Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 49

44.3

Ἔνθεν ἐστέναξε τὰ κάτω, φόβον ἔχοντα, τὴν περικαλλῆ καὶ εἰς ἀεὶ διαμονὴν τῶν ἐπικειμένων. Ἦν γὰρ ἄξιον θεωρίας ὁμοῦ καὶ ἀγωνίας ὁρᾶν οὐρανοῦ κάλλος θεῷ καταφανταζόμενον τῷ ἔτι ἀγνώστῳ πλουσίαν τε νυκτὸς σεμνότητα, ἐλάττονι μὲν ἡλίου ὀξεῖ δὲ προσφορουμένην φωτί, τῶν τε ἄλλων κατὰ μέρος κινουμένων ἐν οὐρανῷ μυστηρίων τακταῖς χρόνων κινήσεσι καὶ περιόδοις διά τινων κρυπτῶν ἀπορροιῶν τὰ κάτω συγκοσμούντων καὶ συναυξόντων.

44.4

Καὶ οὗτος φόβος μὲν ἐπάλληλος ζητήσεις τε ἄληκτοι, καὶ ἕως ὁ τῶν συμπάντων οὐκ ἐβούλετο τεχνίτης ἀγνωσία κατεῖχε τὰ ξύμπαντα· ὅτε δὲ ἔκρινεν αὑτὸν ὅστις ἐστὶ δηλῶσαι, ἔρωτας ἐνθουσίασε θεοῖς καὶ αὐγὴν ἣν εἶχεν ἐν στέρνοις πλείονα ταῖς τούτων ἐχαρίσατο διανοίαις· ἵνα πρῶτον μὲν ζητεῖν θελήσωσιν, εἶτα ἐπιθυμήσωσιν εὑρεῖν, εἶτα καὶ κατορθῶσαι δυνηθῶσι.

44.5

Τοῦτο δ᾽ ἄν, ὦ τέκνον ἀξιοθαύμαστον Ὧρε, οὐκ ἂν ἐπὶ θνητῆς σπορᾶς ἐγεγόνει, οὐδὲ γὰρ ἦν οὐδέπω, ψυχῆς δὲ τὴν συμπάθειαν ἐχούσης τοῖς οὐρανοῦ μυστηρίοις· τοῦτο δὲ ἦν ὁ πάντα γνοὺς Ἑρμῆς· ὃς καὶ εἶδε τὰ σύμπαντα καὶ ἰδὼν κατενόησε καὶ κατανοήσας ἴσχυσε δηλῶσαί τε καὶ δεῖξαι. Καὶ γὰρ ἃ ἐνόησεν ἐχάραξε· καὶ χαράξας ἔκρυψε τὰ πλεῖστα σιγήσας ἀσφαλῶς καὶ λαλήσας, ἵνα ζητῇ ταῦτα πᾶς αἰὼν ὁ μεταγενέστερος κόσμου· καὶ οὕτως τοὺς συγγενεῖς θεοὺς δορυφορεῖν ⟨εἰπὼν⟩ ἀνέβαινεν εἰς ἄστρα.

44.6

Ἀλλ᾽ ἦν αὐτῷ διάδοχος ὁ Τάτ, υἱὸς ὁμοῦ καὶ παραλήπτωρ τῶν μαθημάτων τούτου, οὐκ εἰς μακρὰν δὲ καὶ Ἀσκληπιὸς ὁ Ἰμούθης, Πανὸς καὶ Ἡφαιστοβούλης, ἄλλοι τε ὅσοι τῆς οὐρανίου θεωρίας πιστὴν ἀκρίβειαν ἔμελλον βουλομένης τῆς πάντων βασιλίδος ἱστορῆσαι προνοίας. Ἑρμῆς μὲν οὖν ἀπελογεῖτο τῷ περιέχοντι, ὡς οὐδὲ τῷ παιδὶ παρέδωκεν ὁλοτελῆ θεωρίαν διὰ τὸ ἔτι τῆς ἡλικίας νεοειδές·

