Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
44.27
I.49.44.27 · Wachsmuth pp. 392
Αὗται τε, ὦ τέκνον, ὡς τι πράξασαι ἤδη καὶ περίεργον ὡπλίζοντο τόλμαν καὶ παρὰ τὰ διατεταγμένα ἐποίουν καὶ ἤδη τῶν ἰδίων τμημάτων καὶ ταμιείων προήρχοντο καὶ ἐφ᾽ ἑνὸς οὐκέτι ἤθελον τόπου μένειν, ἀεὶ δὲ ἐκινοῦντο καὶ τὸ [ἔτι] ἐπὶ μιᾶς μονῆς εἶναι θάνατον ἡγοῦντο.
44.28
I.49.44.28 · Wachsmuth pp. 392-393
Τοῦτο μὲν οὖν, φησίν, ὦ τέκνον, Ἑρμῆς, ὡς κἀμὲ [λέγων] καὶ τὸν τῶν ὅλων κύριον καὶ θεὸν οὐκ ἐλάνθανεν ἃ πράσσουσιν, κόλασιν δὲ αὐταῖς ἐπεζήτει καὶ δεσμόν, ὃν τλημόνως ὑπομενοῦσι. Καὶ δὴ καὶ ἔδοξε τῷ πάντων ἡγεμόνι καὶ δεσπότῃ τὸ τῶν ἀνθρώπων σύστημα τεχνήσασθαι, ὅπως ἐν τούτῳ τὸ τῶν ψυχῶν διαπαντὸς γένος κολάζηται.
44.29
I.49.44.29 · Wachsmuth pp. 393
Τότε δὴ μεταπεμψάμενος ἐμέ, φησὶν Ἑρμῆς, εἶπεν· “Ὦ ψυχῆς ἐμῆς ψυχὴ καὶ νοῦς ἱεροῦ ἐμοῦ νοῦ, ἄχρι ποῦ στυγνὴ φύσις ἡ τῶν ὑποκειμένων ὁρᾶται; ἄχρι πότε τὰ ἤδη γεγονότα ἀργὰ μενεῖ καὶ ἀνεγκωμίαστα; ἀλλ᾽ ἄγε δή μοι τοὺς ἐν οὐρανῷ θεοὺς πάντας ἤδη”, εἶπεν ὁ θεός, ὦ τέκνον, ὥς φησιν Ἑρμῆς. Οἱ δὲ ⟨ὡς⟩ ἦλθον πρὸς ἐπίταγμα, “ἀπίδετε”, εἶπεν, “εἰς τὴν γῆν καὶ πάντα τὰ χαμαί”. Οἱ δὲ ἐν τάχει καὶ εἶδον καὶ ἐνόησαν ἃ ἐβούλετο ὁ δυνάστης. Καὶ εἰπόντι ὑπὲρ τῆς τῶν ἀνθρώπων γενέσεως συνήδοντο, ὅτι παρ᾽ ἑνὸς ἑκάστου τι δυνατός ἐστι παρασχεῖν τοῖς μέλλουσι γίγνεσθαι.
44.30
I.49.44.30 · Wachsmuth pp. 393
Ἔλεγεν Ἥλιος· “ἐπὶ πλέον λάμψω”. Ὑπισχνεῖτο Σελήνη τὸν μετὰ τὸν ἥλιον δρόμον φωτίσαι· ἔλεγε καὶ προπεπαιδοποιηκέναι Φόβον καὶ Σιγὴν καὶ Ὕπνον καὶ τὴν μέλλουσαν αὐτοῖς ἔσεσθαι πανωφελῆ Μνήμην. Κρόνος ἀπήγγειλεν ἤδη πατὴρ γεγονέναι καὶ Δίκης καὶ Ἀνάγκης.
44.31
I.49.44.31 · Wachsmuth pp. 393
Ζεὺς ἔλεγεν· “ὡς μὴ παντάπασι πολεμήσαι τὸ φῦλον τὸ ἐσόμενον, ἤδη αὐτοῖς καὶ Τύχην καὶ Ἐλπίδα καὶ Εἰρήνην γεγέννηκα”. Ἄρης Ἀγωνίας ἔλεγεν ἤδη καὶ Ὀργῆς καὶ Ἔριδος πατὴρ εἶναι. Ἀφροδίτη οὐκ ἐμέλλησεν, ἀλλὰ εἶπεν· “ἐγὼ δὲ Πόθον αὐτοῖς, ὦ δέσποτα, καὶ Ἡδονὴν ἐπιζεύξω καὶ Γέλωτα· ὡς μὴ χαλεπωτάτην αἱ συγγενεῖς ψυχαὶ τὴν καταδίκην ὑπομένουσαι ἐπὶ πλέον κολάζωνται”.
