Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 49

33.7

Κατὰ δὲ Πλάτωνα ἄλλως μὲν λέγεται ἡ ψυχὴ τριμερής, ὡς ἐν ἑτέραις οὐσίαις τριπλῇ ζωῆς παραλλάττουσα, ἄλλως δὲ πολυδύναμος, οὐκέτι κατ᾽ οὐσίαν ζωῆς διαφέρουσα, ἐν ταὐτῷ δὲ πολλαῖς ἰδιότησι διακρινομένη.

33.8

Καὶ ὅλως μέρος δυνάμεως ταύτῃ διενήνοχεν, ᾗ τὸ μὲν μέρος οὐσίας ἑτερότητα, ἡ δὲ δύναμις ἐν ταὐτῷ γεννητικὴν ἢ ποιητικὴν διάκρισιν παρίστησιν.

34.1 · Περὶ πλήθους δυνάμεων

Ἐν ταὐτῷ· περὶ πλήθους δυνάμεων.

Οἱ ἀπὸ Ζήνωνος ὀκταμερῆ τὴν ψυχὴν διαδοξάζουσι, περὶ ⟨ἣν⟩ τὰς δυνάμεις εἶναι πλείονας, αἵσπερ ἐν τῷ ἡγεμονικῷ ἐνυπαρχουσῶν φαντασίας, συγκαταθέσεως, ὁρμῆς, λόγου.

34.2

Οἱ δὲ περὶ Πλάτωνα καὶ Ἀρχύτας καὶ οἱ λοιποὶ Πυθαγόρειοι τὴν ψυχὴν τριμερῆ ἀποφαίνονται, διαιροῦντες εἰς λογισμὸν καὶ θυμὸν καὶ ἐπιθυμίαν· ταῦτα γὰρ εἶναι χρήσιμα πρὸς τὴν τῶν ἀρετῶν σύστασιν.

34.3

Δυνάμεις δὲ τῆς ψυχῆς ἀναλογίζονται φύσιν καὶ φαντασίαν καὶ αἴσθησιν καὶ δόξαν καὶ κινητικὴν σωμάτων διάνοιαν καὶ ὄρεξιν καλῶν κἀγαθῶν καὶ νοήσεις. Ἀριστοτέλης δὲ εἰς πέντε αὐτὰς διαιρεῖ, φύσιν, αἴσθησιν, κίνησιν κατὰ τόπον, ὄρεξιν, διάνοιαν.

35.1 · Ἐν ταὐτῷ

Ἐν ταὐτῷ· περὶ τῶν κατ᾽ οὐσίαν τῆς ψυχῆς καὶ τῶν προστιθεμένων αὐτῇ δυνάμεων.

Πλωτῖνος αὐτῆς ἀφαιρεῖ τὰς ἀλόγους δυνάμεις, τὰς αἰσθήσεις, τὰς φαντασίας, τὰς μνήμας, τοὺς λογισμούς· μόνον δὲ τὸν καθαρὸν λογισμὸν εἰς τὴν καθαρὰν οὐσίαν αὐτῆς ἀνατείνει, ὡς ἔχοντα συμφυῆ δύναμιν πρὸς αὐτὴν τὴν τῆς οὐσίας ἰδέαν.

35.2

Οἱ δὲ περὶ Δημόκριτον Πλατωνικοὶ πάντα ταῦτα τὰ εἴδη τῶν δυνάμεων εἰς τὴν οὐσίαν αὐτῆς συνάγουσιν.

Ὁ δὲ Πλάτων καὶ αὐτὰς ἑαυτῶν ποιεῖ καὶ τῶν ζῴων, καθ᾽ ἑκατέραν ζωὴν διοριζόμενος ἑκάτερον.

35.3

Οἱ δὲ περὶ Πορφύριον καὶ Πλωτῖνον ἑκάστῳ μέρει τοῦ παντὸς τὰς οἰκείας δυνάμεις προβάλλεσθαι ὑπὸ τῆς ψυχῆς ἀποφαίνονται, καὶ ἀφίεσθαι μὲν καὶ μηκέτι εἶναι τὰς ζωὰς τὰς ὁπωσοῦν προβληθείσας [οἱ περὶ Πορφύριον καὶ Πλωτῖνον Πλατωνικοὶ] ἀφορίζονται παραπλησίως τοῖς ἀπὸ τοῦ σπέρματος φυομένοις, ὁπόταν εἰς ἑαυτὸ ἀναδράμῃ τὸ σπέρμα·

35.4

εἶναι δὲ καὶ ταύτας ἐν τῷ παντὶ καὶ μὴ ἀπόλλυσθαι τάχα ἄν τις ἐπινοήσειε καινότερον, οὐκ ἀπιθάνως.

