Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 49

37.12

Κατ᾽ ἄλλην τοίνυν ἀρχὴν τῆς τῶν αὐτῶν διακρίσεως ἡ μὲν Περιπατητικὴ δόξα τοῦ ζῴου μόνως καὶ τοῦ συνθέτου τίθεται τὰ ἔργα τῆς ψυχῆς. [Πλάτων δὲ τῆς ψυχῆς αὐτὰ πρώτως προσάπτει, εἶθ᾽ οὕτως εἰς τὸ κοινὸν δίδωσιν.]

37.13

Πλάτων δὲ καὶ Πυθαγόρας ὑπερφυῆ τὴν οὐσίαν αὐτῆς καὶ γεννητικὴν τῆς φύσεως προτάττοντες πρεσβύτερα αὐτῇ καὶ τιμιώτερα πρὸ τῆς φύσεως τὰ ἔργα διδόασιν· ἄρχεσθαί τε αὐτὴν οὐ ποιοῦσιν ἀπὸ τῆς φύσεως, αὐτὴν δὲ ἀφ᾽ αὑτῆς καὶ περὶ αὑτὴν ἐξηγεῖσθαι τῶν οἰκείων ἐνεργειῶν ὑπολαμβάνουσιν, ὅσα τέ ἐστιν ἐν αὐτῇ καλὰ καὶ σπουδαῖα κινήματα τῆς φύσεως ὑπερέχοντα καθ᾽ αὐτὰ ἐξαιροῦσιν.

37.14

Ἤδη τοίνυν καὶ ἐν αὐτοῖς τοῖς Πλατωνικοῖς πολλοὶ διαστασιάζουσιν, οἱ μὲν εἰς μίαν σύνταξιν καὶ μίαν ἰδέαν τὰ εἴδη καὶ τὰ μόρια τῆς ζωῆς καὶ τὰ ἐνεργήματα συνάγοντες, ὥσπερ Πλωτῖνός τε καὶ Πορφύριος· οἱ δὲ εἰς μάχην ταῦτα κατατείνοντες, ὥσπερ Νουμήνιος· οἱ δὲ ἐκ μαχομένων αὐτὰ συναρμόζοντες, ὥσπερ οἱ περὶ Ἀττικὸν καὶ Πλούταρχον. Καὶ οὗτοι μὲν προϋποκειμένων τῶν ἀτάκτων καὶ πλημμελῶν κινημάτων ἐπεισιέναι φασὶν ὕστερα τὰ κατακοσμοῦντα αὐτὰ καὶ διατάττοντα καὶ τὴν συμφωνίαν ἀπ᾽ ἀμφοτέρων οὕτως συνυφαίνουσι,

37.15

κατὰ μὲν Πλωτῖνον τῆς πρώτης ἑτερότητος, κατ᾽ Ἐμπεδοκλέα δὲ τῆς [πρώτης] ἀπὸ τοῦ θεοῦ φυγῆς, καθ᾽ Ἡράκλειτον δὲ τῆς ἐν τῷ μεταβάλλεσθαι ἀναπαύλης, κατὰ δὲ τοὺς Γνωστικοὺς παρανοίας ἢ παρεκβάσεως, κατ᾽ Ἀλβῖνον δὲ τῆς τοῦ αὐτεξουσίου διημαρτημένης κρίσεως αἰτίας γινομένης τῶν καταγωγῶν ἐνεργημάτων·

37.16

τῶν δ᾽ αὖ διισταμένων πρὸς τούτους καὶ ἀπὸ τῶν ἔξωθεν προσφυομένων προστιθέντων ὁπωσοῦν τῇ ψυχῇ τὸ κακόν, ἀπὸ μὲν τῆς ὕλης Νουμηνίου καὶ Κρονίου πολλάκις, ἀπὸ δὲ τῶν σωμάτων αὐτῶν τούτων ἔστιν ὅτε καὶ Ἁρποκρατίωνος, ἀπὸ δὲ τῆς φύσεως καὶ τῆς ἀλόγου ζωῆς Πλωτίνου καὶ Πορφυρίου ὡς τὰ πολλά.

37.17

Κατὰ δὲ Ἀριστοτέλην εἴδεσι ζωῆς καὶ ἄλλοις ὅροις ταῦτα χωρὶς ἐπὶ τῶν ἀνθρωπίνων διακέκριται. Κατὰ δ᾽ αὖ τοὺς Στωικοὺς ἀτελέστερα ἀεὶ ἀπομερίζεται τὰ τοιαῦτα τῆς ζωῆς ἐνεργήματα καὶ ὅσῳ ἂν ᾖ προϊόντα προσωτέρω τῆς ἀλογίας, τοσῷδε μᾶλλον ἐπὶ τὸ ἀτελέστερον ἀποφέρεται τὰ καταδεέστερα τῶν πρεσβυτέρων.