44.32
I.49.44.32 · Wachsmuth pp. 393-394
Ἐτέρπετο, ὦ τέκνον, [ἐπὶ πλέον] Ἀφροδίτης ταῦτα λεγούσης. “Ἐγὼ δέ”, εἶπεν Ἑρμῆς, “καὶ ποιήσω τὴν ⟨τῶν⟩ ἀνθρώπων φύσιν εὐφυῆ καὶ σοφίαν αὐτοῖς καὶ σωφροσύνην καὶ πειθὼ καὶ ἀλήθειαν ἀναθήσω καὶ οὐ παύσομαι τῇ Εὑρέσει συνών, ἀλλὰ καὶ τῶν ὑπὸ ζῳδίων τῶν ἐμῶν γινομένων ἀνθρώπων εἰσαεὶ τὸν θνητὸν βίον ὠφελήσω (ζῴδια γὰρ ἃ ἐμοὶ ἀνέθηκεν ὁ πατὴρ καὶ δημιουργὸς ἔμφρονά γε καὶ νοερά) καὶ τότε πλέον, ὅταν ἡ ἐπικειμένη αὐτοῖς τῶν ἀστέρων κίνησις σύμφωνον ἔχῃ τὴν ἑνὸς ἑκάστου φυσικὴν ἐνέργειαν”.
44.33
I.49.44.33 · Wachsmuth pp. 394
Ἔχαιρεν ὁ θεός, ὁ δεσπότης κόσμου, ταῦτα ἀκούσας καὶ προσέταξε γίγνεσθαι φῦλον τὸ ἀνθρώπων. Ἐγὼ δέ, φησὶν Ἑρμῆς, ἐπεζήτουν ὕλῃ τίνι δέον ἐστὶ χρήσασθαι καὶ παρεκάλουν τὸν μόναρχον. Ὁ δὲ ταῖς ψυχαῖς προσέταξε τοῦ κράματος τὸ λείψανον δοῦναι· καὶ λαβὼν εὗρον αὐτὸ παντελῶς ξηρόν. Ἔνθεν πολλῷ πλέονι τοῦ δέοντος ἐχρησάμην κατὰ μῖξιν ὕδατι [ὡς τὴν τῆς ὕλης σύστασιν νεαροποιήσασθαι], ὡς ἔκλυτον παντάπασιν καὶ ἀσθενὲς καὶ ἀδύνατον τὸ πλασσόμενον εἶναι, ὡς μὴ πρὸς τῷ συνετὸν εἶναι ἔτι καὶ δυνάμεως ᾖ πεπληρωμένον.
44.34
I.49.44.34 · Wachsmuth pp. 394
Ἔπλασα καὶ καλὸν ὑπῆρχε καὶ ἐτερπόμην βλέπων μου τὸ ἔργον καὶ κάτωθεν ἐπεκαλεσάμην τὸν μόναρχον θεωρῆσαι. Ὁ δὲ καὶ εἶδε καὶ ἐχάρη καὶ τὰς ψυχὰς ἐκέλευσεν ἐνσωματισθῆναι. Αἱ δὲ τότε πρῶτον στυγνάσασαι ⟨ἐστέναζον⟩ κατακρίτους ἑαυτὰς μαθοῦσαι.
44.35
I.49.44.35 · Wachsmuth pp. 394-395
Ἐθαύμασα οὖν καὶ τοὺς τῶν ψυχῶν λόγους. Πρόσεχε, τέκνον Ὧρε, κρυπτῆς γὰρ ἐπακούεις θεωρίας, ἧς ὁ μὲν προπάτωρ Καμῆφις ἔτυχεν ἐπακούσας παρὰ Ἑρμοῦ τοῦ πάντων ἔργων ὑπομνηματογράφου, ⟨ἐγὼ δὲ⟩ παρὰ τοῦ πάντων προγενεστέρου Καμήφεως, ὁπότ᾽ ἐμὲ καὶ τῷ τελείῳ μέλανι ἐτίμησε· νῦν δὲ αὐτὸς σὺ παρ᾽ ἐμοῦ.