36.1 · Ἐν ταὐτῷ

Ἐν ταὐτῷ· περὶ τῶν ἐνεργειῶν τῆς ψυχῆς.

Τίς οὖν ἀνήκοός ἐστι τῆς Περιπατητικῆς δόξης, ἣ τὴν ψυχὴν ἀκίνητον μὲν εἶναί φησιν, αἰτίαν δὲ κινήσεων; Εἰ δὴ καὶ ἀνενέργητόν ἐστι τὸ ἀκίνητον, ἔσται καὶ χορηγὸν τῶν ἐνεργειῶν τὸ τῆς ψυχῆς ἀνενέργητον.

36.2

Εἰ δ᾽, ὡς ἔνιοι λέγουσι, τέλος καὶ συνοχὴ καὶ ἕνωσις καὶ μόνιμος αἰτία τῶν κινήσεών ἐστιν ἡ ἐνέργεια καὶ ταύτην ἐν ἑαυτῇ συνείληφεν ἡ κατ᾽ Ἀριστοτέλην ἀκίνητος ἐντελέχεια τῆς ψυχῆς, ἔσται ἀπὸ τῆς τελειοτάτης ἐνεργείας προϊοῦσα [ἀπὸ τῆς ψυχῆς] ἡ ἐν τοῖς καθ᾽ ἕκαστα τῶν ζῴων ἔργοις ἀπεργασία.

36.3

Αὕτη τοίνυν κατά γε Πλάτωνα πολλοῦ δεῖ ἡ αὐτὴ εἶναι τῇ συμφύτῳ τῆς ψυχῆς οὐσίᾳ καὶ ζωῇ. Δῆλον γὰρ ὅτι δίδοται μὲν εἰς τὸ κοινόν, ἀλλ᾽ ἐπεὶ μεταβολὴ καὶ διαίρεσις καὶ παράτασις περὶ τὸ σῶμα καὶ κατὰ χρόνον καὶ τόπον διάστασις ἐπισυμπίπτει, ὧν οὐδέν ἐστιν ἐν τῇ καθ᾽ αὐτὴν ἀσωμάτῳ ζωῇ, φανερὸν δὴ καὶ τοῦτο γέγονεν, ὡς οὐδὲν ὑπάρχει κατὰ Πλάτωνα τῶν τοῦ συνθέτου ζῴου κινημάτων ἴδιον αὐτῆς τῆς ψυχῆς.

36.4

Οὐκοῦν ὥσπερ ζωὴ κατ᾽ αὐτὸν ἦν διττή, ἡ μὲν χωριστὴ τοῦ σώματος, ἡ δὲ κοινὴ μετ᾽ αὐτοῦ, οὕτω καὶ ἐνεργήματα ⟨τὰ⟩ μὲν ἴδια ἔσται τῆς ψυχῆς, τὰ δὲ κοινὰ καὶ τοῦ ἔχοντος. Καὶ τούτων τὰ μὲν ἀπὸ τῆς ψυχῆς προκατάρχοντα, τὰ δὲ ἀπὸ τῶν τοῦ σώματος παθημάτων ἐγειρόμενα, τὰ δὲ ἐξ ἀμφοῖν ἐπίσης ἀνακινούμενα· πάντα δὲ ὡς ἀπ᾽ αἰτίας τῆς ψυχῆς ὡρμημένα.

36.5

Ὥσπερ δὴ καὶ τῆς κατὰ τὴν ναῦν φορᾶς κοινῆς οὔσης πρὸς τὸν κυβερνήτην καὶ τὸν ἄνεμον, τὰ μὲν ἄλλα τοιαῦτά ἐστιν, ὡς ἄνευ αὐτῶν μὴ γίνεσθαι τὴν κίνησιν, ὁ δὲ κυβερνήτης καὶ ὁ ἄνεμος τὴν κυριωτάτην αἰτίαν περιέχουσιν ἐν ἑαυτοῖς τῆς φορᾶς, οὕτως ἄρα καὶ ἡ ψυχὴ αὐτή τε ὅλῳ χρῆται τῷ σώματι καὶ τὰ ἔργα μεταχειρίζεται, ὡς ὄργανον ἢ ὄχημα τὸ σῶμα περιέχουσα·

36.6

ἔχει δὲ καὶ καθ᾽ αὐτὴν οἰκείας κινήσεις, ὅσαι τοῦ συνθέτου ζῴου ἀπολελυμέναι αὐταὶ καθ᾽ αὐτὰς [ἀπόλυτοι] τὰς κατ᾽ οὐσίαν ζωὰς τῆς ψυχῆς ἐνεργοῦσιν, οἷαί δή εἰσιν αἱ τῶν ἐνθουσιασμῶν καὶ τῶν ἀΰλων νοήσεων καὶ συλλήβδην ἐκείνων, καθ᾽ ἃς τοῖς θεοῖς συναπτόμεθα.