37.18

Ὡς δ᾽ ἐγώ τινων ἀκήκοα Πλατωνικῶν, οἷον Πορφυρίου καὶ ἄλλων πολλῶν, ἀφομοιοῦται ἀλλήλοις τὰ μὲν ἀνθρώπεια τοῖς θηρείοις, τὰ δὲ τῶν ζῴων τοῖς ἀνθρωπείοις, ἐφ᾽ ὅσον πέφυκε τὰ διακεκριμένα καθ᾽ ἑτέρας οὐσίας ὁμοιοῦσθαι πρὸς ἄλληλα.

38.1 · Ἐν ταὐτῷ

Ἐν ταὐτῷ· περὶ μέτρου ψυχῆς.

Οἱ μὲν δὴ μίαν οὐσίαν τῆς ψυχῆς ἀριθμῷ τιθέμενοι, πληθύουσαν δὲ αὐτήν, ὡς Ἀμέλιος οἴεται, σχέσεσι καὶ κατατάξεσιν, ἤ, ὡς οἱ Ὀρφικοὶ λέγουσιν, ἐπιπνοίαις ἀπὸ τῆς ὅλης,

38.2

ἔπειτα ἀνασχέοντες ἀπὸ τοῦ πλήθους τῆς ὅλης ἐπὶ τὴν μίαν ψυχὴν ἀποθεμένην τὰς σχέσεις καὶ τὰς εἰς ἕτερον κατατάξεις καὶ ἀναλύοντες ἀπὸ τῆς εἰς τὰ μεταλαβόντα διαιρέσεως, ἀπολυομένης τῆς τῶν μετασχόντων διαλήψεως, τηροῦσιν αὐτὴν ὅλην πανταχοῦ τὴν αὐτήν, μίαν οὐσίαν τε αὐτῇ διδόασι καθ᾽ ἓν πεπερασμένην.

38.3

Οἱ δ᾽ ἐν ἀπείροις κόσμοις, ὥσπερ δὴ οἱ περὶ Δημόκριτον καὶ Ἐπίκουρον νομίζουσιν, ἀπὸ τῶν ἀπείρων ἀτόμων κατὰ συντυχίαν συνερχομένων * * συνίστασθαι ἀπὸ τῶν τοιῶνδε στοιχείων τὰς ψυχὰς ἡγούμενοι ἀπείρους αὐτὰς εἶναι ἑπομένως ταῖς οἰκείαις ὑποθέσεσιν ἀποφαίνονται.

38.4

Καὶ οἱ μὲν ἐκ σπερμάτων αὐτὰς γεννῶντες ἑκάστου δυναμένου πολλὰ σπείρειν καὶ τοῦδε προϊόντος ἀεὶ καὶ οὐδαμῇ ἱσταμένου κατὰ τὴν γέννησιν καὶ ἐν τῷ γίγνεσθαι ἀεὶ τὸ ἄπειρον ἀπολείπουσιν. Οἱ δὲ κατὰ μεταβολὴν ἐξ ἑνὸς ζῴου φθειρομένου πολλὰ ζῷα καὶ πολλὰς ζωὰς παράγοντες ἐν τῷ μεταβάλλειν συνεχῶς καὶ μηδέποτε ἐπιλείπειν τὴν ἐκ τῆς μεταβολῆς διαδεχομένην ἀειγενεσίαν ταύτῃ τὸ ἀπέραντον πλῆθος τῶν ψυχῶν ἐπινοοῦσιν ἐν τῷ ἀεὶ πλεῖον γίγνεσθαι.

38.5

Οἱ δὲ τῆς φύσεως τὴν ψυχὴν μὴ διακρίνοντες πάλιν δὴ καὶ οὗτοι κατὰ διαίρεσιν τὸ ἄπειρον τῶν ψυχῶν γίγνεσθαι προσομολογοῦσιν, ἐπειδὴ καὶ ἕκαστον τῶν φυομένων δένδρων μεριζόμενον ταὐτόν ἐστι τῷ ὅλῳ καὶ τῶν ἴσων αὐτῷ φαίνεται γεννητικὸν εἶναι.

38.6

Οἱ δ᾽ ἀπὸ Πλάτωνος ἀγενήτους καὶ ἀφθάρτους αὐτὰς προστησάμενοι ἑστάναι ἀεὶ κατὰ τὴν αὐτὴν συμμετρίαν ἀφορίζονται, οὔτε γὰρ προστίθεσθαί τι αὐταῖς ἀπὸ τῆς γενέσεως οὔτε ἀφαιρεῖσθαι ἀπ᾽ αὐτῶν μεθιστάμενον εἰς τὰ ἀπολλύμενα. Τοῦτο δὴ τὸ μέτρον οἱ μὲν περὶ Πλωτῖνον εἰς τὸν τέλεον ἀριθμὸν ὡς οἰκεῖον προσβιβάζουσι.