44.36
I.49.44.36 · Wachsmuth pp. 395
Ὅτε γάρ, ὦ θαυμαστὲ παῖ μεγαλόδοξε, ἔμελλον ἐγκατακλείεσθαι τοῖς σώμασιν, αἱ μέν γε αὐτῶν αὐτὸ μόνον ὠδύροντο καὶ ἐστέναζον, καθ᾽ ὅνπερ τρόπον τῶν γεγονότων θηρίων τὰ ἐλεύθερα δουλοῦσθαι πονηρῶν μελήσει τῆς συνήθους τε καὶ φίλης ἀποσπώμενα ἐρημίας μάχεσθαι καὶ στασιάζειν καὶ οὐχ ὁμονοεῖν πρὸς τοὺς κρατήσαντας αὐτῶν, ἀλλὰ καὶ ἐὰν τύχῃ περιγενόμενα θανάτῳ παραδώσουσι τοὺς αὐτοῖς ἐπιβαλόντας·
44.37
I.49.44.37 · Wachsmuth pp. 395
αἱ δὲ πλέον ἔτριζον δίκην ἀσπίδων, ὀξὺ δὲ κώκυσασα ἑτέρα καὶ πρὸ τῶν λόγων ἱκανὰ κλαύσασα καὶ πολλάκις ἄνω τε καὶ κάτω τοὺς ὡς ἔτυχεν ἔχουσα μεταφέρουσα ὀφθαλμούς·
44.38
I.49.44.38 · Wachsmuth pp. 395-396
“Οὐρανέ, τῆς ἡμετέρας”, εἶπεν, “ἀρχὴ γενέσεως, αἰθήρ τε καὶ ἀὴρ καὶ τοῦ μονάρχου θεοῦ χεῖρές τε καὶ ἱερὸν πνεῦμα, περιλαμπῆ τε, ὀφθαλμοὶ θεῶν, ἄστρα καὶ φῶς ἡλίου καὶ σελήνης ἀκοπίαστον, τὰ τῆς ἡμετέρας ἀρχῆς σύντροφα, ὧν ἁπάντων ἀποσπώμεναι ἄθλια πάσχομεν, πλέον δ᾽ ὅτι ἀπὸ μεγάλων τε καὶ λαμπρῶν καὶ τοῦ ἱεροῦ περιχύματος καὶ πλουσίου πόλου καὶ ἀπὸ τῆς μακαρίας μετὰ θεῶν πολιτείας εἰς ἄτιμα καὶ ταπεινὰ οὕτως ἐγκατειρχθησόμεθα σκηνώματα· τί ταῖς δυστήνοις ἡμῖν ἀπρεπὲς οὕτως πέπρακται; τί τῶν κολάσεων τούτων ἄξιον;
44.39
I.49.44.39 · Wachsmuth pp. 396
ὅσαι τὰς δειλαίας ἡμᾶς ἁμαρτίαι περιμένουσιν· ὅσα διὰ τὰ πονηρὰ τῶν ἐλπίδων πράξομεν, ἵνα τῷ ὑδαρεῖ καὶ ταχὺ διαλύτῳ σώματι πορίζωμεν τὰ ἐπιτήδεια· ὀφθαλμοὶ τὰς οὐκέτι τοῦ θεοῦ ψυχὰς χωρήσουσιν ἄλογοι, καὶ παντελῶς μικρὸν τῷ ἐν τούτοις ὑγρῷ [καὶ] κύκλῳ τὸν ἑαυτῶν πρόγονον οὐρανὸν ὁρῶσαι στενάζομεν ἀεί, ἔστι δ᾽ ὅτε καὶ οὐ βλέψομεν [ἔνθεν Ὀρφεύς·
τῷ λαμπρῷ βλέπομεν, τοῖς δ᾽ ὄμμασιν οὐδὲν ὁρῶμεν]·
44.40
I.49.44.40 · Wachsmuth pp. 396
