Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
16.5
I.49.16.5 · Wachsmuth pp. 342
Ἀλλὰ τί κωλύει, φαίη ἄν τις, ἄρτιον μὲν τὸ περιττὸν μὴ γίγνεσθαι ἐπιόντος τοῦ ἀρτίου, ὥσπερ ὡμολόγηται, ἀπολλομένου δ᾽ αὐτοῦ ἀντ᾽ ἐκείνου ἄρτιον γεγονέναι; Τῷ ταῦτα λέγοντι οὐκ ἂν ἔχοιμεν διαμάχεσθαι ὅτι οὐκ ἀπόλλυται· τὸ γὰρ ἀνάρτιον οὐκ ἀνώλεθρόν ἐστιν, ἐπεὶ εἰ τοῦτο ὡμολόγητο ἡμῖν, ῥᾳδίως ἂν διεμαχόμεθα ὅτι ἐπελθόντος τοῦ ἀρτίου τὸ περιττὸν καὶ τὰ τρία οἴχεται ἀπιόντα· καὶ περὶ πυρὸς καὶ θερμοῦ καὶ τῶν ἄλλων οὕτως ἂν διεμαχόμεθα· ἢ οὔ; - Πάνυ μὲν οὖν.
16.6
I.49.16.6 · Wachsmuth pp. 342
Οὐκοῦν καὶ νῦν περὶ τοῦ ἀθανάτου, εἰ μὲν ἡμῖν ὁμολογεῖται καὶ ἀνώλεθρον εἶναι, ψυχὴ ἂν εἴη πρὸς τῷ ἀθάνατος εἶναι καὶ ἀνώλεθρος· εἰ δὲ μή, ἄλλου ἂν δέοι λόγου. - Ἀλλ᾽ οὐδὲν δεῖ, ἔφη, τούτου γε ἕνεκα· σχολῇ γὰρ ἄν τι ἄλλο φθορὰν μὴ δέχοιτο, εἴ γε τὸ ἀθάνατον ἀΐδιον ὂν φθορὰν δέξεται.
16.7
I.49.16.7 · Wachsmuth pp. 342-343
Ὁ δέ γε θεός, οἶμαι, ἔφη ὁ Σωκράτης, καὶ αὐτὸ τὸ τῆς ζωῆς εἶδος καὶ εἴ τι ἄλλο ἀθάνατόν ἐστι, παρὰ πάντων ἂν ὁμολογηθείη μηδέποτε ἀπόλλυσθαι. - Παρὰ πάντων μέντοι νὴ Δί᾽, ἔφη, ἀνθρώπων τέ γε καὶ ἔτι μᾶλλον, ὡς ἐγᾦμαι, παρὰ θεῶν. - Ὁπότε δὴ τὸ ἀθάνατον καὶ ἀδιάφθορόν ἐστιν, ἄλλο τι ψυχὴ ἢ εἰ ἀθάνατος τυγχάνει οὖσα, καὶ ἀνώλεθρος ἂν εἴη; - Πολλὴ ἀνάγκη.
16.8
I.49.16.8 · Wachsmuth pp. 343
Ἐπιόντος ἄρα θανάτου ἐπὶ τὸν ἄνθρωπον, τὸ μὲν θνητόν, ὡς ἔοικεν, αὐτοῦ ἀποθνῄσκει, τὸ δ᾽ ἀθάνατον σῶον καὶ ἀδιάφθορον οἴχεται ἀπιόν, ὑπεκχωρῆσαν τῷ θανάτῳ. - Φαίνεται. - Παντὸς μᾶλλον ἄρα, ἔφη, ὦ Κέβης, ἔσονται ἡμῶν αἱ ψυχαὶ ἐν Ἅιδου.
17 · Πορφυρίου
I.49.17 · Wachsmuth pp. 343
Ἐκ τῶν Πορφυρίου Πρὸς τὰ νοητὰ ἀφορμῶν.
Ἡ μὲν ψυχὴ τῆς ἀμερίστου καὶ ⟨τῆς⟩ περὶ τὰ σώματα μεριστῆς οὐσίας μέσον τι· ὁ δὲ νοῦς ἀμέριστος οὐσία μόνον, τὰ δὲ σώματα μεριστὰ μόνον. Αἱ δὲ ποιότητες καὶ τὰ ἔνυλα εἴδη περὶ τὰ σώματα ⟨τὰ⟩ μεριστά.
18 · Ἐν ταὐτῷ
I.49.18 · Wachsmuth pp. 343
Ἐν ταὐτῷ.
