Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
27.7
I.49.27.7 · Wachsmuth pp. 357
Καὶ μὰν ὁμόνοιά τις καὶ ὁμοφροσύνα ὀπαδέει τᾷ τοιαύτᾳ διατάξι. Τὸ δὲ τοιοῦτον δικαίως κα λέγοιτο εὐνομία ἦμεν τᾶς ψυχᾶς, ἅτις ἐκ τῶ ἄρχεν μὲν τὸ κάρρον, ἄρχεσθαι δὲ τὸ χέρειον κράτος ἐπιφέροιτο τᾶς ἀρετᾶς. Καὶ φιλία δὲ καὶ ἔρως καὶ φιλοφροσύνα σύμφυλος καὶ συγγενὴς ἐκ τούτων ἐξεβλάστασε τῶν μερέων. Συμπείθει μὲν γὰρ ὁ νόος ὀραυγούμενος, ἔραται δὲ ἁ ἐπιθυμία, ἁ δὲ θύμωσις ἐμπιπλαμένα μένεος, ἔχθρᾳ ζέοισα φίλα γίνεται τᾷ ἐπιθυμίᾳ.
27.8
I.49.27.8 · Wachsmuth pp. 357
Ἁρμόξας γὰρ ὁ νόος τὸ ἁδὺ τῷ λυπηρῷ συγκατακρεόμενος καὶ τὸ σύντονον καὶ σφοδρὸν τῷ κούφῳ μέρει τᾶς ψυχᾶς καὶ διαχυτικῷ· ἕκαστόν τε ἑκάστω πράγματος τὰν σύμφυλον καὶ συγγενέα προμάθειαν διαμεμέρισται,
27.9
I.49.27.9 · Wachsmuth pp. 357
ὁ μὲν νόος ὀραυγούμενος καὶ στιβαζόμενος τὰ πράγματα, ἁ δὲ θύμωσις ὁρμὰν καὶ ἀλκὰν ποτιφερομένα τοῖς ὀραυγαθεῖσιν· ἁ δὲ ἐπιθυμία φιλοστοργίᾳ συγγενὴς ἐᾶσα ἐφαρμόσδει τῷ νόῳ ἴδιον περιποιουμένα τὸ ἁδὺ καὶ τὸ σύννοον ἀποδιδοῖσα τῷ συννόῳ μέρει τᾶς ψυχᾶς.
27.10
I.49.27.10 · Wachsmuth pp. 357
Ὧνπερ ἕκατι δοκεῖ μοι καὶ ὁ βίος ὁ κατ᾽ ἀνθρώπως ἄριστος ἦμεν, ὅκκα τὸ ἁδὺ τῷ σπουδαίῳ συγκατακραθῇ καὶ ⟨ἁ⟩ ἁδονὰ τᾷ ἀρετᾷ. Ποθαρμόξασθαι δ᾽ αὐτὰ ὁ νόος δύναται, παιδεύσιος καὶ ἀρετᾶς ἐπήρατος γενόμενος.
28.1 · Πλάτωνος Τιμαίου
I.49.28.1 · Wachsmuth pp. 358
Πλάτωνος ἐκ τοῦ Τιμαίου.
Τὴν δὲ δὴ ψυχὴν οὐχ ὡς νῦν ὑστέραν ἐπιχειροῦμεν λέγειν, οὕτως ἐμηχανήσατο καὶ ὁ θεὸς νεωτέραν· οὐ γὰρ ἂν ἄρχεσθαι ὁ θεὸς πρεσβύτερον ἀπὸ νεωτέρου συνέξας εἴασεν· ἀλλά πως ἡμεῖς πολὺ μετέχοντες τοῦ προστυχόντος τε καὶ εἰκῇ ταύτῃ πῃ καὶ λέγομεν, ὁ δὲ καὶ γενέσει καὶ ἀρετῇ ⟨προτέραν⟩ καὶ πρεσβυτέραν ψυχὴν σώματος ὡς δεσπότιν καὶ ἄρξουσαν ἀρξομένου ξυνεστήσατο ἐκ τῶνδέ τε καὶ τοιῷδε τρόπῳ.