ἄθλιαι γὰρ κατεκρίθημεν καὶ τὸ βλέπειν ἡμῖν οὐκ ἀντικρὺς ἐχαρίσθη, ὅτι χωρὶς τοῦ φωτὸς ἡμῖν τὸ ὁρᾶν οὐκ ἐδόθη· πόροι τοίνυν καὶ οὐκέτι εἰσὶν ὀφθαλμοί. ὡς δὲ καὶ τῶν συγγενῶν φυσώντων ἐν ἀέρι πνευμάτων ἀκούουσαι τλημόνως οἴσομεν, ὅτι μὴ συμπνέομεν αὐτοῖς. οἶκος ἡμᾶς ἀντὶ τοῦ μεταρσίου κόσμου τούτου ὁ βραχὺς περιμένει καρδίας ὄγκος·
44.41
I.49.44.41 · Wachsmuth pp. 396-397
ἀεὶ δὴ ἐπιλήσας ἡμᾶς ἀφ᾽ ὧν εἰς οἷα κατέβημεν, ἀπόλυε τοῦ λυπεῖσθαι, δέσποτα καὶ πάτερ καὶ ποιητά, εἰ ταχέως οὕτως σῶν ἔργων ἠμέλησας· ⟨ἢ⟩ διάταξον ἡμῖν τινας ὅρους, ἔτι κἂν βραχέων ἡμᾶς ἀξίωσον λόγων, ἕως ἔτι δι᾽ ὅλου τοῦ περιφανοῦς ἔχομεν βλέπειν κόσμου.”
44.42
I.49.44.42 · Wachsmuth pp. 397
Ἐπέτυχον, τέκνον Ὧρε, αἱ ψυχαὶ τάδε εἰποῦσαι, παρῆν γὰρ καὶ ⟨ὁ⟩ μόναρχος καὶ τάδε ἐπὶ τοῦ τῆς Ἀληθείας καθίσας θρόνου ταῖς δεηθείσαις ἐφώνησεν·
44.43
I.49.44.43 · Wachsmuth pp. 397
“Ἔρως ὑμῶν, ψυχαί, δεσπόσει καὶ Ἀνάγκη, οἵδε γὰρ μετ᾽ ἐμὲ πάντων δεσπόται τε καὶ ταξίαρχοι. Ψυχαὶ δέ, ὅσαι τὴν ἀγήρατόν μου σκηπτουχίαν θεραπεύετε, ἴστε ὡς ἕως μὲν ἀναμάρτητοί ἐστε, τὰ τοῦ οὐρανοῦ οἰκήσετε χωρία· εἰ δ᾽ ἄρα τις ὑμῶν τινος ἐγγίσει μέμψις, θνητοῖς καὶ αὐταὶ προσμεμοιρασμένον χῶρον σπλάγχνοις καταδικασθεῖσαι ἐνοικήσετε. κἂν μὲν ᾖ ὑμῶν μέτρια τὰ αἰτιάματα, τὸν ἐπίκαιρον τῶν σαρκῶν σύνδεσμον καταλιποῦσαι, πάλιν ἀστένακτοι τὸν ἑαυτῶν οὐρανὸν ἀσπάσεσθε·
44.44
I.49.44.44 · Wachsmuth pp. 397
εἰ δ᾽ ἄρα τινῶν μειζόνων ἁμαρτημάτων ἔσεσθε ποιητικαί, οὐ μετὰ τέλους καθήκοντος τῶν πλασμάτων ἀπελθοῦσαι, οὐρανὸν μὲν οὐκέτι οἰκήσετε, οὐδ᾽ αὖ σώματα ἀνθρώπων, ζῷα δ᾽ ἄλογα μεταπλανώμεναι λοιπὸν διατελέσετε.”
44.45
I.49.44.45 · Wachsmuth pp. 397-398
Τάδε εἰπών, ὦ τέκνον Ὧρε, πάσαις αὐταῖς ἐχαρίσατο πνεύματα καὶ πάλιν ἐφώνησεν· “Ἀλλ᾽ οὐδὲ εἰκῇ καὶ ὡς ἔτυχεν ἐνομοθέτησα τὰς μεταβολὰς ὑμῶν, ἀλλ᾽ ὡς ἐπὶ τὸ χεῖρον εἴ τι διαπράξετε ἄσχημον, οὕτως ἐπὶ τὸ βέλτιον εἴ τι βουλεύσεσθε τῆς ἑαυτῶν γενέσεως ἄξιον· ἐγὼ γὰρ καὶ οὔτις ἕτερος ἐπόπτης αὐτὸς καὶ ἐπίσκοπος ἔσομαι.
