὕλας τέμνοντες μέχρι καὶ τῶν πέραν διαπορθμεύσουσιν ἀλλήλους ἐπὶ ζήτησιν, καὶ τίς ἐνδοτέρω τῶν ἱερῶν ἀδύτων φύσις ὑπάρχει, τὰ μέχρις ἄνω διώξουσι, παρατηρῆσαι βουλόμενοι τίς οὐρανοῦ καθέστηκε κίνησις.

44.54

ἔτι μέτρια ταῦτα· λείπει γὰρ οὐδὲν ἔτι πλὴν γῆς τόπος ἔσχατος. ἀλλὰ καὶ τούτων τὴν ἐσχάτην τῷ θέλειν ἐρευνήσουσι νύκτα. μηδὲν οὖν ἐμπόδιον ἔχουσιν οὗτοι, ἀλλὰ τῷ τῆς ἀλυπίας ἀγαθῷ μυηθῶσι καὶ τοῖς χαλεποῖς μὴ βιασθέντες τοῦ φόβου κέντροις ἀμερίμνῳ βίῳ τρυφήσουσιν; εἶτα οὐ καὶ μέχρις οὐρανοῦ περίεργον ὁπλισθήσονται τόλμαν οὗτοι; οὐκ ἀμερίμνους ἐκτενοῦσιν ἐπὶ καὶ τὰ στοιχεῖα τὰς ψυχὰς αὐτῶν;

44.55

δίδαξον ἐντεῦθεν ἐρᾶν τοῦ τι βουλεύεσθαι [ἵνα ἔχωσι καὶ τῆς ἀποτυχίας τὸ χαλεπὸν φοβηθῆναι], ἵνα τῷ τῆς λύπης δακνηρῷ δαμασθῶσι τῶν ἐλπιζομένων ἀποτυχόντες. χρεωκοπείσθω τῶν ψυχῶν αὐτῶν τὸ περίεργον ἐπιθυμίαις καὶ φόβοις καὶ λύπαις καὶ ἐλπίσι πλάνοις.

44.56

ἐπάλληλοι τὰς ψυχὰς αὐτῶν ἔρωτες νεμέσθωσαν, ἐλπίδες, ποικίλαι ἐπιθυμίαι, ποτὲ μὲν ἐπιτυγχάνουσαι, ποτὲ δὲ ἀτευκτοῦσαι, ἵνα αὐτοῖς καὶ τῆς ἐπιτυχίας ἡδὺ δέλεαρ ᾖ εἰς ἄθλησιν τελειοτέρων κακῶν· βαρείτω πυρετὸς αὐτοῖς, ἵνα ἐκκαήσαντες κολάσωσι τὴν ἐπιθυμίαν.”

44.57

Λυπῇ, τέκνον Ὧρε, τάδε ἑρμηνευούσης σοι τῆς τεκούσης; Οὐ θαυμάζεις, οὐ καταπλήσσῃ, πῶς ὁ τάλας ἄνθρωπος ἐβαρήθη; Τὸ δεινότερον ἐπάκουσον.

44.58

Ἐτέρπετο Μώμου ταῦτα λέγοντος Ἑρμῆς, ἐλέγετο γὰρ οἰκείως αὐτῷ τὰ εἰρημένα καὶ ταῦτα ἔπραττεν, ὅσα περ εἰρήκει, λέγων· “Μῶμε, ἀλλ᾽ οὐκ ἐναργὴς γενήσεται πνεύματος θείου φύσις ἡ τοῦ περιέχοντος; εἶπε γὰρ εἶναί με ταμίαν καὶ προνοητὴν ὁ τῶν συμπάντων δεσπότης.

44.59

ἐπόπτειρα τοίνυν ταγῆς ἔσται τῶν ὅλων ὀξυδερκὴς θεὸς Ἀδράστεια καί τι κρυπτὸν ὄργανον ἐγὼ τεχνάσομαι, ἀπλανοῦς καὶ ἀπαραβάτου θεωρίας ἐχόμενον, ᾧ τὰ ἐπὶ γῆς ἀναγκαίως δουλαγωγηθήσεται πάντα τὰ ἀπὸ γενέσεως ἄχρι φθορᾶς ἐσχάτης, ἔχον τὴν ⟨τῶν⟩ ἀποτελουμένων πῆξιν· πεισθήσεται δὲ τῷ ὀργάνῳ τούτῳ καὶ τὰ ἐπὶ γῆς ἄλλα πάντα.” Εἶπεν Ἑρμῆς [ἐγὼ] δὴ ταῦτα τῷ Μώμῳ καὶ ἤδη τὸ ὄργανον ἐκινεῖτο.