28.2
I.49.28.2 · Wachsmuth pp. 358
Τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ ταὐτὰ ἐχούσης οὐσίας καὶ τῆς αὖ περὶ τὰ σώματα γιγνομένης μεριστῆς, τρίτον ἐξ ἀμφοῖν ἐν μέσῳ συνεκεράσατο οὐσίας εἶδος, τῆς τε ταὐτοῦ φύσεως αὖ πέρι καὶ τῆς τοῦ ἑτέρου, καὶ κατὰ ταὐτὰ ξυνέστησεν ἐν μέσῳ τοῦ τε ἀμεροῦς αὐτῶν καὶ τοῦ κατὰ τὰ σώματα μεριστοῦ.
28.3
I.49.28.3 · Wachsmuth pp. 358
Καὶ τρία λαβὼν αὐτὰ ὄντα συνεκεράσατο εἰς μίαν πάντα ἰδέαν, τὴν θατέρου φύσιν δύσμικτον οὖσαν εἰς ταὐτὸν ξυναρμόττων βίᾳ. Μιγνὺς δὲ μετὰ τῆς οὐσίας καὶ ἐκ τριῶν ποιησάμενος ἕν, πάλιν ὅλον τοῦτο μοίρας ὅσας προσῆκε διένειμεν, ἑκάστην δὲ ἔκ τε ταὐτοῦ καὶ θατέρου καὶ τῆς οὐσίας μεμιγμένην. -
28.4
I.49.28.4 · Wachsmuth pp. 358
Καὶ τὸ μὲν δὴ σῶμα ὁρατὸν οὐρανοῦ γέγονεν, αὐτὴ δὲ ἀόρατος μέν, λογισμοῦ δὲ μετέχουσα καὶ ἁρμονίας ψυχή, τῶν νοητῶν ἀεί τε ὄντων ὑπὸ τοῦ ἀρίστου ἀρίστη γενομένη τῶν γεννηθέντων.
28.5
I.49.28.5 · Wachsmuth pp. 358-359
Ἅτε οὖν ἐκ τῆς ταὐτοῦ καὶ τῆς θατέρου φύσεως ἔκ τε οὐσίας τριῶν τούτων συγκραθεῖσα μοιρῶν, καὶ ἀνάλογον μερισθεῖσα καὶ ξυνδεθεῖσα, αὐτή τε ἀνακυκλουμένη πρὸς ἑαυτήν, ὅταν οὐσίαν σκεδαστὴν ἔχοντός τινος ἐφάπτηται καὶ ὅταν ἀμέριστον, λέγει διὰ πάσης ἑαυτῆς κινουμένη, ὅτῳ τ᾽ ἄν τι ταὐτὸν ᾖ καὶ ὅτου ἂν ἕτερον, πρὸς ὅ τι τε μάλιστα καὶ ὅπῃ καὶ ὅπως καὶ ὁπότε ξυμβαίνει κατὰ τὰ γιγνόμενά τε πρὸς ἕκαστον ἕκαστά τε εἶναι καὶ πάσχειν καὶ πρὸς τὰ κατὰ ταὐτὰ ἔχοντα ἀεί·
28.6
I.49.28.6 · Wachsmuth pp. 359
λόγος δὲ ὁ κατὰ ταὐτὸν ἀληθὴς γιγνόμενος, περί τε θάτερον ⟨ὢν⟩ καὶ περὶ τὸ ταὐτόν, ἐν τῷ κινουμένῳ ὑφ᾽ αὐτοῦ φερόμενος ἄνευ φθόγγου καὶ ἠχῆς, ὅταν μὲν περὶ τὸ αἰσθητὸν γίγνηται καὶ ⟨ὁ⟩ τοῦ θατέρου κύκλος ὀρθὸς ὢν εἰς πᾶσαν αὐτοῦ τὴν ψυχὴν διαγγείλῃ, δόξαι καὶ πίστεις γίγνονται βέβαιοι καὶ ἀληθεῖς· ὅταν δὲ αὖ περὶ τὸ λογιστικὸν ᾖ καὶ ὁ τοῦ ταὐτοῦ κύκλος εὔτροχος ὢν αὐτὰ μηνύσῃ, νοῦς ἐπιστήμη τε ἐξ ἀνάγκης ἀποτελεῖται. Τούτω δὲ ἐν ᾧ τῶν ὄντων ἐγγίγνεσθον, ἄν ποτέ τις αὐτὸ ἄλλο πλὴν ψυχὴν εἴπῃ, πᾶν μᾶλλον ἢ τἀληθὲς ἐρεῖ.