36.7

Οὐ μὴν ἔτι γε τούτοις συγχωροῦσιν οἱ σῶμα τὴν ψυχὴν ὑπολαμβάνοντες, οἷον οἱ Στωικοὶ καὶ ἄλλοι πλείονες· οὐδ᾽ ὅσοι συγκεκρᾶσθαι αὐτὴν εἰς τὴν γένεσιν οἴονται, ὥσπερ οἱ πλεῖστοι τῶν φυσικῶν· οὐδὲ ὅσοι βλάστημα αὐτὴν ἀπὸ τῶν σωμάτων ποιοῦσιν ἐν ἁρμονίας εἴδει οὖσαν. Πάντες γὰρ οὗτοι σωματοειδεῖς τὰς κινήσεις αὐτῇ ἀποδιδόασιν.

37.1 · Ἐν ταὐτῷ

Ἐν ταὐτῷ· περὶ τῶν ἔργων τῆς ψυχῆς.

Πότερον οὖν πασῶν τῶν ψυχῶν τὰ αὐτὰ ἔργα ἀποτελεῖται, ἢ τὰ μὲν τῶν ὅλων τελεώτερα, τὰ δὲ τῶν ἄλλων ὡς ἕκασται διειλήχασι τὴν προσήκουσαν ἑαυταῖς τάξιν; Ὡς μὲν οἱ Στωικοὶ λέγουσιν, εἷς τέ ἐστιν ὁ λόγος καὶ ἡ αὐτὴ πάντως διανόησις καὶ τὰ κατορθώματα ἴσα καὶ αἱ αὐταὶ ἀρεταὶ τῶν τε μεριστῶν καὶ τῶν ὅλων·

37.2

καί που Πλωτῖνος καὶ Ἀμέλιος ἐπὶ ταύτης εἰσὶ τῆς δόξης (ἐνίοτε γὰρ ⟨οὐχ⟩ ὡς ἄλλην τὴν μεριστὴν ψυχὴν παρὰ τὴν ὅλην, μίαν δὲ αὐτὴν πρὸς ἐκείνην εἶναι ἀφορίζονται)· ὡς δ᾽ ἂν εἴποι Πορφύριος, πάντῃ κεχώρισται τὰ τῆς ὅλης ψυχῆς παρὰ τὴν μεριστὴν ἐνεργήματα.

37.3

Γένοιτο δὲ κἂν ἄλλη δόξα οὐκ ἀπόβλητος, ἡ κατὰ γένη καὶ εἴδη τῶν ψυχῶν ἄλλα μὲν τὰ τῶν ὅλων παντελῆ, ἄλλα δὲ τὰ τῶν θείων ψυχῶν ἄχραντα καὶ ἄϋλα, ἕτερα δὲ τὰ τῶν δαιμονίων δραστήρια, τὰ δὲ τῶν ἡρωικῶν μεγάλα, τὰ δὲ τῶν ἐν τοῖς ζῴοις καὶ τοῖς ἀνθρώποις θνητοειδῆ καὶ τὰ ἄλλα ὡσαύτως ἔργα διαιρουμένη. Τούτων δὴ διωρισμένων καὶ τὰ ἐχόμενα τούτων τὴν ὁμοίαν λήψεται διάκρισιν.

37.4

Οἱ μὲν γὰρ μίαν καὶ τὴν αὐτὴν πανταχοῦ ψυχὴν διατείνοντες ἤτοι γένει ἢ εἴδει, ὡς δοκεῖ Πλωτίνῳ, ἢ καὶ ἀριθμῷ, ὡς νεανιεύεται οὐκ ὀλιγάκις Ἀμέλιος, εἶναι αὐτὴν ἐροῦσιν ἅπερ ἐνεργεῖν.