44.46
I.49.44.46 · Wachsmuth pp. 398
ἐπίγνωτε δὴ οὖν ὡς διὰ τὰ πρόσθεν πραχθέντα ὑμῖν κόλασιν ταύτην ὑπομένετε τὴν ἐνσωμάτωσιν. ἡ τοίνυν διαφορὰ τῆς παλιγγενεσίας ὑμῖν ἔσται ἡ τῶν σωμάτων, ὡς ἔφην, διαφορά, εὐεργεσία δὲ καὶ ⟨ἡ⟩ πρόσθεν εὐδαιμονία * * ἡ διάλυσις. τυφλωθήσεται δ᾽ ὑμῶν ἡ φρόνησις, ἐάν τι ἀνάξιον ἐμοῦ δόξητε πράσσειν, ὥστε φρονεῖν τὰ ἐναντία καὶ τὴν μὲν κόλασιν ὡς εὐεργεσίαν ὑπομένειν, τὴν δὲ εἰς τὰ βελτίονα μεταβολὴν ἀτιμίαν τε καὶ ὕβριν.
44.47
I.49.44.47 · Wachsmuth pp. 398
αἱ δικαιότεραι δ᾽ ὑμῶν καὶ τὴν εἰς τὸ θεῖον μεταβολὴν ἐκδεχόμεναι εἰς μὲν ἀνθρώπους βασιλεῖς δίκαιοι, φιλόσοφοι γνήσιοι, * * κτίσται καὶ νομοθέται, μάντεις [οἱ] ἀληθεῖς, ῥιζοτόμοι γνήσιοι, ἄριστοι προφῆται θεῶν, μουσικοὶ ἔμπειροι, ἀστρονόμοι νοεροί, οἰωνοσκόποι σαφεῖς, ἀκριβεῖς θῦται καὶ ὁπόσοι ἐστὲ καλῶν κἀγαθῶν ἄξιαι·
44.48
I.49.44.48 · Wachsmuth pp. 398
εἰς δὲ πτηνὰ ἀετοί, διότι οὐδὲν τῶν ὁμογενῶν οὔτε ἐκσοβήσουσιν οὔτε θοινήσονται, ἀλλ᾽ οὐδὲ πλησίον τούτων ζῷον ἕτερον ἀσθενέστερόν τι αὑτοῦ ἀδικεῖν ἀφεθήσεται, ἐνδικωτέρα γὰρ ἡ τῶν ἀετῶν φύσις μετελεύσεται·
44.49
I.49.44.49 · Wachsmuth pp. 398-399
εἰς δὲ τετράποδα λέοντες, ἰσχυρὸν γὰρ τὸ ζῷον καὶ φύσεως ἔτυχεν ἀκοιμήτου τρόπον τινὰ καὶ φθαρτῷ σώματι τὴν ἀθάνατον γυμναζόμενον φύσιν (οὔτε γὰρ κάμνουσιν οὔτε κοιμῶνται)· εἰς δὲ ἑρπετὰ δράκοντες, δυνατὸν ὅτι τὸ ζῷον καὶ μακρόβιον ἄκακόν τε καὶ φιλάνθρωπον ὁπωσιοῦν καὶ τιθασευθήσεται καὶ ἰὸν οὐχ ἕξει, νεάσει δὲ καὶ γηράσαν, καθάπερ φύσις ἡ θεῶν·
44.50
I.49.44.50 · Wachsmuth pp. 399
ἐν δὲ νήχουσι δελφῖνες, συμπαθήσουσι γὰρ καὶ τοῖς εἰς πέλαγος ἐμπίπτουσιν οὗτοι καὶ τὰ μὲν ἔμπνοα διακομιοῦσιν εἰς γῆν, τῶν δὲ τελευτησάντων οὐδ᾽ ὅλως ποτὲ ἅψονται, καίτοι φιλοβρωτάτου πάντων ἐσομένου τοῦ τῶν ἐνύδρων γένους”. Τοσαῦτα ὁ θεὸς εἰπὼν ἄφθαρτος νοῦς γίγνεται.