29.1 · Πλάτωνος Πολιτείας ιʹ
I.49.29.1 · Wachsmuth pp. 359
Πλάτωνος Πολιτείας ιʹ.
Οὐκοῦν ὁπότε μηδ᾽ ὑφ᾽ ἑνὸς ἀπόλλυται κακοῦ, μήτε οἰκείου μήτε ἀλλοτρίου, δῆλον ὅτι ἀνάγκη αὐτὸ ἀεὶ ὂν εἶναι· εἰ δ᾽ ἀεὶ ὄν, ἀθάνατον. - Ἀνάγκη, ἔφη. - Τοῦτο μὲν τοίνυν, ἦν δ᾽ ἐγώ, οὕτως ἐχέτω.
29.2
I.49.29.2 · Wachsmuth pp. 359
Εἰ δ᾽ ἔχει, ἐννοεῖς ὅτι ἀεὶ ἂν εἶεν αἱ αὐταί. Οὔτε γὰρ ἄν που ἐλάττους γένοιντο μηδεμιᾶς ἀπολλυμένης, οὔτε αὖ πλείους· εἰ γὰρ ὁτιοῦν τῶν ἀθανάτων πλέον γίγνοιτο, οἶσθ᾽ ὅτι ἐκ τοῦ θνητοῦ ἂν γίγνοιτο καὶ πάντα ἂν εἴη τελευτῶντα ἀθάνατα. - Ἀληθῆ λέγεις.
29.3
I.49.29.3 · Wachsmuth pp. 359-360
Ἀλλ᾽, ἦν δ᾽ ἐγώ, μήτε τοῦτο οἰώμεθα, ὁ γὰρ λόγος οὐκ ἐάσει, μήτε γε αὖ τῇ ἀληθεστάτῃ φύσει τοιοῦτον εἶναι ψυχήν, ὥστε πολλῆς ποικιλίας καὶ ἀνομοιότητός τε καὶ διαφορᾶς γέμειν αὐτὸ πρὸς αὑτό. - Πῶς λέγεις; ἔφη. - Οὐ ῥᾴδιον, ἦν δ᾽ ἐγώ, ἀΐδιον εἶναι σύνθετόν τε ἐκ πολλῶν καὶ μὴ τῇ καλλίστῃ κεχρημένον συνθέσει, ὡς νῦν ἡμῖν ἐφάνη ἡ ψυχή. - Οὔκουν εἰκός γε. - Ὅτι μὲν τοίνυν ἀθάνατον ψυχή, καὶ ὁ ἄρτι λόγος καὶ οἱ ἄλλοι ἀναγκάσειαν ἄν.
30.1 · Πλάτωνος Πολιτείας δʹ
I.49.30.1 · Wachsmuth pp. 360
Πλάτωνος Πολιτείας δʹ.
Τόδε δὲ ἤδη χαλεπόν, εἰ τῷ αὐτῷ τούτῳ ἕκαστα πράττομεν, ἢ τρισὶν οὖσιν ἄλλο ἄλλῳ· μανθάνομεν μὲν ἑτέρῳ, θυμούμεθα δὲ ἄλλῳ τῶν ἐν ἡμῖν, ἐπιθυμοῦμεν δ᾽ αὖ τρίτῳ τινὶ τῶν περὶ τὴν τροφήν τε καὶ γέννησιν ἡδονῶν καὶ ὅσα τούτων ἀδελφά, ἢ ὅλῃ τῇ ψυχῇ καθ᾽ ἕκαστον αὐτῶν πράττομεν, ὅταν ὁρμήσωμεν. Ταῦτ᾽ ἔσται τὰ χαλεπὰ διορίσασθαι ἀξίως λόγου. - Καὶ ἐμοὶ δοκεῖ, ἔφη.
