Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
31.3 · Ὅμηρος
I.49.31.3 · Wachsmuth pp. 362
στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ
31.4
I.49.31.4 · Wachsmuth pp. 362
ἐνταῦθα γὰρ δὴ σαφῶς ὡς ἕτερον ἑτέρῳ ἐπιπλῆττον πεποίηκεν Ὅμηρος τὸ ἀναλογισάμενον περὶ τοῦ βελτίονός τε καὶ χείρονος τῷ ἀλογίστως θυμουμένῳ. - Κομιδῇ, ἔφη, ὀρθῶς λέγεις.
32.1 · ⟨Ἰαμβλίχου⟩
I.49.32.1 · Wachsmuth pp. 362-363
⟨Ἰαμβλίχου ἐκ τοῦ περὶ ψυχῆς.⟩
Ἀριστοτέλης μὲν οὖν τὰ μάλιστα δοκοῦντα τῇ ψυχῇ ὑπάρχειν εἰς τρία τὰ κυριώτατα γένη ἀναγαγών, κίνησίν τε καὶ γνῶσιν καὶ λεπτότητα οὐσίας, ἣν ἐνίοτε καὶ ἀσώματον ὑπόστασιν ἐπονομάζει, ἐς ταῦτα τὰ τρία τὰς καθ᾽ ἕκαστα διωρισμένας ἐπαναφέρει δόξας, πέρας τῶν ἀπείρων ἀνευρὼν οὕτω καὶ σαφῆ καὶ σύντομον περίληψιν.
32.2
I.49.32.2 · Wachsmuth pp. 363
Ἐγὼ δὲ ὁρῶ ἐν τούτοις τοῖς ὅροις πολὺ μὲν τὸ ὁμώνυμον καὶ συγκεχυμένον, (οὐ γὰρ ὡσαύτως αἱ κατὰ μεταβολὴν καὶ αἱ κατὰ ζωὴν θεωροῦνται κινήσεις, ἢ αἱ μορφωτικαὶ καὶ ⟨αἱ⟩ ἄμορφοι γνώσεις, ἢ αἱ τοῦ ἀέρος καὶ αἱ τῶν καθ᾽ αὐτὰ ἀσωμάτων καθαρότητες τῆς οὐσίας,) πολὺ δὲ καὶ τὸ ἀτελὲς αὐτῶν καὶ ἐνδεές· οὐ γὰρ ἔνεστι πάντα περιλαβεῖν τὰ γένη τῶν δοξῶν ἐν τοῖς τρισὶ τούτοις ὅροις.
32.3
I.49.32.3 · Wachsmuth pp. 363
Τινὲς εἰς τὰς τῶν τεσσάρων στοιχείων ἀρχὰς τὴν οὐσίαν τῆς ψυχῆς ἐπαναφέρουσιν. Εἶναι μὲν γὰρ τὰ πρῶτα σώματα ἄτομα, πρὸ τῶν τεσσάρων στοιχείων στοιχειωδέστερα· εἰλικρινῆ δ᾽ ὄντα καὶ πεπληρωμένα πάντῃ καθαρᾶς πρώτης οὐσίας μὴ δέχεσθαι μηδ᾽ ὁποσονοῦν εἰς αὐτὰ διαίρεσιν. Ταῦτα τοίνυν ἄπειρα ἔχειν σχήματα, ἓν δὲ αὐτῶν εἶναι τὸ σφαιροειδές, ἀπὸ δὴ τῶν σφαιροειδῶν ἀτόμων εἶναι τὴν ψυχήν.
32.4
I.49.32.4 · Wachsmuth pp. 363
Ὡς δὲ τῶν Ἀριστοτελικῶν τινες ὑφηγοῦνται, εἶδός ἐστι τὸ περὶ τοῖς σώμασιν, ἢ ποιότης ἁπλῆ ἀσώματος ἢ ποιότης οὐσιώδης τελεία· ᾗ παράκειται δόξῃ οὐ παραδοθεῖσα μέν, δυναμένη δὲ πιθανῶς λέγεσθαι αἵρεσις, ἡ τὴν συνδρομὴν τῶν ὅλων ποιοτήτων καὶ τὸ ἐν αὐτῶν κεφάλαιον, εἴτε τὸ ἐπιγιγνόμενον ἢ τὸ προϋπάρχον, τιθεμένη τὴν ψυχήν.
