Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 49

40.4

Οἶμαι τοίνυν καὶ τὰ τέλη διάφορα ὄντα καὶ τοὺς τρόπους τῆς καθόδου τῶν ψυχῶν ποιεῖν διαφέροντας. Ἡ μὲν γὰρ ἐπὶ σωτηρίᾳ καὶ καθάρσει καὶ τελειότητι τῶν τῇδε κατιοῦσα ἄχραντον ποιεῖται καὶ τὴν κάθοδον· ἡ δὲ διὰ γυμνασίαν καὶ ἐπανόρθωσιν τῶν οἰκείων ἠθῶν ἐπιστρεφομένη περὶ τὰ σώματα οὐκ ἀπαθής ἐστι παντελῶς, οὐδὲ ἀφεῖται ἀπόλυτος καθ᾽ ἑαυτήν· ἡ δὲ ἐπὶ δίκῃ καὶ κρίσει δεῦρο κατερχομένη συρομένῃ πως ἔοικε καὶ συνελαυνομένῃ.

40.5

⟨Τινὲς δὲ τῶν νεωτέρων οὐχ οὕτως⟩ διακρίνουσιν, οὐκ ἔχοντες δὲ σκοπὸν τῆς διαφορότητος εἰς ταὐτὸ συγχέουσι τὰς ἐνσωματώσεις τῶν ὅλων, κακάς τε εἶναι πάσας διισχυρίζονται καὶ διαφερόντως οἱ περὶ Κρόνιόν τε καὶ Νουμήνιον καὶ Ἁρποκρατίωνα.

40.6

Δεῖ δέ που καὶ τοὺς βίους τῶν ψυχῶν κατανοεῖν πρὶν ἐλθεῖν εἰς σῶμα, ὡς ἄρα καὶ οὗτοι πολλὴν ἔχουσιν ἐν ἑαυτοῖς διάστασιν· ἀπὸ δὲ διαφόρων τρόπων ζωῆς διάφορον ποιοῦνται ἑαυτῶν καὶ τὴν πρώτην σύνοδον. Οἵ τε γὰρ νεοτελεῖς καὶ πολυθεάμονες τῶν ὄντων, οἵ τε συνοπαδοὶ καὶ συγγενεῖς τῶν θεῶν, οἵ τε παντελεῖς καὶ ὁλόκληρα τὰ εἴδη τῆς ψυχῆς περιέχοντες, πάντες ἀπαθεῖς καὶ ἀκήρατοι ἐμφύονται πρώτως εἰς τὰ σώματα· οἱ δὲ ἀπὸ τῶν ἐπιθυμιῶν ἄδην ἀναπεπλησμένοι καὶ ἄλλων παθῶν μεστοὶ μετὰ παθῶν συνέρχονται πρώτως τοῖς σώμασι.

41.1 · Ἐν ταὐτῷ

Ἐν ταὐτῷ.

Κατὰ δ᾽ Ἱπποκράτην, τὸν τῶν Ἀσκληπιαδῶν, ὅταν πλασθῇ τὸ σπέρμα (τότε γὰρ ἐπιτηδείως ἔχειν αὐτὸ μεταλαμβάνειν ζωῆς), κατὰ δὲ Πορφύριον ἐν τῇ πρώτῃ ἀπογεννήσει τοῦ τικτομένου πρώτως ἡ κατ᾽ ἐνέργειαν ζωοποιία καὶ παρουσία τῆς ψυχῆς φύεται.

41.2

Γένοιτο δ᾽ ἂν καὶ ἄλλη τις δόξα οὐδέπω καὶ νῦν ῥηθεῖσα, ἡ λέγουσα πλείονας μὲν εἶναι τὰς δυνάμεις καὶ τὰς οὐσίας τῆς ψυχῆς, κατὰ καιροὺς δὲ ἄλλοτε ἄλλους, ᾗπερ ἂν ἐπιτηδείως ἔχῃ τὸ γιγνόμενον σῶμα, τὰ μὲν πρῶτα τῆς φύσεως μεταλαμβάνειν, ἔπειτα τῆς αἰσθήσεως, εἶτα τῆς ὁρμητικῆς ζωῆς καὶ τότε δὴ τῆς λογικῆς ψυχῆς, ἐπὶ δὲ τῷ τέλει τῆς νοερᾶς. Τοσαῦτα καὶ ἡ κατὰ τοὺς χρόνους συμφυομένη κοινωνία τῶν ψυχῶν πρὸς τὰ σώματα δέχεται δοξάσματα.