44.60

Ταῦτα δὲ ὡς ἐγένετο καὶ ἐνεσωματίσθησαν αἱ ψυχαὶ καὶ ἐπαίνου ὑπὲρ τῶν γενομένων αὐτὸς ἔτυχεν, πάλιν ὁ μόναρχος σύγκλητον τῶν θεῶν ἐποίησε συνέδριον καὶ οἱ θεοὶ παρῆσαν καὶ πάλιν αὐτὸς ταῦτα οὕτως ἐφώνησε·

44.61

“Θεοί,” λέγων “ὅσοι τῆς κορυφαίας, ὅσοι καὶ ἀφθάρτου φύσεως τετεύχατε, οἱ τὸν μέγαν αἰῶνα διέπειν ἐς ἀεὶ κεκλήρωσθε, οἷς αὐτὰ ἑαυτοῖς ἀντιπαραδιδόντα οὐδέποτε κοπιάσει τὰ σύμπαντα, μέχρι πότε τῆς ἀνεπιγνώστου ταύτης δεσπόσομεν ἡγεμονίας; μέχρι πότε ἀθεώρητα γενήσεται ταῦτα ἡλίῳ καὶ σελήνῃ; ἕκαστος ἡμῶν ἐφ᾽ ἑαυτῷ γεννάτω· ἀπαλείψωμεν τῷ δύνασθαι τὴν ἔτι ἀργὴν σύστασιν ταύτην· ἄπιστος τοῖς μεταγενεστέροις μῦθος δὴ δοξάτω χάος εἶναι· ἔργων ἅπτεσθε μεγάλων, ἐγὼ δ᾽ αὐτὸς ἄρξομαι πρῶτος”.

44.62

Εἶπε καὶ εὐθέως κοσμικῆς τῆς ἔτι μελαίνης ἑνώσεως διάστασις ἐγένετο· καὶ ἐφάνη μὲν οὐρανὸς ἄνω, συγκεκοσμημένος τοῖς ἑαυτοῦ μυστηρίοις πᾶσι· κραδαινομένη ἔτι γῆ ἡλίου λάμψαντος ἐπάγη καὶ ἐφάνη πᾶσι τοῖς περὶ αὐτὴν συγκεκοσμημένη καλοῖς. Καλὰ γὰρ τῷ θεῷ καὶ τὰ θνητοῖς εἶναι νομιζόμενα φαῦλα, ὅτι δὴ τοῖς τοῦ θεοῦ νόμοις δουλεύειν ἐποιήθη.

44.63

Ἔχαιρε δὲ ὁ θεὸς ὁρῶν ἤδη ἑαυτοῦ τὰ ἔργα κινούμενα· πληρώσας δὲ τὰς ἰσοστασίους χεῖρας τῷ περιέχοντι τῶν ἐκ τῆς φύσεως ὑπαρχόντων καὶ τὰς δράκας καρτερῶς σφίγξας “λάβε,” εἶπεν “ὦ ἱερὰ γῆ, λάβε, πάντιμε καὶ εἶναι γενέτειρα μέλλουσα πάντων, καὶ μηδενὶ ἐντεῦθεν λείπεσθαι δόκει.” Εἶπεν ὁ θεὸς καὶ τὰς χεῖρας, οἵας δεῖ θεὸν ἔχειν, ἁπλώσας πάντα ἀφῆκεν ἐν τῇ τῶν ὄντων συστάσει.

44.64

Καὶ ἀγνωσία μὲν ἦν κατ᾽ ἀρχὰς παντάπασι. Νεωστὶ γὰρ αἱ ψυχαὶ καθειρχθεῖσαι καὶ τὴν ἀτιμίαν μὴ φέρουσαι τοῖς ἐν οὐρανῷ θεοῖς ἐφιλονείκουν τῆς ἑαυτῶν εὐγενείας περικρατοῦσαι καὶ ἀντιλαμβανόμεναι, ὡς καὶ αὐταὶ τοῦ αὐτοῦ ἔτυχον δημιουργοῦ, ἐστασίαζον καὶ τοῖς λειπομένοις ἀνθρώποις ὀργάνοις χρώμεναι, ἐποίουν αὐτοὺς ἑαυτοῖς ἐπιτίθεσθαι καὶ ἀντιτάσσεσθαι καὶ πολεμεῖν ἀλλήλους.

44.65

Καὶ οὕτως ἡ μὲν ἰσχὺς κατὰ τῆς ἀσθενείας μέγα ἠδύνατο, ὥστε οἱ ἰσχυροὶ τοὺς ἀδυνάτους καὶ ἔκαιον καὶ ἐφόνευον καὶ [κατὰ τῶν ἱερῶν] τοῦτο μὲν ζῶντας τοῦτο δὲ καὶ νεκροὺς ἔρριπτον κατὰ τῶν ἀδύτων, ἕως ἀγανακτήσαντα τὰ στοιχεῖα τῷ μονάρχῳ θεῷ ἐντυχεῖν ἐδοκίμαζον ὑπὲρ τῆς τῶν ἀνθρώπων ἀγρίου πολιτείας. Πολλοῦ δὲ ἤδη γενομένου τοῦ κακοῦ τὰ στοιχεῖα τῷ ποιήσαντι αὐτὰ τῷ θεῷ προσελθάντα τοιούτοις λόγοις ὑπὲρ μέμψεως ἐχρήσαντο. Καὶ δὴ καὶ εἶχε τὴν τοῦ λέγειν ἐξουσίαν τὸ πῦρ πρῶτον.