39.1 · ⟨Ἐν ταὐτῷ⟩

⟨Ἐν ταὐτῷ· περὶ διαφορᾶς καθόδου τῶν ψυχῶν.⟩

Πλωτῖνος μὲν καὶ Πορφύριος καὶ Ἀμέλιος ἀπὸ τῆς ὑπὲρ τὸν οὐρανὸν ψυχῆς καὶ πάσας ἐπίσης εἰσοικίζουσιν εἰς τὰ σώματα.

39.2

Πολὺ δὲ διαφερόντως ἔοικεν ὁ Τίμαιος τὴν πρώτην ὑπόστασιν τῶν ψυχῶν ποιεῖν, τὸν δημιουργὸν διασπείροντα περὶ πάντα μὲν τὰ κρείττονα γένη, καθ᾽ ὅλον δὲ τὸν οὐρανόν, εἰς ὅλα δὲ τὰ στοιχεῖα τοῦ παντός.

39.3

Ἔσται δὴ οὖν καὶ ἡ σπορὰ ἡ δημιουργικὴ τῶν ψυχῶν διαιρουμένη παρὰ τὰς θείας δημιουργίας καὶ ἡ πρώτη τῶν ψυχῶν πρόοδος συνυφισταμένη, μεθ᾽ ἑαυτῆς ἔχουσα τὰ δεξόμενα τὰς ψυχάς· ἡ μὲν ὅλη τὸν ὅλον κόσμον, αἱ δὲ τῶν ἐμφανῶν θεῶν τὰς κατ᾽ οὐρανὸν σφαίρας, αἱ δὲ τῶν στοιχείων αὐτὰ τὰ στοιχεῖα μεθ᾽ ὧν καὶ ψυχαὶ συνεκληρώθησαν καθ᾽ ἑκάστην τοιαύτην λῆξιν, ἀφ᾽ ὧν δὴ αἱ κάθοδοι γίγνονται τῶν ψυχῶν ἄλλαι ἀπ᾽ ἄλλων διακληρώσεων, ὡς βούλεται ἐνδείκνυσθαι σαφῶς ἡ τοῦ Τιμαίου διάταξις.

39.4

Ἄλλη τοίνυν αἵρεσις τῶν Πλατωνικῶν οὐ κατὰ τοὺς δημιουργικοὺς κλήρους οὐδὲ κατὰ τὰς διαιρέσεις τῶν κρειττόνων γενῶν οἷον θεῶν, ἀγγέλων, δαιμόνων, ἡρώων, οὐδὲ κατὰ τὰς νομὰς τοῦ παντὸς διακρίνει τὰς ἀπὸ τῶν διαφερόντων τόπων καταβάσεις τῶν ψυχῶν· τιθεμένη δὲ τὴν ψυχὴν ἀεὶ εἶναι ἐν σώματι, ὥσπερ ἡ Ἐρατοσθένους καὶ Πτολεμαίου τοῦ Πλατωνικοῦ καὶ ἄλλων, ἀπὸ σωμάτων αὐτὴν λεπτοτέρων εἰς τὰ ὀστρεώδη πάλιν εἰσοικίζει σώματα·

39.5

διατρίβειν μὲν γὰρ αὐτὴν εἰς μοῖράν τινα τοῦ αἰσθητοῦ, καθήκειν γε μὴν εἰς τὸ στερεὸν σῶμα ἄλλοτε ἀπ᾽ ἄλλων τοῦ παντὸς τόπων. Καὶ τούτους Ἡρακλείδην μὲν τὸν Ποντικὸν ἀφορίζειν περὶ τὸν γαλαξίαν, ἄλλους δὲ καθ᾽ ὅλας τοῦ οὐρανοῦ τὰς σφαίρας, ἀφ᾽ ὧν δὴ δεῦρο κατιέναι τὰς ψυχάς· τοὺς δὲ περὶ σελήνην ἢ ἐν τῷ ὑπὸ σελήνην ἀέρι λέγειν αὐτὰς κατοικεῖν καὶ ἀπ᾽ αὐτῶν κάτω χωρεῖν εἰς τὴν περίγειον γένεσιν, τοὺς δὲ ἀπὸ σωμάτων ἀεὶ στερεῶν πίπτειν εἰς ἕτερα σώματα διισχυρίζεσθαι.