41.3

Ἀλλὰ μὴν ἔν γε τῷ τόπῳ τῆς εἰσόδου τῶν ψυχῶν, καθ᾽ ὃν ἐπιζητοῦμεν πῶς εἰσκρίνεται, μία μέν ἐστι τριπλῆ δόξα ἡ ἕλκουσα ἀπὸ τῶν ἐκτὸς τὴν ψυχὴν ἐν τῇ καλουμένῃ συλλήψει ἢ διὰ προθυμίαν τοῦ γεννῶντος διὰ τῆς ἀναπνοῆς, ἢ διὰ προθυμίαν τῆς ὑποδεχομένης [μήτρας], ὅταν αὕτη ἐπιτηδείως ἔχῃ πρὸς τὴν κράτησιν, ἢ διὰ συμπάθειαν ἀμφοῖν, ὅταν κοινῇ συμπνέοντα ἀμφότερα ἑλκτικὴν ἔχῃ τὴν ἰδιότητα συγκινουμένης καὶ τῆς φύσεως·

41.4

ἡ δὲ κατ᾽ ἀνάγκην εἰσδύνειν ποιεῖ ⟨αὐ⟩τὴν αὐτοκίνητον εἰς τὸ ὀργανικὸν σῶμα ἤτοι ἀπὸ τοῦ παντός, ἢ τῆς ὅλης ψυχῆς, ἢ τῆς δημιουργίας πάσης.

41.5

Ἤδη τοίνυν καὶ ἡ χρῆσις τοῦ σώματος πολλῆς δεῖται διακρίσεως. Οἱ μὲν γὰρ προσεοικέναι αὐτὴν λέγουσι νεὼς κυβερνήσει, ἧς καὶ ἀπολελύσθαι χωρὶς δύναται ὁ κυβερνήτης· οἱ δὲ ὀχήματος ἐπιβάσει κοινὴν πορείαν καὶ διακομιδὴν ἡνιοχούσῃ προσοικειοῦσιν αὐτήν·

41.6

οἱ δὲ ὡς μᾶλλον ἁρμόζουσαν συνεργείᾳ ἀπ᾽ ἀμφοτέρων ἰσομοιρούσῃ, ἢ συννεύσει καὶ ῥοπῇ πρὸς τὸ σῶμα ἐπικρατεῖ τοῦ σώματος ἀποδιδόασιν αὐτῆς τὴν ὁμοιότητα· οἱ δὲ οὐδὲν τούτων συγχωροῦσιν, ὡς δὲ μέρος τὴν ψυχήν φασιν εἶναι ἐν ὅλῳ τῷ ζῴῳ, οἱ δὲ ὡς τέχνην ἐμπεφυκέναι τοῖς ὀργάνοις, ὥσπερ εἰ ἦν ἔμψυχος ⟨ὁ⟩ οἴαξ.

41.7

Οἱ δὲ καθαρώτεροι τῶν Πλατωνικῶν, ὥσπερ δὴ οἱ περὶ Πλωτῖνον, ἄρχεσθαι μὲν τῆς κινήσεως τὸ ὀργανικὸν σῶμά φασιν ἀπὸ τούτων τῶν μερῶν, δουλεῦον εἰς τὴν γέννησιν ταῖς χρωμέναις αὐτῷ δυνάμεσιν, αὐτὰς δὲ τὰς δυνάμεις ἀπολύτους εἶναι τῶν μεριστῶν σωμάτων διισχυρίζονται.

42.1 · ⟨Ἐν ταὐτῷ⟩

⟨Ἐν ταὐτῷ.⟩

Περὶ τῆς κοινωνίας τῆς πρὸς τοὺς θεοὺς τῶν ψυχῶν γέγονέ τις διαμφισβήτησις τῶν μὲν λεγόντων ἀδύνατον μίγνυσθαι θεοὺς ταῖς κατεχομέναις ψυχαῖς ἐν τῷ σώματι, τῶν δὲ διατεινομένων μίαν εἶναι κοινὴν πολιτείαν τῶν καθαρῶν ψυχῶν πρὸς τοὺς θεοὺς καὶ εἰ ὅτι μάλιστα ἐν τοῖς σώμασι διατρίβουσιν· οἱ δὲ μόνοις δαίμοσιν ἢ καὶ ἥρωσιν ὑποτιθέασιν αὐτὰς εἰς κοινὴν συνουσίαν.