44.7

ἐμοὶ δὲ τῆς ἀνατολῆς γενομένης τοῖς πάντα βλέπουσιν ὀφθαλμοῖς τὰ τῆς ἀνατολῆς θεωρήσαντι ἀειδῆ καὶ ἐπισκοποῦντι βραδέως μὲν ἀλλ᾽ οὖν ἦλθεν ἡ ἀκριβὴς διάγνωσις πλησίον τῶν Ὀσίριδος κρυφίων ⟨Ἑρμῆν⟩ ἀποθέσθαι τὰ ἱερὰ τῶν κοσμικῶν στοιχείων σύμβολα. [Ἐπικατευξάμενος δὲ καὶ τοὺς λόγους τούσδε εἰπὼν εἰς οὐρανὸν ἀπῆλθεν.]

44.8

Ἀλλ᾽ οὐ καθῆκον ἀτελῆ τὴν ἐπαγγελίαν, ὦ τέκνον, ταύτην με καταλεῖψαι, εἰπεῖν δ᾽ ὅσα τὰς βίβλους κατατιθέμενος ἐξεῖπεν Ἑρμῆς. Ἐξεῖπε γὰρ οὕτως· ‘Ὦ ἱεραὶ βίβλοι, τῶν ἀφθάρτων αἳ τετεύχατέ μου χειρῶν, ἃς τῷ τῆς ἀφθαρσίας φαρμάκῳ χρίσας ἐπικρατῶ, ἀσαπεῖς παντὸς αἰῶνος καὶ ἄφθαρτοι διαμείνατε χρόνοις, ἀθεώρητοι καὶ ἀνεύρετοι γιγνόμεναι παντὶ τῷ τὰ γῆς ταύτης παροδεύειν μέλλοντι πεδία, ἄχρις οὗ γέρων οὐρανὸς συστήματα ὑμῶν ἄξια τεχνώσεται, ἃς ψυχὰς ὁ δημιουργὸς προσηγόρευσε.’

44.9

Τοσαῦτα εἰπὼν τὰς βίβλους [καὶ] τοῖς ἑαυτοῦ κατευξάμενος ἔργοις ἰδίαις τεμενίζεται ζώναις.

44.10

Ἱκανὸς δὲ ὁ μέσος ἤργει χρόνος ⟨καὶ⟩ ἐκέκρυπτο· καὶ ἡ φύσις, ὦ τέκνον, ἐτύγχανε στεῖρα, ἕως αὐτοὶ οἱ ἤδη περιπολεῖν τὸν οὐρανὸν κελευσθέντες ⟨θεοὶ⟩ τῷ πάντων θεῷ βασιλεῖ προσελθόντες τὴν τῶν ὄντων ἡσυχίαν ἀπήγγειλαν, καὶ ὅτι δέον ἐστὶ συγκοσμηθῆναι τὰ σύμπαντα καὶ τοῦτο ὅτι οὐχ ἑτέρου τινός ἐστιν ἔργον ἢ αὐτοῦ· ‘καὶ δεόμεθά σου’, ἔλεγον, ‘τὰ νῦν ὄντα καὶ ὧν ⟨τὰ⟩ ὕστερον ἔχει χρείαν διάσκεψαι’.

44.11

Ταῦτα εἰπόντων ἐμειδίασεν ὁ θεὸς καὶ εἶπε Φύσιν εἶναι καὶ θῆλυ πάγκαλον χρῆμα ἐκ τῆς φωνῆς αὐτοῦ προῆλθεν, ὃ καὶ θεωρήσαντες οἱ θεοὶ κατεπλάγησαν. Καὶ ταύτην Φύσεως ὀνόματι ἐτίμησεν ὁ θεὸς ὁ προπάτωρ καὶ αὐτῇ προσέταξεν εἶναι γεννητικὴν καὶ ταῦτα ἔτι εἰς τὸ περιέχον ἀτενίσας ἐφώνησεν· ‘ἔστω πεπληρωμένος ὁ οὐρανὸς ἅπασιν ἀήρ τε καὶ αἰθήρ’. Εἶπεν ὁ θεὸς καὶ ἦν.

