Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 49

25.1 · Ἐν ταὐτῷ

Ἐν ταὐτῷ.

Νουμήνιος δὲ τὴν συγκαταθετικὴν δύναμιν παραδεκτικὴν ἐνεργειῶν φήσας εἶναι, σύμπτωμα αὐτῆς φησιν εἶναι τὸ φανταστικόν, οὐ μὴν ἔργον γε καὶ ἀποτέλεσμα, ἀλλὰ παρακολούθημα· τῶν ἀπὸ τῆς Στοᾶς τὴν αἴσθησιν οὐκ ἐν τῇ φαντασίᾳ ἱστάντων μόνον, ἀλλὰ τὴν οὐσίαν ἀναρτώντων ἀπὸ τῆς συγκαταθέσεως. Αἰσθητικὴ γὰρ φαντασία συγκατάθεσίς ἐστιν ἡ αἴσθησις τῆς συγκαταθέσεως καθ᾽ ὁρμὴν οὔσης.

25.2

Λογγῖνος δὲ μηδ᾽ εἶναι ὅλως συγκαταθετικὴν δύναμιν ὑπονοεῖ. Κατὰ μέντοι τοὺς πρεσβυτέρους καὶ τοὺς ἀπὸ τῆς Ἀκαδημίας ἡ αἴσθησις ἐπὶ τῆς ⟨δι᾽⟩ αἰσθητηρίου φαντασίας ψιλὴ τίθεται καὶ διὰ τοῦτο οὐδὲ κατ᾽ ἀρχὰς μέτοχος ἰδιώματος, ὅτι μηδὲ συγκαταθέσεως μέτοχος.

25.3

Κἂν ᾖ δὲ μετὰ συγκαταθέσεως συγκατακειμένη φαντασία δι᾽ αἰσθητηρίου ἡ αἴσθησις, οὐ πάντως καὶ ἀρετῆς μέτοχος ἡ αἴσθησις ἔσται, εἰ μὴ συγκατάθεσις εἴη τῶν ἐφ᾽ ἡμῖν.

25a.1 · Τοῦ αὐτοῦ

Τοῦ αὐτοῦ.

Διαπεφώνηται δὲ οὐ τὰ περὶ τούτων μόνον τοῖς παλαιοῖς, ἀλλὰ καὶ ἐξ ἀρχῆς τὰ περὶ τῶν μερῶν τῆς ψυχῆς, καὶ ὅλως τί τὸ μέρος καὶ τίς ἡ δύναμις καὶ τίνι ταῦτα διενήνοχεν.

Αὐτίκα οἱ μὲν ἀπὸ τῆς Στοᾶς ὀκταμερῆ τὴν ψυχὴν θέντες καὶ πέντε μὲν μέρη τὰ αἰσθητικὰ λαβόντες, ἕκτον δὲ τὸ φωνητικὸν καὶ ἕβδομον τὸ σπερματικόν, [καὶ] λοιπὸν τὸ ἡγεμονικὸν ὡς ἂν ἄρχοντος χώραν ἔχειν ὑπετίθεντο, τὰ δὲ ἄλλα μέρη ἐν ὑπηρέτου τάξει ἀπεδίδοσαν, ὥστε τὸ αὐτὸ ἐξ ἄρχοντος καὶ ἀρχομένων συνεστάναι.

25a.2

Παρὰ δὲ Πλάτωνι καὶ Ἀριστοτέλει ἐν τοῖς Ἠθικοῖς τριμερὴς ἡ ψυχὴ λέγεται εἶναι, καὶ κεκρατήκε τοῦτο παρὰ τοῖς πολλοῖς ἀγνοοῦσιν ὡς ἡ διαίρεσις τῆς συστάσεως ἕνεκα τῶν ἀρετῶν παρείληπται· οὐ γὰρ ἁπλῶς εἰς σύλληψιν πάντων τῶν μερῶν. Τὸ γὰρ φανταστικὸν καὶ αἰσθητικὸν καὶ τὸ νοερὸν καὶ ⟨τὸ⟩ φυτικὸν οὐ δήπου ἐν τῇ διαιρέσει ταύτῃ περιληφθήσεται.