Ψυχὴ καταδεῖται πρὸς σῶμα τῇ ἐπιστροφῇ τῇ πρὸς τὰ πάθη τὰ ἀπ᾽ αὐτοῦ, καὶ λύεται διὰ τῆς ἀπαθείας.
19.1 · Ἐν ταὐτῷ
I.49.19.1 · Wachsmuth pp. 343-344
Ἐν ταὐτῷ.
Ἡ ψυχὴ ἔχει μὲν πάντων τοὺς λόγους, ἐνεργεῖ δὲ κατ᾽ αὐτοὺς ἢ ὑπ᾽ ἄλλου εἰς τὴν προχείρισιν ἐκκαλουμένη ἢ ἑαυτὴν εἰς αὐτοὺς ἐπιστρέφουσα εἰς τὸ εἴσω. Καὶ ὑπ᾽ ἄλλου μὲν ἐκκαλουμένη ὡς πρὸς τὰ ἔξω τὰς αἰσθήσεις ⟨εἴσω⟩ ἀποδίδωσιν· εἰς δὲ ἑαυτὴν εἰσιοῦσα πρὸς τὸν νοῦν ἐν ταῖς νοήσεσι γίγνεται· καὶ οὔτε αἴσθησις ἔξωθεν οὔτε νόησις ⟨εἴσω⟩ ἄλλῃ ποτέ.
19.2
I.49.19.2 · Wachsmuth pp. 344
Ὡς δὲ τῷ ζῴῳ οὐκ ἄνευ πάθους τῶν αἰσθητικῶν ὀργάνων αἱ αἰσθήσεις, οὕτω καὶ αἱ νοήσεις οὐκ ἄνευ φαντασίας· ἵν᾽ ᾖ τὸ ἀνάλογον, ὡς ὁ τύπος παρακολούθημα ζῴου αἰσθητικοῦ, οὕτως τὸ φάντασμα ψυχῆς ζῴου ἑπόμενον νοήσει.
20 · Ἐν ταὐτῷ
I.49.20 · Wachsmuth pp. 344
Ἐν ταὐτῷ.
Ἡ ψυχὴ οὐσία ἀμεγέθης, ἄυλος, ἄφθαρτος, ἐν ζωῇ παρ᾽ ἑαυτῆς ἐχούσῃ τὸ ζῆν κεκτημένη τὸ εἶναι.
21.1 · Ἐν ταὐτῷ
I.49.21.1 · Wachsmuth pp. 344
Ἐν ταὐτῷ.
Ἄλλο τὸ πάσχειν τῶν σωμάτων, ἄλλο τῶν ἀσωμάτων. Τῶν μὲν γὰρ σωμάτων σὺν τροπῇ τὸ πάσχειν· τῆς δὲ ψυχῆς αἱ οἰκειώσεις καὶ τὰ πάθη ἐνέργειαι, οὐδὲν ἐοικυῖαι θερμάνσει καὶ ψύξει σωμάτων. Διὸ εἴπερ τὸ πάσχειν πάντως σὺν τροπῇ, ἀπαθῆ ῥητέον παντελῶς τὰ ἀσώματα. Τὰ μὲν γὰρ ὕλης κεχωρισμένα καὶ σωμάτων ἐνεργείαις ἦν τὰ αὐτά· τὰ δ᾽ ὕλῃ πλησιάζοντα καὶ σώμασιν αὐτὰ μὲν ἀπαθῆ, τὰ δὲ ἐφ᾽ ὧν θεωρεῖται πάσχει.
21.2
I.49.21.2 · Wachsmuth pp. 344-345
Ὅταν γὰρ τὸ ζῷον αἰσθάνηται, ἔοικεν ἡ ψυχὴ μὲν ἁρμονίᾳ χωριστῇ, ἐξ ἑαυτῆς τὰς χορδὰς κινούσῃ ἡρμοσμένας· * * ἁρμονίᾳ ἀχωρίστῳ· τὸ δὲ αἴτιον τοῦ κινῆσαι τὸ ζῷον διὰ τὸ εἶναι ἔμψυχον ἀνάλογον τῷ μουσικῷ διὰ τὸ εἶναι ἐναρμόνιον· τὰ δὲ πληγέντα σώματα διὰ πάθος αἰσθητικὸν ταῖς ἡρμοσμέναις χορδαῖς.