39.6

Ἀπὸ μὲν δὴ τοσούτων καὶ οὕτω διαφερόντων μερῶν γίγνεσθαι διαφερούσας τὰς τῇδε καθόδους, αὐτοὺς δὲ τοὺς τρόπους διίστασθαι πολυειδῶς. Ἡράκλειτος μὲν γὰρ ἀμοιβὰς ἀναγκαίας τίθεται ἐκ τῶν ἐναντίων, ὁδόν τε ἄνω καὶ κάτω διαπορεύεσθαι τὰς ψυχὰς ὑπείληφε καὶ τὸ μὲν τοῖς αὐτοῖς ἐπιμένειν κάματον εἶναι, τὸ δὲ μεταβάλλειν φέρειν ἀνάπαυσιν.

39.7

Οἱ δὲ περὶ Ταῦρον Πλατωνικοὶ πέμπεσθαι τὰς ψυχὰς ὑπὸ θεῶν εἰς γῆν λέγουσιν, οἱ μὲν ἑπομένως τῷ Τιμαίῳ παραδιδόντες ὅτι εἰς τελείωσιν τοῦ παντός, ὥστε εἶναι καὶ ἐν τῷ κόσμῳ τοσαῦτα ζῷα, ὅσα εἰσὶν ἐν τῷ νοητῷ· οἱ δὲ εἰς θείας ζωῆς ἐπίδειξιν τὸ τέλος ἀναφέροντες τῆς καθόδου. ταύτην γὰρ εἶναι τὴν βούλησιν τῶν θεῶν, θεοὺς ἐκφαίνεσθαι διὰ τῶν ψυχῶν· προέρχονται γὰρ εἰς τοὔμφανες οἱ θεοὶ καὶ ἐπιδείκνυνται διὰ τῶν ψυχῶν καθαρᾶς καὶ ἀχράντου ζωῆς.

39.8

Κατ᾽ ἄλλην τοίνυν διαίρεσιν οἱ μὲν ἑκούσιοι τρόποι νοοῦνται τῆς καθόδου ἢ ἑλομένης αὐτῆς τῆς ψυχῆς τὴν διοίκησιν τῶν περὶ γῆν, ἢ πειθαρχούσης τοῖς κρείττοσιν, οἱ δὲ ἀκούσιοι βιαζομένης ἐπὶ τὸ χεῖρον ἕλκεσθαι.

40.1 · Ἐν ταὐτῷ

Ἐν ταὐτῷ.

Οὐχ ἡ αὐτή ἐστι πασῶν τῶν ψυχῶν κοινωνία πρὸς τὰ σώματα, ἀλλ᾽ ἡ μὲν ὅλη, ὥσπερ καὶ Πλωτίνῳ δοκεῖ, προσιὸν ἑαυτῇ τὸ σῶμα ἔχει ἐν ἑαυτῇ, ἀλλ᾽ οὐκ αὐτὴ πρόσεισι τῷ σώματι, οὐδὲ περιέχεται ὑπ᾽ αὐτοῦ· αἱ δὲ μερισταὶ προσέρχονται τοῖς σώμασι καὶ τῶν σωμάτων γίγνονται καὶ ἤδη κρατουμένων τῶν σωμάτων ὑπὸ τῆς τοῦ παντὸς φύσεως εἰσοικίζονται εἰς αὐτά.

40.2

Καὶ αἱ μὲν τῶν θεῶν θεῖα σώματα, νοῦν μιμούμενα, ἐπιστρέφουσι πρὸς τὴν ἑαυτῶν νοερὰν οὐσίαν· αἱ δὲ τῶν ἄλλων θείων γενῶν, ὡς ἕκασται ἐτάχθησαν, οὕτω κατευθύνουσιν ἑαυτῶν τὰ ὀχήματα. Ἔτι γε μὴν αἱ καθαραὶ ψυχαὶ καὶ τέλειαι καθαρῶς εἰσοικίζονται εἰς τὰ σώματα ἄνευ παθημάτων καὶ τῆς στερήσεως τοῦ νοεῖν· αἱ δ᾽ ἐναντίαι ἐναντίως.

40.3

Ἀττικῷ ⟨δὲ⟩ καὶ ⟨ἄλλοις τισὶ⟩ Πλατωνικοῖς οὐ συνδοκεῖ, καθ᾽ ἕνα δὲ τρόπον συντεύξεως τὰς ὅλας ψυχὰς τοῖς σώμασι συνάγουσιν, ὡσαύτως ἀεὶ μὲν καὶ ἐπὶ πάσης ἐνσωματώσεως τῶν ψυχῶν προϋποτιθέντες τὴν ἄλογον καὶ πλημμελῆ καὶ ἔνυλον ψυχήν, ἐν αὐτῇ δὲ κατακοσμουμένῃ τὴν κοινωνίαν τῆς λογικῆς ἐπεισάγοντες.

Contents

Sign in to save your reading →