25a.3

Ἄλλοι δέ, ὧν καὶ Νουμήνιος, οὐ τρία μέρη ψυχῆς μιᾶς, ἢ δύο γε, τὸ λογικὸν καὶ ἄλογον, ἀλλὰ δύο ψυχὰς ἔχειν ἡμᾶς οἴονται, ὥσπερ καὶ ἄλλα, τὴν μὲν λογικήν, τὴν δὲ ἄλογον· ὧν πάλιν οἱ μὲν ἄμφω ἀθανάτους, οἱ δὲ τὴν λογικὴν ἀθάνατον, τὴν δὲ ἄλογον οὐ κατὰ τὰς ἐνεργείας μόνον ἀφίστασθαι τῆς ποιᾶς κινήσεως, ἀλλὰ καὶ κατ᾽ οὐσίαν διαλύεσθαι. Τοῖς δὲ ἐδόκει δύο ψυχῶν εἰς ταὐτὸ συμπλακεισῶν ἀλλήλαις διπλασίας εἶναι τὰς κινήσεις, ὁμοιουμένων ἀλλήλαις ἐκ τοῦ ἀπολαύειν ἑκατέραν τῶν τῆς ἑτέρας παθημάτων κατὰ τὴν ἕνωσιν.

25a.4

Ῥητέον δὲ ὡς δύναμις μέρους διήνεγκεν, ὅτι τὸ μὲν μέρος ἐκβέβηκε κατὰ γένος τὸν χαρακτῆρα τοῦ ἄλλου μέρους, αἱ δὲ δυνάμεις περὶ τὸ αὐτὸ στρέφονται γένος. Διὸ τὰ μὲν μέρη παρῃτεῖτο Ἀριστοτέλης ἐπὶ τῆς ψυχῆς, τὰς δὲ δυνάμεις οὐκέτι· τὸ γὰρ ἑτερομερὲς εὐθὺς ὑποκειμένου παραλλαγὴν εἰσάγειν, τὸ δὲ ἑτεροδύναμον καὶ περὶ ἓν ὑποκείμενον ἐνίστασθαι.

25a.5

Λογγῖνος δὲ οὐδὲ τὸ ζῷον πολυμερὲς εἶναι ἀλλ᾽ ἀμερές, πολυδύναμον δέ, τὸ τοῦ Πλάτωνος ἐν τοῖς σώμασι πολυμερῆ φάσκων τὴν ψυχὴν γίγνεσθαι, καθ᾽ ἑαυτὴν οὖσαν ἀμερῆ· ὅτι δὲ οὐ πολυμερής, οὐ διὰ τοῦτο καὶ μονοδύναμος· ἐνδέχεσθαι γὰρ ἓν ἀμερὲς δυνάμεις πλείους ἔχειν.

25a.6

Διακριτέον οὖν τάχα ἐκ τοῦ πολλοῦ ταράχου θέντας ὅρον γνώσεως μερικῆς διαφορᾶς καὶ ἀδιαφορίας καὶ πάλιν δυνάμεων πρὸς μέρη καὶ πρὸς ἀλλήλας, εἶτ᾽ ἀνωτέρω οὐσιῶν εἰ καὶ πλείους ἐν ἑνὶ εἶεν. Ὡς ἐκ τούτου γὰρ γνώριμον ἔσται, εἰ καὶ ἡ ψυχὴ ἐν ζῴῳ οὖσα πολυμερὴς ἢ μόνον πολυδύναμος, καὶ πότερον συγχωρητέον τοῖς μίαν μὲν ψυχὴν εἰς τὸν ἄνθρωπον κατακλείουσι πολυμερῆ δὲ ταύτην, ἢ καθ᾽ αὑτὴν ἢ καὶ ἐν τούτῳ λέγουσι γίγνεσθαι· ἢ πλειόνων ψυχῶν ἦν σύνοδος καὶ ἐῴκει ὁ ἄνθρωπος μάλιστα χορῷ συνᾴδοντι καὶ κατὰ τοῦτο ἔχοντι τὸ ἓν κατὰ τὴν τῶν συμπληρούντων τὸ ὅλον συμφωνίαν, ἢ ἑνὸς ἦν κατ᾽ οὐσίαν τὸ διάφορον πλῆθος.

25a.7

Ῥητέον οὖν, ὡς δύναμις καὶ μέρος καὶ κατασκευὴ ἐπὶ τῆς ψυχῆς ταύτῃ διενήνοχε· μέρος μὲν γάρ ἐστιν ὃ καὶ τῷ ὑποκειμένῳ καὶ τῷ εἴδει καὶ ταῖς ἐνεργείαις ἄλλου μέρους διαφέρει· κατασκευὴ δὲ ἡ πρὸς ὃ πέφυκε τῶν μερῶν οἰκεία ἐπιτηδειότης· δύναμις δὲ τῆς κατασκευῆς ἕξις ἀφ᾽ ἧς ἐνεργεῖν δύναται, καθ᾽ ὃ κατεσκεύασται ἕκαστον. Ἔνιοι δὲ τὴν αὐτὴν ἔφασαν εἶναι κατασκευήν τε καὶ δύναμιν.