21.3
I.49.21.3 · Wachsmuth pp. 345
καὶ γὰρ ἐκεῖ οὐδ᾽ ἡ ἁρμονία πέπονθεν ἡ χωριστή, ἀλλ᾽ ἡ χορδή· καὶ κινεῖ μὲν ὁ μουσικὸς κατὰ τὴν ἐν αὑτῷ ἁρμονίαν, οὐ μὴν ἐκινήθη ἂν ἡ χορδὴ μουσικῶς, εἰ καὶ ὁ μουσικὸς ἐβούλετο, μὴ τῆς ἁρμονίας τοῦτο λεγούσης.
22 · Ἐν ταὐτῷ
I.49.22 · Wachsmuth pp. 345
Ἐν ταὐτῷ.
Ἧς οὐσίας ἐν ζωῇ τὸ εἶναι καὶ ἧς τὰ πάθη ζωή, ταύτης καὶ ὁ θάνατος ἐν ποιᾷ ζωῇ κεῖται, οὐκ ἐν ζωῆς καθάπαξ στερήσει, ὅτι μηδὲ τὸ παθεῖν ἦν ὁδὸς εἰς τὴν παντελῆ ἀζωίαν ἐπ᾽ αὐτῆς.
23.1 · Ἐν ταὐτῷ
I.49.23.1 · Wachsmuth pp. 345-346
Ἐν ταὐτῷ.
Οὐ διὰ τὸ πλῆθος τῶν σωμάτων δεῖ νομίζειν πλῆθος τῶν ψυχῶν γενέσθαι, πρὸ δὲ τῶν σωμάτων εἶναι καὶ πολλὰς καὶ μίαν, οὔτε τῆς μιᾶς ὅλης κωλυούσης τὰς πολλὰς ἐν ἑαυτῇ εἶναι οὔτε τῶν πολλῶν τὴν μίαν εἰς αὐτὰς μεριζουσῶν. Διέστησαν γὰρ οὐκ ἀποκοπεῖσαι οὐδ᾽ ἀποκερματίσασαι εἰς αὐτὰς τὴν ὅλην, καὶ πάρεισιν ἀλλήλαις οὐ συγκεχυμέναι οὐδὲ σωρὸν ποιοῦσαι τὴν ὅλην. Οὔτε γὰρ πέρασίν εἰσι διειλημμέναι οὔτε πάλιν ἀλλήλαις συγκεχυμέναι, ὥσπερ οὐδὲ ἐπιστῆμαι συνεχύθησαν αἱ πολλαὶ ἐν ψυχῇ μιᾷ καὶ πάλιν οὐκ ἔγκεινται ὡς τὰ σώματα τῇ ψυχῇ ἑτεροουσίως, ἀλλὰ τῆς ψυχῆς ποιαὶ ἦσαν ἐνέργειαι.
23.2
I.49.23.2 · Wachsmuth pp. 346
Ἀπειροδύναμος ἡ τῆς ψυχῆς φύσις καὶ καθ᾽ ἕκαστον τὸ τυχὸν αὐτῆς * * ψυχή, καὶ πᾶσαι μία, καὶ πάλιν ἡ ὅλη ἄλλη παρὰ πάσας. Ὡς γὰρ τὰ σώματα ἐπ᾽ ἄπειρον τεμνόμενα οὐ καταλήγει εἰς ἀσώματα, κατ᾽ ὄγκον λαμβανόντων τῶν τμημάτων τὴν διαφοράν, οὕτως ψυχή, οὖσα ζωτικόν, ἐπ᾽ ἄπειρον κατὰ τὰ εἴδη διείληπται, παραλλαγὰς ἔχουσα εἰδικάς, καὶ ἡ ὅλη σὺν ταύταις οὖσα καὶ ἄνευ τούτων. Ἡ γὰρ ἐπ᾽ αὐτῆς οἷον τομὴ ἑτερότης ἐστὶ μενούσης τῆς ταυτότητος.