44.12

Ἡ δὲ Φύσις ἑαυτῇ λαλήσασα ἔγνω ὡς μὴ δέον αὐτήν ἐστι παρακοῦσαι τῆς τοῦ πατρὸς ἐντολῆς καὶ καλὴν Πόνῳ συνελθοῦσα θυγατέρα ἐποίησεν, ἣν Εὕρεσιν ἐκάλεσε. Τῇ δὲ ὁ θεὸς ἐχαρίσατο ⟨τὸ⟩ εἶναι καὶ χαρισάμενος διέκρινε τὰ ἤδη γεγονότα καὶ ἐπλήρωσεν αὐτὰ μυστηρίων καὶ τῇ Εὑρέσει [τούτων] τὸ κατὰ τούτων ἐχαρίσατο ἡγεμονικόν.

44.13

Αὐτὸς δ᾽ οὐκέτι βουλόμενος ἀργὸν τὸν ὑπεράνω κόσμον εἶναι, ἀλλὰ πνευμάτων πληρῶσαι δοκιμάσας τοῦτον ὡς μὴ τὰ κατὰ μέρος ἀκίνητα καὶ ἀργὰ μένῃ, οὕτως εἰς ταῦτα ἤρξατο, τεχνιτείαις οὔσαις πρὸς τὴν τοῦ ἰδίου ἔργου γένεσιν χρησάμενος ἱεραῖς. Πνεῦμα γὰρ ὅσον ἀρκετὸν ἀπὸ τοῦ ἰδίου λαβὼν καὶ νοερῷ τοῦτο πυρὶ μίξας ἀγνώστοις τισὶν ἑτέραις ὕλαις ἐκέρασε·

44.14

καὶ ταῦτα ἑκάτερον ἑκατέρῳ μετὰ τινων ἐπιφωνήσεων κρυπτῶν ἑνώσας τὸ πᾶν οὕτως εὖ μάλα διεκίνησε κρᾶμα, ἕως ἐπεγέλασέ τις ὕλη τῷ μίγματι λεπτοτέρα τε καὶ καθαρωτέρα μᾶλλον καὶ διαφανεστέρα ἢ ἐξ ὧν ἐγένετο, διειδὴς δὲ ἦν αὕτη, ἣν δὴ καὶ μόνος ὁ τεχνίτης ἑώρα.

44.15

Ἐπειδὴ δὲ οὔτε ὡς ἐκ πυρὸς καιομένη διετήκετο, οὔτε μὴν ὡς ἐκ πνεύματος τελεσιουργηθεῖσα ἔψυχεν, ἀλλά τινα ἰδιογενῆ καὶ οἰκείαν εἶχε τὴν τοῦ κράματος σύστασιν ἰδιότυπόν τε καὶ ἰδιοσύγκριτον, ἐν⟨θεν⟩ δὴ καὶ ἀπὸ τοῦ εὐφημοτέρου ὀνόματος καὶ τῆς καθ᾽ ὁμοιότητα ἐνεργείας ψύχωσιν ὁ θεὸς ἐκάλεσε τὴν σύστασιν.