44.66

“Δέσποτα” δὲ ἔλεγε “καὶ τοῦ καινοῦ τούτου κόσμου τεχνῖτα καὶ κρυπτὸν ἐν θεοῖς καὶ σεβαστὸν ὄνομα μέχρι νῦν ἅπασιν ἀνθρώποις, μέχρι πότε, ὦ δαῖμον, ἄθεον καταλεῖψαι τὸν θνητῶν βίον προαίρεσιν ἔχεις; ἀνάτειλον ἤδη σεαυτὸν χρηματίζοντι τῷ κόσμῳ καὶ τοῦ βίου τὸ ἄγριον μύησον εἰρήνῃ· χάρισαι νόμους τῷ βίῳ, χάρισαι νυκτὶ χρησμούς· πλήρωσον καλῶν ἐλπίδων πάντα·

44.67

φοβείσθωσαν ἄνθρωποι τὴν ἀπὸ θεῶν ἐκδικίαν καὶ οὐδεὶς ἁμαρτήσει· ἐπαξίους ἁμαρτημάτων μισθοὺς ἂν ἀπολάβωσι, φυλάξονται οἱ λοιποὶ τὸ ἀδικεῖν, φοβηθήσονται ὅρκους καὶ οὐδὲ εἷς ἔτι ἀνόσιον φρονήσει· μαθέτωσαν εὐεργετηθέντες εὐχαριστῆσαι, ἵνα χαῖρον παρὰ λοιβαῖς [παρὰ θυσίαις] ὑπηρετήσω [τὸ πῦρ], ἵν᾽ εὐώδεις ἀτμοὺς ἀπ᾽ ἐσχάρας προπέμψω σοι. μιαίνομαι γάρ, ὦ δέσποτα, μέχρι νῦν καὶ ὑπὸ τῆς τῶν γενομένων ἀνθρώπων ἀθέου τόλμης σάρκας ἀναγκάζομαι αἴκειν, οὐκ ἐῶσί τε μένειν εἰς ὃ πέφυκα, παραχαράσσοντες οὐ καθηκόντως τὸ ἄφθαρτον.”

44.68

Ὁ δὲ ἀὴρ “καὶ αὐτὸς θολοῦμαι, δέσποτα,” ἔλεγε “καὶ ἀπὸ τῶν νεκρῶν σωμάτων ἀναθυμιάσεως νοσώδης τέ εἰμι καὶ ὑγιεινὸς οὐκέτι, ἐφορῶ τε ἄνωθεν ὅσα μὴ θέμις ὁρᾶν”.

44.69

Ὕδωρ ἑξῆς, ὦ παῖ μεγαλόψυχε, τὴν τοῦ λέγειν εἶχεν ἐξουσίαν καὶ ἔλεγεν οὕτως· “Πάτερ καὶ θαυμαστὲ ποιητὰ πάντων, αὐτόγονε δαῖμον καὶ τῆς διὰ σὲ πάντα γεννώσης ποιητὰ φύσεως, ἤδη ποτέ, ὦ δαῖμον, ἀεὶ ῥεῖθρα ποταμῶν καθαρὰ πρόσταξον εἶναι· ἢ γὰρ ἀπολούουσι ποταμοὶ καὶ θάλασσαι τοὺς φονεύσαντας, ἢ δέχονται τοὺς φονευθέντας.”

44.70

Γῆ παρῆν περίλυπος ἑξῆς καὶ † τάξομαι τῆς ἀπὸ τῶν λόγων, ὦ παῖ μεγαλόδοξε, οὕτως λέγειν ἤρξατο· “Βασιλεῦ καὶ τῶν οὐρανίων πρύτανι καὶ δέσποτα ἀψίδων, στοιχείων ἡμῶν ἡγεμὼν ⟨καὶ⟩ πάτερ τῶν σοι παρεστώτων, ἐξ ὧν αὐξήσεως καὶ μειώσεως ἀρχὴν ἔχει τὰ πάντα, εἰς ἃ καὶ πάλιν καταλήγοντα ἀναγκαίως ὀφειλόμενον τέλος ἔχει, ἀλόγιστος, ὦ πολυτίμητε, καὶ ἄθεος [ἀπ᾽] ἀνθρώπων ἐπ᾽ ἐμὲ χορὸς ἔπεισι. χωρῶ δ᾽ ἐγὼ καὶ φύσιν πάντων· αὐτὴ γάρ, ὡς σὺ προσέταξας, καὶ φέρω πάντα καὶ τὰ φονευθέντα δέχομαι. ἀτιμοῦμαι δὲ ἤδη ὑπὸ πάντων· ὁ ἐπιχθόνιός σοι κόσμος πεπληρωμένος θεὸν οὐκ ἔχει. πάντα γάρ, ὃ φοβηθῶσιν οὐκ ἔχοντες, παρανομοῦσι καὶ κατ᾽ ἐμῶν, ὦ κύριε, τενόντων πάσῃ πονηρᾷ τέχνῃ καταπίπτουσι. καταβρέχομαι δὲ πᾶσα διαφθειρομένη σωμάτων χυλοῖς.