42a.1

* * ἄλλοι μὲν οἱ βελτίονες κρινόμενοι κατὰ Πλάτωνα καθάρσει καὶ ἀναγωγῇ καὶ τελειώσει τῆς ψυχῆς· ἄλλοι δὲ οἱ χείρονες τοῖς ἐναντίοις τούτων ἀντιδιαστελλόμενοι· κατὰ δὲ τοὺς Στωικοὺς τῇ κοινωνίᾳ καὶ τῷ καλῷ τῷ τῆς φύσεως ἐξηρτημένῳ· κατὰ δὲ τοὺς Περιπατητικοὺς τῇ κατὰ φύσιν τε συμμετρίᾳ καὶ τῇ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν νοερᾷ ζωῇ προτιμώμενοι·

42a.2

κατὰ δὲ Ἥριλλον ἐπιστήμῃ· κατὰ δὲ Ἀρίστωνα ἀδιαφορίᾳ· κατὰ δὲ Δημόκριτον εὐσχημοσύνῃ· κατὰ δὲ τοὺς ἄλλους μέρει τινὶ τοῦ καλοῦ· ἢ τῇ ἀοχλησίᾳ καθ᾽ Ἱερώνυμον ἢ ἄλλοις τισὶ τρόποις διαγωγῆς τὸ αἱρετὸν ἔχοντες, ἀφ᾽ ὧν οἱ κατὰ μέρος φύονται βίοι ἄπειροι περὶ τὴν γένεσιν διαιρούμενοι· περὶ ὧν οὐδὲν δεῖ πολυπραγμονεῖν, ἀλλὰ εἰς τὸ ἄπειρον αὐτοὺς μεθιέντας χαίρειν ἐᾶν.

43.1 · Ἐν ταὐτῷ

Ἐν ταὐτῷ· περὶ θανάτου.

Ἐπειδὰν μετὰ τὸν τῇδε βίον ἡ τελευτὴ συμπίπτῃ, τί ποτε συμβαῖνόν ἐστι; Πότερον ὥσπερ ἐν τῇ γενέσει προϋπῆρχεν ἢ συνυφίστατο ἢ ὑστέρα πως ἐπεγίγνετο τοῖς σώμασιν ἡ ψυχὴ κατὰ τὰς διαφόρους αἱρέσεις, οὕτω καὶ ἐν τῷ ἀποθνῄσκειν προφθείρεται τοῦ σώματος ἢ συναπόλλυται αὐτῷ ἢ καὶ διαμένει καθ᾽ ἑαυτὴν μετὰ τὴν ἐνθένδε ἔξοδον; Τὸ μὲν οὖν πᾶν κεφάλαιον τοιοῦτον·

43.2

μέρη δὲ αὐτοῦ καὶ ἡ κατὰ τὰ εἴδη διαίρεσις δέχεται πολλὰς τοιαύτας ἀμφισβητήσεις· ἆρά γε πνιγμῷ τῶν ἀρτηριῶν ἀποκλειομένων τοῦ δέχεσθαι τὸ ἐκτὸς πνεῦμα, ἢ ἐκλυομένου τοῦ τόνου καὶ παρειμένου, ἢ τοῦ θερμοῦ ἐναποσβεννυμένου πως εἰς τὰ εἴσω τὰ ζῶντα πρότερον εἰσαῦθις ἀποθνῄσκει; Ἀλλ᾽ εἰ οὕτως γίγνεται ὁ θάνατος, προαναιρεῖται ἢ συναναιρεῖται ἡ ψυχὴ τῷ σώματι, καθάπερ Κουρνοῦτος οἴεται.

43.3

Εἰ δὲ ὡς δύναμις ὑποκειμένου, ὥσπερ δὴ ἁρμονία λύρας ἢ τελειότης, προσαφίσταται τοῦ σώματος ἐν τῷ ἀποθνῄσκειν ἡ ψυχή, προφθείρεται μὲν οὐδαμῶς (οὐδὲ γὰρ διὰ κινήσεως πρόεισιν εἰς τὸ μὴ εἶναι), ἀλλ᾽ ἐξαίφνης εἰς τὸ μὴ εἶναι μεθίσταται ἀχράντως καὶ ἄνευ φθορᾶς, ὥσπερ δὴ καὶ ἔστιν ὅτε ἔστιν ἀθρόως οἷον ἀστραπῆς ἐκλαμπούσης.

43.4

Ἔσται δὴ οὖν τὸ μὲν ζῆν τὰ ζῷα ἀπὸ τοῦ ἔχειν τὸ τῆς ζωῆς εἶδος· τὸ δὲ καλούμενον ἀποθνῄσκειν ἀπὸ τοῦ μὴ παρεῖναι αὐτὸ ἢ μὴ ἔχεσθαι· ἧς παλαιοὶ Περιπατητικοὶ δόξης προεστήκασιν.