23.3
I.49.23.3 · Wachsmuth pp. 346
Εἰ δ᾽ ἐπὶ τῶν σωμάτων, ἐφ᾽ ὧν ἡ ἑτερότης ἐκράτει μᾶλλον τῆς ταυτότητος, οὐδὲν ἐπεισελθὸν ἀσώματον διέκοψε τὴν ἕνωσιν, μένει δὲ πάντα ἡνωμένα μὲν κατὰ τὴν οὐσίαν, ταῖς δὲ ποιότησι καὶ τοῖς ἄλλοις εἴδεσι διειλημμένα, τί χρὴ ὑπονοεῖν ἐπὶ τῆς εἰδικῆς ἀσωμάτου ζωῆς, ἐφ᾽ ἧς ἡ ταυτότης μᾶλλον κεκρατήκει τῆς ἑτερότητος, καὶ οὐδὲν ὑπόκειται ἀλλοῖον παρὰ τὸ εἶδος, ἀφ᾽ ἧς καὶ τοῖς σώμασιν ἡ ἑνότης, οὐδὲ σῶμα συμπεσὸν ἀποκόπτει τὴν ἕνωσιν, καίπερ πρὸς τὰς ἐνεργείας ἐν πολλοῖς ἐμποδίζον;
23.4
I.49.23.4 · Wachsmuth pp. 346-347
Αὐτὴ δι᾽ αὐτὴν ἡ ταυτότης αὐτῆς πάντα ποιεῖ καὶ εὑρίσκει διὰ τῆς ἐπ᾽ ἄπειρον εἰδικῆς ἐνεργείας, τοῦ τυχόντος μέρους πάντα δυναμένου, ὅταν σωμάτων καθαρεύῃ, ὡς τὸ τυχὸν μέρος τοῦ σπέρματος τὴν τοῦ παντὸς σπέρματος ἔχει δύναμιν.
23.5
I.49.23.5 · Wachsmuth pp. 347
Ὥσπερ δὲ κρατηθὲν ἐν ὕλῃ τὸ σπέρμα καθ᾽ ἕκαστον ὧν ἠδύνατο λόγων ἐν τοῖς μέρεσι τῆς ὕλης κρατεῖται, καὶ πάλιν συναχθὲν εἰς τὴν τοῦ σπέρματος δύναμιν καθ᾽ ἕκαστον τῶν μερῶν ἔχει τὴν πᾶσαν δύναμιν, οὕτω καὶ ψυχῆς ἀΰλου τὸ ὡς μέρος ἐπινοούμενον τῆς πάσης ψυχῆς ἔχει τὴν δύναμιν.
23.6
I.49.23.6 · Wachsmuth pp. 347
Τὸ δὲ πρὸς ὕλην ῥέψαν κεκράτηται μὲν καθ᾽ ὃ [εἶδος ῥέψαν] ἐπιτηδείως ἔσχε προσομιλεῖν ἐνύλῳ· ἔχει δὲ τὴν τῆς ὅλης δύναμιν ἤδη καὶ ἐντυγχάνει οὔσῃ ἐν ἑαυτῷ, ὅταν ἀπὸ τοῦ ἐνύλου ἀποστὰν ἐν ἑαυτῷ γένηται.
23.7
I.49.23.7 · Wachsmuth pp. 347
Ἐπεὶ δὲ πρὸς μὲν ὕλην ῥεπούσῃ ἀπορία ἁπάντων ⟨ἦν⟩ καὶ τῆς οἰκείας δυνάμεως κένωσις, εἰς δὲ τὸν νοῦν ἀναγομένη τὸ πλῆρες ἑαυτῆς κατὰ τὴν δύναμιν ἔχειν τῆς πάσης ηὑρίσκετο, τὴν μὲν εἰκότως πενίαν τὴν δὲ κόρον οἱ τοῦτο πρῶτον γνόντες τῆς ψυχῆς τὸ πάθος ἠνίξαντο.
24.1 · Πορφυρίου
I.49.24.1 · Wachsmuth pp. 347
Ἐκ τῶν Πορφυρίου Περὶ τῶν τῆς ψυχῆς δυνάμεων.
Τὰς τῆς ψυχῆς δυνάμεις ὑπογράψαι πρόκειται καὶ πρότερόν γε ἐπεξελθεῖν τῇ ἱστορίᾳ τῇ τε παρὰ τοῖς παλαιοῖς καὶ τῇ ὕστερον ἐπικρίσει τῇ παρὰ τοῖς διδασκάλοις.
24.2
I.49.24.2 · Wachsmuth pp. 348
Ἀρίστων ἀντιληπτικὴν δύναμιν τῆς ψυχῆς θέμενος ταύτην διαιρεῖ εἰς δύο, τὸ μέν τι μέρος φάσκων μετά τινος τῶν αἰσθητηρίων ὡς τὰ πολλὰ κινεῖσθαι, ὃ αἰσθητικὸν καλεῖ, ἀρχὴν καὶ πηγὴν ὑπάρχον τῶν κατὰ μέρος αἰσθήσεων, τὸ δὲ ἀεὶ καθ᾽ ἑαυτὸ καὶ χωρὶς ὀργάνων, ὃ ἐπὶ μὲν τῶν ἀλόγων οὐκ ὠνομάσθαι (ἢ γὰρ ὅλως οὐκ εἶναι ἐν αὐτοῖς, ἢ τελέως ἀσθενὲς καὶ ἀμυδρὸν ἄγαν), ἐν δὲ τοῖς λογικοῖς, ἐν οἷς δὴ μάλιστα ⟨ἢ⟩ μόνοις φαίνεται, νοῦν προσαγορεύεσθαι. [Ἔφη ἄνευ ὀργάνων τὸν νοῦν ἐνεργεῖν, τὴν αἰσθητικὴν καὶ μετ᾽ ὀργάνου.]