44.71

ἐντεῦθεν, κύριε, καὶ τοὺς οὐκ ἀξίους ἀναγκάζομαι χωρεῖν. χωρῆσαι θέλω μεθ᾽ ὧν φέρω πάντων καὶ θεόν. χάρισαι τῇ γῇ κἂν οὐ σεαυτόν, οὐ γάρ σε χωρεῖν ὑπομένω, σαυτοῦ ⟨γέ⟩ τινα ἱερὰν ἀπόρροιαν. στοιχείων τιμιωτέραν τῶν ἄλλων τὴν γῆν μεταποίησον. μόνην γὰρ αὐχεῖν τῶν ἀπὸ σοῦ πρέπει τὰ πάντα παρεχούσῃ.”

44.72

Τοσαῦτα μὲν τὰ στοιχεῖα εἶπεν· ὁ δὲ θεὸς ἱερᾶς ἐν τῷ λέγειν φωνῆς τὰ σύμπαντα πληρώσας, “Πορεύεσθε”, εἶπεν, “ἱερὰ καὶ μεγάλου πατρὸς ἄξια τέκνα, καὶ κατὰ μηδένα τρόπον νεωτερίζειν ἐπιχειρεῖτε μηδὲ ἀργὸν τῆς ἐξ αὑτῶν ὑπηρεσίας τὸν σύμπαντά μου κόσμον καταλείπετε. ἑτέρα γὰρ ἐν ὑμῖν τις ἤδη τῆς ἐμῆς ἀπόρροια φύσεως, ὃς δὴ καὶ ὅσιος ἔσται τῶν πραττομένων ἐπόπτης καὶ ζώντων μὲν κριτὴς ἀμεθόδευτος, φρικτὸς δ᾽ οὐ μόνον ἀλλὰ καὶ τιμωρὸς τῶν ὑπὸ γῆν τύραννος. καὶ ἑκάστῳ δὲ τῶν ἀνθρώπων ἀκολουθήσει διὰ γένους μισθὸς ἐπάξιος.”

44.73

Καὶ οὕτως ἐπαύσατο τῆς ἐντυχίας τὰ στοιχεῖα τοῦ δεσπότου κελεύσαντος καὶ ἐχεμυθίαν εἶχον· καὶ ἕκαστον αὐτῶν τῆς ἰδίας ἐξουσίας ἐκράτει καὶ ἐδέσποζε.”

44.74

Καὶ ἐκ τούτου εἶπεν Ὧρος· “Ὦ τεκοῦσα, πῶς οὖν τὴν τοῦ θεοῦ ἀπόρροιαν ἔχειν εὐτύχησεν ἡ γῆ;” Καὶ εἶπεν Ἶσις· “Παραιτοῦμαι γένεσιν ἱστορεῖν· οὐ γὰρ θεμιτὸν σῆς σπορᾶς καταλέγειν ἀρχήν, ὦ μεγαλοσθενὲς Ὧρε, ὡς μήποτε ὕστερον εἰς ἀνθρώπους ἀθανάτων ἔλθῃ γένεσις θεῶν·

44.75

πλὴν ὅτι γε ὁ μόναρχος θεός, ὁ τῶν συμπάντων κοσμοποιητὴς καὶ τεχνίτης, [τὶ] τὸν μέγιστόν σου πρὸς ὀλίγον ἐχαρίσατο πατέρα Ὄσιριν καὶ τὴν μεγίστην θεὰν Ἶσιν, ἵνα τῶν πάντων δεομένῳ κόσμῳ βοηθοὶ γένωνται. Οὗτοι βίου τὸν βίον ἐπλήρωσαν· οὗτοι τὸ τῆς ἀλληλοφονίας ἔπαυσαν ἄγριον· τεμένη προγόνοις θεοῖς αὐτοὶ καὶ θυσίας καθιέρωσαν· νόμους οὗτοι καὶ τροφὰς θνητοῖς καὶ σκέπην ἐχαρίσαντο·

Contents

Sign in to save your reading →