30.2
I.49.30.2 · Wachsmuth pp. 360
Τοῦ διψῶντος ἡ ψυχή, καθ᾽ ὅσον διψῇ, οὐ βούλεται ἄλλο τι ἢ πιεῖν, καὶ τούτου ὀρέγεται καὶ ἐπὶ τοῦτο ὁρμᾷ. - Δῆλον δή. - Οὐκοῦν εἴ ποτέ τι αὐτὴν ἀνθέλκει διψῶσαν, ἕτερόν τι ἂν ἐν αὐτῇ εἴη αὐτοῦ τοῦ διψῶντος καὶ ἄγοντος ὥσπερ θηρίον ἐπὶ τὸ πιεῖν; Οὐ γὰρ δή, φαμέν, τό γε αὐτὸ τῷ αὐτῷ ἑαυτοῦ περὶ τὸ αὐτὸ ἅμα τἀναντία πράττοι. - Οὐ γὰρ οὖν. - Ὥσπερ γε, οἶμαι, τοῦ τοξότου οὐ καλῶς ἔχει λέγειν, ὅτι αὐτοῦ ἅμα αἱ χεῖρες τὸ τόξον ἀπωθοῦνταί τε καὶ προσέλκονται, ἀλλ᾽ ὅτι ἄλλη μὲν ἡ ἀπωθοῦσα χείρ, ἑτέρα δὲ ἡ προσαγομένη. - Παντάπασι μὲν οὖν, ἔφη.
30.3
I.49.30.3 · Wachsmuth pp. 360-361
Πότερον δὴ φῶμέν τινας ἔστιν ὅτε διψῶντας οὐκ ἐθέλειν πιεῖν; - Καὶ μάλα γε, ἔφη, πολλοὺς καὶ πολλάκις. - Τί οὖν, ἔφην ἐγώ, φαίη τις ἂν τούτων πέρι; οὐκ ἐνεῖναι μὲν ἐν τῇ ψυχῇ αὐτῶν τὸ κελεῦον, ἐνεῖναι δὲ τὸ κωλῦον πιεῖν, ἄλλο ὂν καὶ κρατοῦν τοῦ κελεύοντος; - Ἔμοιγε δοκεῖ, ἔφη. - Ἆρ᾽ οὖν οὐ τὸ μὲν κωλῦον τὰ τοιαῦτα ἐγγίγνεται, ὅταν ἐγγένηται, ἐκ λογισμοῦ, τὰ δὲ ἄγοντα καὶ ἕλκοντα διὰ παθημάτων τε καὶ νοσημάτων παραγίγνεται; - Φαίνεται.
30.4
I.49.30.4 · Wachsmuth pp. 361
Οὐ δὴ ἀλόγως, ἦν δ᾽ ἐγώ, ἀξιώσομεν αὐτὰ διττά τε καὶ ἕτερα ἀλλήλων εἶναι, τὸ μὲν ᾧ λογίζεται λογιστικὸν προσαγορεύοντες τῆς ψυχῆς, τὸ δ᾽ ᾧ ἐρᾷ τε καὶ πεινῇ καὶ διψῇ καὶ περὶ τὰς ἄλλας ἐπιθυμίας ἐπτόηται ἀλόγιστόν τε καὶ ἐπιθυμητικόν, πληρώσεών τινων καὶ ἡδονῶν ἑταῖρον. - Οὔκ, ἀλλ᾽ εἰκότως, ἔφη, ἡγοίμεθ᾽ ἂν οὕτως.
30.5
I.49.30.5 · Wachsmuth pp. 361
Ταῦτα μὲν τοίνυν, ἦν δ᾽ ἐγώ, δύο ἡμῖν ὡρίσθω εἴδη ἐν ψυχῇ ἐνόντα· τὸ δὲ δὴ τοῦ θυμοῦ καὶ ᾧ θυμούμεθα πότερον ⟨τρίτον⟩, ἢ τούτων ποτέρῳ ἂν εἴη ὁμοφυές; - Ἴσως, ἔφη, τῷ ἑτέρῳ ⟨τῷ⟩ ἐπιθυμητικῷ.