25a.8

Διαφέρει δὲ μέρους δύναμις· ⟨αἱ μὲν γὰρ δυνάμεις⟩ ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου ὅλου πλείους θεωροῦνται, οὐκ ἐν ἄλλῳ καὶ [ἐν] ἄλλῳ περατούμεναι τῷ ποσῷ τῆς ὑποκειμένης οὐσίας, τὰ δὲ μέρη ἀπολαμβάνει ἑαυτοῖς ποσόν τι τῆς οὐσίας καὶ περιγράφει ἀλλοῖόν τι μόριον αὐτῆς. Αὐτίκα τοῦ μήλου αἱ μὲν δυνάμεις πᾶσαι ἐν ἑνί, τὰ δὲ μέρη ἄλλα ἀλλαχοῦ κεχώρισται· ἐφάπτεται γὰρ ἡ μὲν τοῦ μέρους ἔννοια ποσοῦ, ὡς πρὸς τὴν τοῦ ὅλου κατασκευὴν ὀλιγωτέραν ποσότητα ἀπολαμβάνον· ἡ δὲ τῆς δυνάμεως τοῦ ὅλου τὴν ἐπίνοιαν ἀπείληφε. Διόπερ ἀμερεῖς μὲν αἱ δυνάμεις καὶ δι᾽ ὅλου κεχωρηκυῖαι, τὰ δὲ μέρη ἠλάττωται, μερικοῦ ἔχοντα ἀντὶ τοῦ ὅλου ποσότητα.

25a.9

Πῶς οὖν ἀμερὴς ἡ ψυχὴ καὶ πάλιν τριμερής; Οἱ μὲν οὖν τὰ μέρη τῆς ψυχῆς κατὰ τὸ ποσὸν ἀκούσαντες εἰκότως ἀποροῦσι, πῶς καὶ ἀμερὴς καὶ τριμερής, καὶ λύουσι φάσκοντες κατὰ μὲν ἴδιον λόγον καὶ καθ᾽ ἑαυτὴν εἶναι ἀμερῆ, τριμερῆ δὲ καθ᾽ ὅσον ἐν σώματι γενομένη μεριστῷ ὄντι ἄλλο καὶ ἄλλο μέρος ἐπέχει τοῦ σώματος εἰς τὰς διαφόρους αὐτῆς ἐνεργείας. Οὐ γὰρ δὴ ⟨ἡ⟩ αὐτὴ κεφαλὴν ἔχει καὶ θώρακα καὶ τοῦ ποτ᾽ ἧπαρ, ἀλλ᾽ αἱ διὰ τούτων διάφοροι ἐνέργειαι διαμεριστῶς καὶ μερῶν γιγνόμεναι διαφόρων τοῦ σώματος ἀπ᾽ ἐκείνων αὐτῇ τῶν μερῶν μερισμὸν ἐπανέθεσαν.

25a.10

Νικόλαος δὲ οὐκ ἠξίου τὰ μέρη τῆς ψυχῆς κατὰ τὸ ποσὸν λαμβάνειν, ἀλλὰ μᾶλλον κατὰ τὸ ποιόν, ὥσπερ καὶ τέχνης καὶ φιλοσοφίας· ἐπὶ μὲν γὰρ τοῦ ποσοῦ τὸ ὅλον ἐκ τῶν μερῶν συμπληροῦται καὶ γίνεται ὡς κατὰ τὴν πρὸς ἕτερον ἀντεξέτασιν πλέον ἢ ἔλαττον, ἢ μικρότερον ἢ μεῖζον, προστιθεμένου μέρους ἢ ἀφαιρουμένου. Ψυχῆς δὲ ⟨οὐχ⟩ οὕτως λέγομεν εἶναι μέρη (οὐ γὰρ δὴ τὸ ποσὸν αὐτῆς ὑπὸ τούτων συμπληροῦται, οὔτε γὰρ μέγεθός ἐστιν, οὔτε τι ἔχει πλῆθος), ἀλλ᾽ ὡς τέχνης μέρη.