43.5

Εἰ δὲ παρέσπαρται μὲν καὶ ἔνεστιν ἡ ψυχὴ τῷ σώματι καθαπερεὶ ἀσκῷ πνεῦμα, περιεχομένη ἢ συμμιγνυμένη πρὸς αὐτὸ καὶ ἐγκινουμένη ὥσπερ τὰ ἐν τῷ ἀέρι ξύσματα διὰ τῶν θυρίδων φαινόμενα, δῆλόν που τοῦτο ὅτι ἔξεισιν μὲν ἀπὸ τοῦ σώματος, ἐν δὲ τῷ ἐκβαίνειν διαφορεῖται καὶ διασκεδάννυται, ὥσπερ Δημόκριτος καὶ Ἐπίκουρος ἀποφαίνονται.

43.6

* * τοὺς δὲ περὶ Πλωτῖνον τῆς στάσεως προϊσταμένους ἐκείνης τῆς χωριζούσης αὐτὰς ἀπὸ τοῦ λόγου, ἢ καὶ ἀφιεῖσης εἰς τὴν γένεσιν, ἢ καὶ ἀφαιρούσης ἀπὸ τῆς διανοίας, ἀφ᾽ ἧς πάλιν διττῆς δόξης γίγνεται διάκρισις.

43.7

Ἤτοι γὰρ λύεται ἑκάστη δύναμις ἄλογος εἰς τὴν ὅλην ζωὴν τοῦ παντὸς ἀφ᾽ ἧς ἀπεμερίσθη, ἢ καὶ ὅτι μάλιστα μένει ἀμετάβλητος, ὥσπερ ἡγεῖται Πορφύριος· ἢ καὶ χωρισθεῖσα ἀπὸ τῆς διανοίας ἡ ὅλη ἄλογος ζωὴ μένει καὶ αὐτὴ διασῳζομένη ἐν τῷ κόσμῳ, ὥσπερ οἱ παλαιότατοι τῶν ἱερέων ἀποφαίνονται.

43.8

Κατὰ ταὐτὰ δὴ οὖν καὶ περὶ τῶν μέσων οὐσιῶν ψυχῆς τε καὶ σώματος πολὺ διαφερόντως διατάττονται. Οἱ μὲν γὰρ εὐθὺς αὐτὴν τὴν ψυχὴν αὐτῷ τῷ σώματι τῷ ὀργανικῷ συνοικίζουσιν, ὥσπερ οἱ πλεῖστοι τῶν Πλατωνικῶν·

43.9

οἱ δὲ μεταξὺ τῆς τε ἀσωμάτου ψυχῆς καὶ τῆς ἀγγελιώδους αἰθέρια καὶ οὐράνια καὶ πνευματικὰ περιβλήματα περιαμπέχοντα τὴν νοερὰν ζωὴν προβεβλῆσθαι μὲν αὐτῆς φρουρᾶς ἕνεκεν, ὑπηρετεῖν δὲ αὐτῇ καθάπερ ὀχήματα, συμμέτρως δ᾽ αὖ καὶ πρὸς τὸ στερεὸν σῶμα συμβιβάζειν μέσοις τισὶ κοινοῖς συνδέσμοις αὐτὴν συνάπτοντα.

44.1 · Ἑρμοῦ τρισμεγίστου

Ἑρμοῦ τρισμεγίστου ἐκ τῆς ἱερᾶς βίβλου ⟨τῆς⟩ ἐπικαλουμένης Κόρης κόσμου.

Ταῦτα εἰποῦσα Ἶσις ἐγχεῖ ποτὸν Ὥρῳ γλυκὺ τὸ πρῶτον ἀμβροσίας, ὃ αἱ ψυχαὶ λαμβάνειν ἔθος ἔχουσιν ⟨ἀπὸ⟩ θεῶν, καὶ οὕτως τοῦ ἱερωτάτου λόγου ἄρχεται [Ἶσις]·

44.2

“Ἐπικειμένου, τέκνον Ὧρε, τῇ τῶν ὑποκειμένων φύσει πάσῃ τοῦ πολυστεφοῦς οὐρανοῦ καὶ κατ᾽ οὐδένα τόπον στερουμένου τινὸς ὧν νῦν ὁ σύμπας ἔχει κόσμος, ἀνάγκη πᾶσα ὑπὸ τῶν ὑπερκειμένων συγκεκοσμῆσθαι καὶ πεπληρῶσθαι φύσιν πᾶσαν τὴν ὑποκειμένην· οὐ γὰρ δήπου δυνατὰ κοσμῆσαι τὰ κάτω τὸν ὕπερθεν διάκοσμον. Ἀνάγκη τοίνυν τοῖς κρείττοσι μυστηρίοις εἴκειν τὰ ἐλάσσονα. Κρείσσων δὴ τῶν ὑποκειμένων ἡ τῶν μετεώρων ἐστὶ διάταξις καὶ τῷ παντὶ ἀσφαλής τε καὶ θνητῶν οὐχ ὑποπίπτουσα διανοίᾳ.

Contents

Sign in to save your reading →