44.16

Ἐξ οὗ δὴ ἐπιπάγου μυριάδας ψυχῶν ἱκανὰς ἐγενεσιούργησε, τὸ παρ᾽ αὐτοῦ τοῦ κράματος ἐπανθοῦν πρὸς ὃ θέλει πλάσσων εὐτάκτως τε καὶ συμμέτρως, μετ᾽ ἐμπειρίας καὶ λόγου τοῦ καθήκοντος, ὡς μηδέ τι διαφέρειν αὐτὰς ἑαυτῶν ἦν ἀναγκαῖον,

44.17

ἐπειδήπερ τὸ ἐκ τῆς κινήσεως τοῦ θεοῦ ἐξατμιζόμενον ἄνθος οὐκ ἦν ἑαυτῷ ὅμοιον, ἀλλὰ μεῖζον καὶ πληρέστερον ἦν τοῦ δευτέρου τὸ πρῶτον καὶ τῷ παντὶ καθαρώτερον, τὸ δεύτερον δὲ ἱκανῶς μὲν ἦν τοῦ πρώτου [τὸ] δεύτερον, πολλῷ δὲ τοῦ τρίτου [τὸ] μεῖζον. Καὶ οὕτως ἄχρι βαθμῶν ἑξήκοντα ὁ πᾶς ἀπήρτιστο ἀριθμός, πλὴν ὅτι γε πάσας ἀϊδίους εἶναι νομοθετήσας ἔταξεν, ὡς ἂν ἐκ μιᾶς οὐσίας, ἧς μόνος αὐτὸς εἴδη τελειοῖ.

44.18

Ταῖς δὲ καὶ τμήματα καὶ ταμιεῖα ἐν μεταρσίῳ διέταξε τῆς ἄνω φύσεως [οὐρανοῦ], ὅπως τόν τε κύλινδρον περιστροβῶσι τάξει τινὶ καὶ οἰκονομίᾳ καθηκούσῃ καὶ τὸν πατέρα τέρπωσιν.

44.19

Οὕτως δὴ καὶ ἐν τῇ περικαλλεῖ τοῦ αἰθέρος στάσει καὶ τὰς τῶν ἤδη ὄντων μεταπεμψάμενος φύσεις, ‘ὦ’, φησί, ‘πνεύματος ἐμοῦ καὶ μερίμνης ἐμῆς, ψυχαί, καλὰ τέκνα, ἃ ταῖς ἐμαυτοῦ μαιωσάμενος χερσὶν ἤδη τῷ ἐμῷ καθιερῶ κόσμῳ, λόγων ἐμῶν ὡς νόμων τούτων ἐπακούσατε καὶ τόπου μηδενὸς ἄλλου θίγητε πλὴν τοῦ διαταγέντος ὑμῖν ὑπὸ τῆς ἐμῆς γνώμης.

44.20

εὐσταθησάσαις μὲν οὖν ὑμῖν οὐρανός τε καταμένει πάλιν ὁμοίως καὶ ὁ διαταγεὶς ἀστερισμὸς θρόνοι τε ἀρετῆς πεπληρωμένοι· εἰ δέ τι νεώτερον παρὰ τἀμὰ πράξετε βουλεύματα, ἱερὸν ὑμῖν ὀμνύω πνεῦμα καὶ κρᾶμα τοῦτ᾽ ἀφ᾽ οὗπερ ὑμᾶς ἐγέννησα ψυχοποιούς τε ταύτας μου τὰς χεῖρας, ὡς οὐκ εἰς μακρὰν δεσμὸν καὶ κολάσεις ὑμῖν τεχνιτεύσω.’

44.21

Τοσαῦτα εἰπὼν ὁ θεός, ὁ κἀμοῦ κύριος, τὰ λοιπὰ τῶν στοιχείων συγγενῆ μίξας, ὕδωρ καὶ γῆν, καί τινας ὁμοίως κρυπτοὺς ἐπειπὼν λόγους, δυνατοὺς μέν, οὐ τοῖς πρώτοις δ᾽ ὁμοίους, εὖ τε κινήσας καὶ ζωοποιὸν ἐνθουσιάσας τῷ κράματι ἐπιπλέοντα ὁμοίως ἐπίπαγον εὐβαφῆ τε καὶ εὐπαγῆ γενόμενον ἔλαβε καὶ ἐκ τούτου τὰ ἀνθρωποειδῆ τῶν ζῴων διέπλασε. Τὸ δὲ τοῦ μίγματος λείψανον ταῖς ἤδη προκοψάσαις ψυχαῖς ἔδωκε.