32.5
I.49.32.5 · Wachsmuth pp. 363-364
Μετὰ δὴ ταῦτα τοὺς εἰς μαθηματικὴν οὐσίαν ἐντιθέντας τὴν οὐσίαν τῆς ψυχῆς καταλέγω διευκρινημένως. Ἔστι δὴ γένος ἕν τι αὐτῆς τὸ σχῆμα, πέρας ὂν διαστάσεως, καὶ αὐτὴ ⟨ἡ⟩ διάστασις. Ἐν αὐτοῖς μὲν οὖν τούτοις Σεβῆρος ὁ Πλατωνικὸς αὐτὴν ἀφωρίσατο, ἐν ἰδέᾳ δὲ τοῦ πάντῃ διαστατοῦ Σπεύσιππος· ἐν αἰτίᾳ δὲ ἤτοι ἑνώσει τούτων ἄλλος ἄν τις καθαρώτερον αὐτὴν προστήσαιτο τελεώτατα.
32.6
I.49.32.6 · Wachsmuth pp. 364
Πάλιν τοίνυν ὁ ἀριθμὸς ἐν ἑτέρῳ γένει κεῖται. Ἀλλὰ καὶ τοῦτον ἁπλῶς μὲν οὕτως ἔνιοι τῶν Πυθαγορείων τῇ ψυχῇ συναρμόζουσιν· ὡς δ᾽ αὐτοκίνητον Ξενοκράτης, ὡς δὲ ⟨ἐν⟩ λόγοις περιέχουσιν Μοδέρατος ὁ Πυθαγόρειος, ὡς δὲ κριτικὸν κοσμουργοῦ θεοῦ ὄργανον Ἵππασος, ὁ ἀκουσματικὸς τῶν Πυθαγορείων·
32.7
I.49.32.7 · Wachsmuth pp. 364
ὡς δ᾽ Ἀριστοτέλης ἱστορεῖ, Πλάτων ἐκ τῆς τοῦ ἑνὸς ἰδέας καὶ τοῦ πρώτου μήκους ⟨καὶ πλάτους⟩ καὶ βάθους αὐτὸ τὸ ζῷον προϋποτιθέμενος καὶ τὸ μὲν ἓν νοῦν, τὴν δὲ δυάδα ἐπιστήμην, δόξαν δὲ τὸν τοῦ ἐπιπέδου ἀριθμόν, τὸν δὲ τοῦ στερεοῦ [τὴν] αἴσθησιν διοριζόμενος.
32.8
I.49.32.8 · Wachsmuth pp. 364
Ἔτι τοίνυν τὴν ἁρμονίαν ἴδωμεν, οὐ τὴν ἐν σώμασιν ἐνιδρυμένην, ἀλλ᾽ ἥτις ἐστὶ μαθηματική. Ταύτην τοίνυν, ὡς μὲν ἁπλῶς εἰπεῖν, τὴν τὰ διαφέροντα ὁπωσοῦν σύμμετρα καὶ προσήγορα ἀπεργαζομένην ἀναφέρει εἰς τὴν ψυχὴν Μοδέρατος· τὴν δ᾽ ὡς ἐν οὐσίαις καὶ ζωαῖς καὶ γενέσει πάντων μεσότητα καὶ σύνδεσιν ὁ Τίμαιος αὐτῇ ἀνατίθησι,
32.9
I.49.32.9 · Wachsmuth pp. 364-365
τὴν δ᾽ ὡς ἐν λόγοις τοῖς κατ᾽ οὐσίαν προϋπάρχουσι Πλωτῖνος καὶ Πορφύριος καὶ Ἀμέλιος παραδεδώκασι, τὴν δὲ συνδιαπλεκομένην τῷ κόσμῳ καὶ ἀχώριστον τοῦ οὐρανοῦ πολλοὶ δή τινες τῶν Πλατωνικῶν καὶ Πυθαγορείων προκρίνουσιν.