25a.11

Διαφέρει δὲ καὶ τούτων· τέχνη μὲν γάρ, ⟨ἂν⟩ ἀπῇ τι μέρος, οὐκ ἂν εἴη ὁλόκληρος οὐδὲ τελεία, ψυχὴ δὲ πᾶσα τελεία ἐστὶ καὶ τὸ πᾶν ζῷον οὐ κομισάμενον τὸ κατὰ φύσιν τέλος ἀτελές ἐστιν.

25a.12

Ἀκούει τοίνυν Νικόλαος τὰ μέρη τῆς ψυχῆς ὡς δυνάμεις τοῦ ἔχοντος· τὸ γὰρ ζῷον καὶ ὅλως τὸ ἔμψυχον τῷ ψυχὴν ἔχειν πολλὰ δύναται, οἷον ζῆν, αἰσθάνεσθαι, κινεῖσθαι, νοεῖν, ὀρέγεσθαι, ὧν πάντων αἰτία καὶ ἀρχὴ ἡ ψυχή. Ταύτας οὖν τὰς δυνάμεις, ἀφ᾽ ὧν λέγεται τὸ ἔμψυχον ταῦτα δρᾶν ἢ πάσχειν, μέρη τῆς ψυχῆς τίθεται ὡς εἴρηται. Οὐδὲν ⟨δὲ⟩ κωλύει αὐτῆς ἀμεροῦς οὔσης μεριστῶς δέχεσθαι τὰς ἀπ᾽ αὐτῆς τῶν ἐνεργειῶν ἐνδόσεις.

25a.13

Μεριστὸν οὖν τὸ ζῷον, εἰς τὴν ἐπίνοιαν αὐτοῦ καὶ τοῦ σώματος παραλαμβανομένου, ἀφ᾽ οὗ αἱ ζωτικαὶ ἐνέργειαι κατὰ ψυχῆς ἔνδοσιν δεχόμεναι τὴν εἰς μέρη τῶν διαφόρων ἐνεργειῶν κατάταξιν καὶ τῇ ψυχῇ τὸ μέρη ἔχειν προσανέθεσαν. Καὶ μήποτε διττῶς ἐπινοουμένης τῆς ψυχῆς καὶ ἐχούσης τὴν ζωήν, τήν τε καθ᾽ αὑτὴν καὶ τὴν κατὰ σχέσιν, ἐν τῇ κατὰ σχέσιν ζωῇ ὑφίσταται τὰ μέρη. Ὡς γὰρ πυρῷ σπαρέντι ἐν τῇ πρὸς τὴν γένεσιν σχέσει ὑφίσταται τὰ μέρη, τοῦ στάχυος τοῦ ὅλου οὐκ ὄντος μεριστοῦ ἐν δὲ μεριστῷ θεωρουμένου, ἀφ᾽ οὗ πάλιν ἐπάνεισιν εἰς τὸ ἀμέριστον, οὕτω καὶ ψυχῇ ἀμερίστῳ οὔσῃ ἐν τῇ σπορᾷ παρυφίσταται τὰ μέρη.

26 · Ἐν ταὐτῷ

Ἐν ταὐτῷ.

* * συμβαλλόμενον ἑξῆς ⟨ἂν⟩ εἴη ἐπισκέψασθαι πρὸς τὸ γνῶναι τίνες διὰ τὴν ψυχὴν ζῷα προβέβληνται ὡς δι᾽ αὐτήν, καὶ τίνες διὰ τὴν μετ᾽ αὐτήν, καὶ τίνες διὰ τὸ ζῷον. Οὕτως γὰρ καὶ αἱ ὑποστάσεις πρόδηλοι καὶ τίνες αἱ ἀνάγκαι εἰς τὴν καθ᾽ αὑτὴν ἐπάνοδον ἔσονται τῶν ἐν μέρει τοῦ σώματος μέρη ψυχῆς κατακλειόντων.

27.1 · Αἰσάρας

Αἰσάρας Πυθαγορείου Λευκανᾶς ἐκ τοῦ Περὶ ἀνθρώπω φύσιος.