37.5

Οἱ δ᾽ ἀσφαλέστερον τούτων διαταττόμενοι καὶ προόδους πρώτας καὶ δευτέρας καὶ τρίτας οὐσιῶν τῆς ψυχῆς διισχυριζόμενοι προχωρεῖν εἰς τὸ πρόσσω, οἵους ἄν τις θείη τοὺς καινῶς μὲν ἀπταίστως δὲ ἀντιλαμβανομένους τῶν λόγων, τὰ μὲν τῶν ὅλων ψυχῶν καὶ θείων καὶ ἀΰλων ἐνεργήματα ἐροῦσιν οὗτοι πάντως δήπου καὶ εἰς οὐσίαν ἀποτελευτᾶν· τὰ δὲ τῶν μεριστῶν ⟨καὶ⟩ κρατουμένων ἐν ἑνὶ εἴδει καὶ διαιρουμένων περὶ τοῖς σώμασιν οὐδαμῶς συγχωρήσουσιν εὐθὺς εἶναι ταῦθ᾽ ἅπερ ἐνεργοῦσι.

37.6

Κατὰ δὴ τὴν αὐτὴν μέθοδον προΐτω καὶ ἡ συγγενὴς πρὸς ταύτην διαίρεσις. Λέγω δὴ προσπεφυκέναι μὲν ταῖς δυνάμεσι τὰ ἔργα ἐκείνων τῶν ψυχῶν τῶν αὐτοτελῶν καὶ μονοειδῶν καὶ χωριστῶν ἀπὸ τῆς ὕλης, ὡς ἂν φαίη ἡ νεωστὶ παρευρεθεῖσα ἥδε αἵρεσις, ἐοικέναι δὲ ταῖς τῶν καρπῶν ἀπογεννήσεσιν ἐπὶ τῶν ἀτελεστέρων καὶ περὶ γῆν ἀπομεριζομένων.

37.7

Ἐπὶ δὴ τούτοις δεῖ νοεῖν ὡς οἱ μὲν Στωικοὶ πάσας τῆς ὁποιασοῦν ψυχῆς τὰς ἐνεργείας συμμιγνύουσιν τοῖς διοικουμένοις καὶ ἀψύχοις, οἱ δ᾽ ἀπὸ Πλάτωνος οὐ πάσας. Εἶναι μὲν γάρ τινας δυνάμεις τῆς ψυχῆς αἳ τοῦ σώματος ὡς ὕλης ἐφάπτονται, ὡς τὴν αἰσθητικὴν καὶ ὁρμητικήν, καθαρωτέρας δὲ τούτων τὰς μηδὲν σώματι προσχρωμένας, ὡς τὴν νοεράν.

37.8

Τὰ μὲν οὖν τῶν σωματοειδῶν δυνάμεων ἔργα κατ᾽ οὐσίαν μὲν Πλάτων οὐ συνάπτει τοῖς σώμασιν, κατ᾽ ἐπιστροφὴν δὲ κοινωνεῖν φησί, τὰ δὲ τῶν χωριστῶν ἀπολύει πάντῃ τοῦ κατατείνεσθαι εἰς τὰ σώματα.

37.9

Ἤδη τοίνυν καὶ τὰ μὲν τῶν ὅλων καὶ θειοτέρων ἔργα ἄμικτα εἶναι διὰ τὴν καθαρότητα αὐτῶν τῆς οὐσίας, τὰ δὲ τῶν ἐνύλων καὶ μεριστῶν μηκέθ᾽ ὡσαύτως εἶναι ἄχραντα· καὶ τὰ μὲν τῶν ἀνιουσῶν καὶ ἀπολυομένων τῆς γενέσεως ἀφίεσθαι τὸ λοιπὸν τῶν σωμάτων, τὰ δὲ τῶν κατιουσῶν συμπλέκεσθαι αὐτοῖς πολυειδῶς καὶ συνυφαίνεσθαι.

37.10

Καὶ τὰ μὲν τῶν ἐποχουμένων τοῖς αὐγοειδέσι πνεύμασι καὶ δι᾽ αὐτῶν τιθεμένων εὐκόλως, ἅπερ ἂν θέλωσιν, ἄνωθεν ἀπραγμόνως ἐκφαίνειν τὰ σφῶν ἔργα· τὰ δὲ τοῖς στερεωτέροις σώμασιν ἐναπειρόμενα καὶ κατεχόμενα ἐν αὐτοῖς ἀναπίμπλασθαι ἀμωσγέπως τῆς τούτων φύσεως.

37.11

Καὶ τὰ μὲν τῶν ὅλων ἐπιστρέφειν εἰς ἑαυτὰ τὰ διοικούμενα, τὰ δὲ τῶν διῃρημένων αὐτὰ ἐπιστρέφεσθαι πρὸς ταῦτα ὧν ἐπιμελοῦνται.

Contents

Sign in to save your reading →