32.10
I.49.32.10 · Wachsmuth pp. 365
Ἴθι δὴ οὖν ἐπὶ τὴν καθ᾽ αὐτὴν ἀσώματον οὐσίαν ἐπανίωμεν, διακρίνοντες καὶ ἐπ᾽ αὐτῆς ἐν τάξει τὰς περὶ ψυχῆς πάσας δόξας. Εἰσὶ δή τινες, οἳ πᾶσαν τὴν τοιαύτην οὐσίαν ὁμοιομερῆ καὶ τὴν αὐτὴν καὶ μίαν ἀποφαίνονται, ὡς καὶ ἐν ὁτῳοῦν αὐτῆς μέρει εἶναι τὰ ὅλα· οἵτινες καὶ ἐν τῇ μεριστῇ ψυχῇ τὸν νοητὸν κόσμον καὶ θεοὺς καὶ δαίμονας καὶ τἀγαθὸν καὶ πάντα τὰ πρεσβύτερα γένη αὐτῆς ἐνιδρύουσι καὶ ἐν πᾶσιν ὡσαύτως πάντα εἶναι ἀποφαίνονται, οἰκείως μέντοι κατὰ τὴν αὐτῶν οὐσίαν ἐν ἑκάστοις.
32.11
I.49.32.11 · Wachsmuth pp. 365
Καὶ ταύτης τῆς δόξης ἀναμφισβητήτως μέν ἐστι Νουμήνιος, οὐ πάντῃ δὲ ὁμολογουμένως Πλωτῖνος, ἀστάτως δὲ ἐν αὐτῇ φέρεται Ἀμέλιος· Πορφύριος δὲ ἐνδοιάζει περὶ αὐτήν, πῇ μὲν διατεταμένως αὐτῆς ἀφιστάμενος, πῇ δὲ συνακολουθῶν αὐτῇ, ὡς παραδοθείσῃ ἄνωθεν. Κατὰ δὴ ταύτην νοῦ καὶ θεῶν καὶ τῶν κρειττόνων γενῶν οὐδὲν ἡ ψυχὴ διενήνοχε κατά γε τὴν ὅλην οὐσίαν.
32.12
I.49.32.12 · Wachsmuth pp. 365
Ἀλλὰ μὴν ἥ γε πρὸς ταύτην ἀνθισταμένη δόξα χωρίζει μὲν τὴν ψυχήν, ὡς ἀπὸ νοῦ γενομένην δευτέραν καθ᾽ ἑτέραν ὑπόστασιν, τὸ δὲ μετὰ νοῦ αὐτῆς ἐξηγεῖται ὡς ἐξηρτημένον ἀπὸ τοῦ νοῦ, μετὰ τοῦ κατ᾽ ἰδίαν ὑφεστηκέναι αὐτοτελῶς, χωρίζει δὲ αὐτὴν καὶ ἀπὸ τῶν κρειττόνων γενῶν ὅλων,
32.13
I.49.32.13 · Wachsmuth pp. 365-366
ἴδιον δὲ αὐτῇ τῆς οὐσίας ὅρον ἀπονέμει ἤτοι τὸ μέσον τῶν μεριστῶν καὶ ἀμερίστων ⟨τῶν τε σωματικῶν καὶ ἀ⟩σωμάτων γενῶν, ἢ τὸ πλήρωμα τῶν καθόλου λόγων, ἢ τὴν μετὰ τὰς ἰδέας ὑπηρεσίαν τῆς δημιουργίας, ἢ ζωὴν παρ᾽ ἑαυτῆς ἔχουσαν τὸ ζῆν τὴν ἀπὸ τοῦ νοητοῦ προελθοῦσαν, ἢ τὴν αὖ τῶν γενῶν ὅλου τοῦ ὄντως ὄντος πρόοδον εἰς ὑποδεεστέραν οὐσίαν.
32.14
I.49.32.14 · Wachsmuth pp. 366
Περὶ δὴ ταύτας τὰς δόξας ὅ τε Πλάτων αὐτὸς καὶ ὁ Πυθαγόρας, ὅ τε Ἀριστοτέλης καὶ ἀρχαῖοι πάντες, ὧν ὀνόματα μεγάλα ἐπὶ σοφίᾳ ὑμνεῖται, τελέως ἐπιστρέφονται, εἴ τις αὐτῶν τὰς δόξας ἀνιχνεύοι μετ᾽ ἐπιστάσεως· ἡμεῖς τε περὶ αὐτὰς τὴν μετ᾽ ἀληθείας πραγματείαν πᾶσαν πειρασόμεθα ἐνστήσασθαι.