44.22

Ψυχαῖς δὲ ταύταις ταῖς εἰς χωρία θεῶν καὶ τοὺς ἐγγὺς ἄστρων τόπους καὶ ἱεροὺς δαίμονας μετακεκλημέναις “πλάσσετε”, λέγων, “ὦ τέκνα, τῆς ἐμῆς φύσεως γεννήματα, δέχεσθε τῆς ἐμῆς τέχνης τὰ λείψανα καὶ ἑκάστη τῇ ἑαυτῆς φύσει πλασσέτω τι παραπλήσιον· παραθήσομαι δ᾽ ἔτι καὶ ταῦθ᾽ ὑμῖν παραδείγματα”,

44.23

καὶ λαβὼν εὖ καὶ καλῶς τὸν ζῳδιακὸν συμφώνως ταῖς ψυχικαῖς κινήσεσι διέταξε κόσμον, πρὸς τοῖς ἀνθρωποειδέσι τῶν ζῳδιακῶν τὰ ἑξῆς ἀπαρτίσας οἷον ζῳδίοις, καὶ τὰς πανούργους ἐχαρίσατο δυνάμεις καὶ πάντεχνον πνεῦμα γεννητικὸν τῶν εἰς ἀεὶ μελλόντων ἔσεσθαι καθολικῶς πάντων.

44.24

Καὶ ἀπέστη ὑποσχόμενος τοῖς ὁρατοῖς ἔργοις αὐτῶν τὸ ἀόρατον πνεῦμα ἐπιζεῦξαι οὐσίαν τε ὁμογονίας ἑκάστῳ, ὅπως αὐτῷ [αὐτοῖς] ἕτερα γεννᾷ ὅμοια αὐτά τε οὐκέτι ἀνάγκην ἔχουσιν ἄλλο τι ποιεῖν ⟨ἢ⟩ ἃ ἔφθησαν ἐργάσασθαι.”

44.25

“Τί οὖν, ὦ τεκοῦσα, ἐποίησαν αἱ ψυχαί;”

Καὶ εἶπεν Ἶσις· “Τὸ κεκερασμένον, ὦ τέκνον Ὧρε, τῆς ὕλης λαβόμεναι κατενόουν πρῶτον καὶ τὸ τοῦ πατρὸς προσεκύνουν κρᾶμα καὶ ὁπόθεν ἦν συμπεπλεγμένον ἐπεζήτουν. Τὸ δὲ ἦν αὐταῖς οὐκ εὔπορον ἐπιγνῶναι. Ἔνθεν δὴ καὶ ὅτι ἐπεζήτησαν ἐφοβοῦντο μὴ τῷ τοῦ πατρὸς ὑποπέσωσι χόλῳ καὶ ἐπὶ τὸ πράττειν τὰ προσταχθέντα ἐτράπησαν.

44.26

Ἔνθεν ἐκ μὲν τῆς ἀνωτέρω ὕλης τῆς ὑπερβολῇ κοῦφον ἐχούσης τὸν ἐπίπαγον τὸ τῶν ὀρνέων γένος ἐμόρφουν· ἐν τούτῳ δ᾽ ἡμιπαγοῦς ἤδη τοῦ κράματος γενομένου καὶ ἤδη τὴν στερεὰν πῆξιν λαβόντος τὸ τῶν τετραπόδων γένος ἔπλασσον, τὸ θ᾽ ἧττον κοῦφον καὶ ἑτέρας ὑγρασίας δεόμενον εἰς διάνηξιν, τὸ τῶν ἰχθύων· ψυχροῦ δὲ τοῦ λοιποῦ καὶ ἤδη καταφεροῦς ὑπάρχοντος τὴν τῶν ἑρπετῶν αἱ ψυχαὶ φύσιν ἐκαινούργουν.

Contents

Sign in to save your reading →