Φύσις ἀνθρώπω κανών μοι δοκεῖ νόμω τε καὶ δίκας ἦμεν καὶ οἴκω τε καὶ πόλιος. Ἴχνια γὰρ ἐν αὐτῷ στιβαζόμενος εὕροιτό κά τις καὶ μαστευόμενος· νόμος γὰρ ἐν αὐτῷ καὶ δίκα ἁ τᾶς ψυχᾶς ἐστι διακόσμασις. Τριχθαδία γὰρ ὑπάρχοισα ἐπὶ τριχθαδίοις ἔργοις συνέστακε· γνώμαν καὶ φρόνασιν ἐργαζόμενος ⟨ὁ νόος⟩ καὶ ἀλκὰν καὶ ⟨ὁρμὰν ἁ⟩ θύμωσις καὶ ἔρωτα καὶ φιλοφροσύναν ἁ ἐπιθυμία.

27.2

Καὶ οὕτω συντέτακται ταῦτα ποτ᾽ ἄλλαλα πάντα, ὥστε αὐτᾶς τὸ μὲν κράτιστον ἀγέεσθαι, τὸ δὲ χέρειον ἄρχεσθαι, τὸ δὲ μέσον μέσαν ἐπέχεν τάξιν, καὶ ἄρχεν καὶ ἄρχεσθαι. Ταῦτα δ᾽ οὕτως ἐμάσατο κατὰ λόγον ὁ θεὸς ἔν τε ἐκτυπώσι καὶ ἐξεργασίᾳ τῶ ἀνθρωπίνω σκάνεος, ὅτι μόνον ἄνθρωπον ἐνοάσατο νόμω τε καὶ δίκας ἐπιδέκτορα γενέσθαι καὶ οὐδὲν ἄλλο τῶν θνατῶν ζῴων.

27.3

Οὔτε ⟨γὰρ⟩ ἐξ ἑνὸς σύσταμα κοινωνίας γένοιτό κα, οὔτε μὰν ἐκ πλειόνων, ὁμοίων δὲ τούτων (ἀνάγκα γάρ, ἐπεὶ τὰ πράγματα διαφέροντά ἐντι, καὶ τὰς ἐν ἁμῖν μοίρας τᾶς ψυχᾶς διαφόρως ἦμεν, ὥσπερ καὶ ἐπὶ τῶ σώματος ⟨ἅψιος ὄργανα καὶ⟩ ὁράσιος καὶ ἀκοᾶς καὶ γεύσιος καὶ ὀσφράσιος, οὐ γὰρ πάντα ποτὶ πάντα τὰν αὐτὰν ἔχει συναρμογάν),

27.4

οὔτε μὰν ἐκ πλειόνων μὲν καὶ ἀνομοίων, τῶν τυχόντων μέντοι γε, ἀλλὰ τῶν ποττὰν τῶ ὅλω συστάματος ἐκπλάρωσιν καὶ σύνταξιν καὶ συναρμογὰν τευχθέντων· οὐ μόνον δὲ ἐκ πλειόνων καὶ ἀνομοίων καὶ τῶν ἐς τὸ ὅλον καὶ τέλεον τευχθέντων, ἀλλὰ καὶ αὐτῶν τούτων οὐκ εἰκαίως καὶ ὡς ἔτυχε συνταχθέντων, ἀλλὰ μετά τινος νόμω καὶ ἔμφρονος ἐπιστασίας.

27.5

Αἴ τε γὰρ τὰν ἴσαν ἐφέρετο μοῖραν καὶ δυνάμιος καὶ τιμᾶς, ἀνόμοια ἐόντα καὶ τὰ μὲν χερείονα τὰ δὲ κάρρονα τὰ δὲ μέσα, οὔ κα ἐδύνατο ἁ κατὰ ψυχὰν τῶν μερέων κοινωνία συναρμοσθῆμεν· αἴ τε ἀνίσας, μὴ τὰ κάρρονα δὲ τὰν μείζονα μοῖραν ἐφέρετο, ἀλλὰ τὰ χερείονα, πολλὰ ⟨κα⟩ ἀφροσύνα καὶ ἀταξία περὶ τὰν ψυχὰν ὑπάρχεν·

27.6

αἴ τε τὰ κάρρονα μὲν τὰν μείζονα, τὰ χερείονα δὲ τὰν μείονα, μὴ ποτὶ λόγον δὲ ἕκαστον τούτων, οὔ κα ἐδύνατο ὁμόνοια καὶ φιλία καὶ δικαιότας ἦμεν περὶ τὰν ψυχάν, ἐπεὶ ὧ ἕκαστον ἓν ποτὶ λόγον συντέτακται τὸν ἁρμόσδοντα, τὸ τοιοῦτον φαμὶ ἐγὼ δικαιότατα ἦμεν.

Contents

Sign in to save your reading →