32.15
I.49.32.15 · Wachsmuth pp. 366
Τινὲς δὲ τῶν φυσικῶν σύνοδον τῶν ἐναντίων συνυφαίνουσιν, οἷον θερμοῦ καὶ ⟨ψυχροῦ⟩, ξηροῦ καὶ ὑγροῦ. Καὶ γὰρ τὸ ζῆν ἀπὸ τοῦ ἀναζεῖν ὑπὸ τοῦ θερμοῦ καὶ τὴν ψυχὴν ἀπὸ τοῦ ἀναψύχεσθαι ὑπὸ τοῦ ψυχροῦ ὠνομάσθαι ἀποφαίνονται, καὶ ἅμα ἐπ᾽ ἀμφοτέρων [ἢ] τὸν ἀναπνεόμενον ἀέρα ψυχὴν νομίζουσιν·
32.16
I.49.32.16 · Wachsmuth pp. 366
ὥσπερ Ἀριστοτέλης μὲν ἐν τοῖς Ὀρφικοῖς ἔπεσί φησι λέγεσθαι τὴν ψυχὴν εἰσιέναι ἐκ τοῦ ὅλου ἀναπνεόντων ἡμῶν φερομένην ὑπὸ τῶν ἀνέμων· ἔοικέ γε μὴν αὐτὸς ὁ Ὀρφεὺς χωρὶς ὑπολαμβάνειν εἶναι καὶ μίαν τὴν ψυχήν, ἀφ᾽ ἧς πολλὰς μὲν εἶναι διαιρέσεις, πολλὰς δὲ καὶ ἀμέσους ἐπιπνοίας καθήκειν ἐπὶ τὰς μεριστὰς ψυχὰς ἀπὸ τῆς ὅλης ψυχῆς.
32.17
I.49.32.17 · Wachsmuth pp. 366-367
Τινὲς μὲν τῶν Ἀριστοτελικῶν αἰθέριον σῶμα τὴν ψυχὴν τίθενται· ἕτεροι δὲ τελειότητα αὐτὴν ἀφορίζονται κατ᾽ οὐσίαν τοῦ θείου σώματος, ἣν ἐντελέχειαν καλεῖ Ἀριστοτέλης, ὥσπερ δὴ ἐν ἐνίοις Θεόφραστος, ἢ τὸ ἀπογεννώμενον ἀπὸ τῶν θειοτέρων γενῶν ὅλων, ὥσπερ ἄν τις νεωτερίσειεν ἐν ταῖς ἐπινοίαις· ἢ τὸ συγκεκραμένον τοῖς σώμασιν, ὥσπερ οἱ Στωικοὶ λέγουσιν·
32.18
I.49.32.18 · Wachsmuth pp. 367
ἢ τὸ τῇ φύσει συμμεμιγμένον ἢ τὸ τοῦ σώματος ὂν ὥσπερ τὸ ἐψυχῶσθαι, αὐτῇ δὴ μὴ παρὸν τῇ ψυχῇ ὥσπερ ὑπάρχειν, οἷα δὴ λέγεται περὶ ψυχῆς παρὰ Δικαιάρχῳ τῷ Μεσσηνίῳ.
33.1 · Περὶ δυνάμεων ψυχῆς
I.49.33.1 · Wachsmuth pp. 367
Ἐν ταὐτῷ· περὶ δυνάμεων ψυχῆς.
Πλάτων μὲν οὖν οὐχ ὡς ἑτέρας τὰς δυνάμεις ἐν ἑτέρᾳ τῇ ψυχῇ ἐνεῖναι ἡγεῖται, συμφύτους δ᾽ αὐτὰς καὶ κατὰ μίαν ἰδέαν συνυφεστηκέναι λέγει διὰ τὴν ἀσύνθετον οὐσίαν τῆς ψυχῆς. Ἀριστοτέλης δὲ ὡσαύτως ἁπλῆν οὐσίαν, ἀσώματον, εἴδους τελεσιουργὸν τὴν τῆς ψυχῆς ὑποθέμενος, οὐ ποιεῖ τὰς δυνάμεις ὡς ἐν συνθέτῳ τινὶ τῇ ψυχῇ παρούσας.