30.6
I.49.30.6 · Wachsmuth pp. 361
Ἀλλ᾽, ἦν δ᾽ ἐγώ, ποτὲ ἀκούσας τι πιστεύω τούτῳ, ὡς ἄρα Λεόντιος ὁ Ἀγλαΐωνος ἀνιὼν ἐκ Πειραιέως ὑπὸ τὸ βόρειον τεῖχος ἐκτός, αἰσθόμενος νεκροὺς παρὰ τῷ δημίῳ κειμένους, ἅμα μὲν ἰδεῖν ἐπιθυμοίη, ἅμα δὲ δυσχεραίνοι καὶ ἀποτρέποι ἑαυτόν, καὶ τέως μὲν μάχοιτο καὶ παρακαλύπτοιτο, κρατούμενος δ᾽ οὖν ὑπὸ τῆς ἐπιθυμίας, διελκύσας τοὺς ὀφθαλμούς, προσδραμὼν πρὸς τοὺς νεκρούς, ἰδοὺ ὑμῖν, ἔφη, ὦ κακοδαίμονες, ἐμπλήσθητε τοῦ καλοῦ θεάματος. - Ἤκουσα, ἔφη, καὶ αὐτός. - Οὗτος μέντοι, ἔφην, ὁ λόγος σημαίνει τὴν ὀργὴν πολεμεῖν ἐνίοτε ταῖς ἐπιθυμίαις, ὡς ἄλλο ὂν ἄλλῳ. - Σημαίνει γάρ, ἔφη.
31.1 · Ἐν ταὐτῷ
I.49.31.1 · Wachsmuth pp. 362
Ἐν ταὐτῷ.
Ἆρ᾽ οὖν ἕτερον ὂν καὶ τούτου, ἢ λογιστικόν τι εἶδος, ὥστε μὴ τρία ἀλλὰ δύο εἴδη εἶναι ἐν ψυχῇ, λογιστικὸν καὶ ἐπιθυμητικόν; ἢ καθάπερ ἐν τῇ πόλει ξυνεῖχεν αὐτὴν τρία ὄντα γένη, χρηματιστικόν, ἐπικουρητικόν, βουλευτικόν, οὕτω καὶ ἐν ψυχῇ τρίτον τοῦτό ἐστι τὸ θυμοειδές, ἐπίκουρον ὂν τῷ λογιστικῷ φύσει, ἐὰν μὴ ὑπὸ κακῆς τροφῆς διαφθαρῇ; - Ἀνάγκη, ἔφη, τρίτον. - Ναί, ἦν δ᾽ ἐγώ, ἄν γε τοῦ λογιστικοῦ ἄλλο τι, ὥσπερ τοῦ ἐπιθυμητικοῦ ἐφάνη ἕτερον ὄν.
31.2
I.49.31.2 · Wachsmuth pp. 362
Ἀλλ᾽ οὐ χαλεπόν, ἔφη, φανῆναι· καὶ γὰρ ἐν τοῖς παιδίοις τοῦτο [οὖ] ἄν τις ἴδοι, ὅτι θυμοῦ μὲν εὐθὺς γενόμενα μεστά ἐστι, λογισμοῦ δὲ ἔνιοι μὲν ἔμοιγε δοκοῦσιν οὐδέποτέ γε μεταλαμβάνειν, οἱ δὲ πολλοὶ ὀψέ ποτε. - Ναὶ μὰ Δί᾽, ἦν δ᾽ ἐγώ, καλῶς γε εἶπες. Ἔτι δὲ ἐν τοῖς θηρίοις ἄν τις ἴδοι ὃ λέγεις, ὅτι οὕτως ἔχει. Πρὸς δὲ τούτοις καὶ ὃ ἄνω που ἐκεῖ εἴπομεν, τὸ τοῦ Ὁμήρου μαρτυρήσει, τὸ