24.3
I.49.24.3 · Wachsmuth pp. 348
Πῶς οὖν ἡ μετ᾽ ὀργάνου οὐχ ἡ αὐτὴ ἔσται τῷ νῷ, εἴγε ὑφ᾽ ἓν γένος, τὸ τῆς ἀντιληπτικῆς, τέτακται καὶ ⟨τὸ⟩ μετ᾽ ὀργάνου ἐνεργοῦν μέρος καὶ τὸ ἄνευ ὀργάνου; ἢ ὅτι ἡ μὲν τῆς μορφῆς τῶν ὄντων ἀντιλαμβάνεται, ἡ δὲ τῆς οὐσίας; Αἴσθησις γὰρ οὐσίας οὐκ ἀντιληπτική, ἀλλὰ μορφῆς καὶ πλάσεως * *· ὅτι δὲ ἄνθρωπος ἢ ἵππος, ἄλλου ἡ ἀντίληψις.
24.4
I.49.24.4 · Wachsmuth pp. 348-349
Διάφορον οὖν τῆς ἀντιλήψεως κίνημα· ἡ μὲν γὰρ τυπουμένη ἔοικεν ἡ τῆς αἰσθητικῆς καὶ ἔξω ἑλκομένη ἐπὶ μορφήν, ἡ δὲ ἀφισταμένη τυπώσεως. Οἱ μὲν οὖν διῄρουν καὶ τὸ μὲν ἄνευ φαντασίας ⟨ἢ αἰσθήσεως⟩ διεξοδικόν, ἀπὸ τοῦ νοῦ ἠρτημένον διάνοιάν τε καὶ νοῦν προσηγόρευον, τὸ δὲ μετὰ φαντασίας ἢ αἰσθήσεως τὴν διέξοδον ἔχον δοξαστικόν. Οἱ δὲ μίαν μὲν τὴν οὐσίαν λογικὴν ἐτίθεντο, διαφόρους δὲ τὰς ἐνεργείας.
24.5
I.49.24.5 · Wachsmuth pp. 349
Τοιαύτης δὲ οὔσης τῆς διαφορᾶς ὑφ᾽ ἓν τίθεσθαι τὰς ⟨δύο⟩ δυνάμεις μήποτε ἄτοπον ἦν (οὐ γὰρ ἐκ μιᾶς ἥ τε νόησις οὐσίας ὁρμᾶται καὶ ἡ αἴσθησις, καὶ ἀντίληψιν εἴ τις λέγει τὴν τοῦ νοῦ ἐνέργειαν, ὁμωνύμως ἐρεῖ), καὶ ἔδει ἄλλην μὲν θέσθαι τὴν τοῦ νοῦ δύναμιν καὶ ἑτερογενῆ, μεθ᾽ ἣν τὴν τῆς διανοίας, πάντας τοὺς ἐφ᾽ ἑκατέρας, ἀλλὰ τὴν μὲν ἀθρόαν ἐνέργειαν τὴν δὲ ἐν διεξόδῳ·
24.6
I.49.24.6 · Wachsmuth pp. 349
ἄλλην δὲ πάντῃ τὴν αἰσθητικήν, ἧς τὸ μέν τι μετὰ προσχρήσεως ὀργάνων, τὸ δὲ ⟨τι⟩ ἄνευ προσχρήσεως, τοῦ μὲν μετ᾽ ὀργάνων αἰσθητικοῦ καλουμένου, τοῦ δὲ ἄνευ τούτων φανταστικοῦ, τὸ δέ τι οὐχ ἧττον τοῦ αὐτοῦ γένους, ὑπερβεβηκὸς δὲ τὸ διεξοδεύον, τὸ ἀθρόον τούτων, δοξαστικὸν καλούμενον, ἐπιστάσεως οὔσης, πότερον τῆς διανοίας εἶδος τὸ τοιοῦτο ἢ τὸ ἄλλο, τὸ ὑπερβεβηκὸς μὲν τὸ αἰσθητικὸν καὶ φανταστικόν, ὑποβεβηκὸς δὲ τὸ νοητικόν.