33.2
I.49.33.2 · Wachsmuth pp. 367
Ἀλλὰ μὴν οἵ γε ἀπὸ Χρυσίππου καὶ Ζήνωνος φιλόσοφοι καὶ πάντες ὅσοι σῶμα τὴν ψυχὴν νοοῦσι τὰς μὲν δυνάμεις ὡς ἐν τῷ ὑποκειμένῳ ποιότητας συμβιβάζουσι, τὴν δὲ ψυχὴν ὡς οὐσίαν προϋποκειμένην ταῖς δυνάμεσι τιθέασιν, ἐκ δ᾽ ἀμφοτέρων τούτων σύνθετον φύσιν ἐξ ἀνομοίων συνάγουσιν.
33.3
I.49.33.3 · Wachsmuth pp. 367-368
Ταύτῃ τοίνυν αἱ δυνάμεις αὐτῆς τῆς ψυχῆς καθ᾽ αὐτὴν ἢ τοῦ ἔχοντος τοῦ κοινοῦ μετὰ τοῦ σώματος θεωρουμένου ζῴου, καθ᾽ οὓς μὲν ἡ ψυχὴ διττὴν ζωὴν ζῇ, καθ᾽ αὐτήν τε καὶ μετὰ τοῦ σώματος, ἄλλως μὲν πάρεισι τῇ ψυχῇ, ἄλλως δὲ τῷ κοινῷ ζῴῳ, ⟨ὡς⟩ κατὰ Πλάτωνα καὶ Πυθαγόραν·
33.4
I.49.33.4 · Wachsmuth pp. 368
καθ᾽ οὓς δὲ μία ζωὴ τῆς ψυχῆς ἐστιν ἡ τοῦ συνθέτου, συγκεκραμένης τῆς ψυχῆς τῷ σώματι, ὡς οἱ Στωικοὶ λέγουσιν, ἢ δούσης ὅλην τὴν ἑαυτῆς ζωὴν εἰς τὸ κοινὸν ζῷον, ὡς οἱ Περιπατητικοὶ διισχυρίζονται, κατὰ τούτους εἷς ἐστιν ὁ τρόπος τῆς παρουσίας αὐτῶν ὁ ἐν τῷ μετέχεσθαι ἢ ἐν τῷ κεκρᾶσθαι τῷ ὅλῳ ζῴῳ.
33.5
I.49.33.5 · Wachsmuth pp. 368
Πῶς οὖν διακρίνονται; Κατὰ μὲν τοὺς Στωικοὺς ἔνια μὲν διαφορότητι ⟨τῶν⟩ ὑποκειμένων σωμάτων· πνεύματα γὰρ ἀπὸ τοῦ ἡγεμονικοῦ φασιν οὗτοι διατείνειν ἄλλα κατ᾽ ἄλλα, τὰ μὲν εἰς ὀφθαλμούς, τὰ δὲ εἰς ὦτα, τὰ δὲ εἰς ἄλλα αἰσθητήρια· ἔνια δὲ ἰδιότητι ποιότητος περὶ τὸ αὐτὸ ὑποκείμενον· ὥσπερ γὰρ τὸ μῆλον ἐν τῷ αὐτῷ σώματι τὴν γλυκύτητα ἔχει καὶ τὴν εὐωδίαν, οὕτω καὶ τὸ ἡγεμονικὸν ἐν ταὐτῷ φαντασίαν, συγκατάθεσιν, ὁρμήν, λόγον συνείληφε.
33.6
I.49.33.6 · Wachsmuth pp. 368
Κατὰ δὲ τοὺς Ἀριστοτελικοὺς καὶ πάντας ὅσοι ἀμέριστον τὴν ψυχὴν διανοοῦνται κατὰ μὲν τὴν οὐσίαν αἱ δυνάμεις, κατὰ δὲ εἴδη ὧν δύνανται ποιεῖν.