Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 1

40 Ἀρριανοῦ Ἐπικτητείου· περὶ εὐαρεστήσεως (αʹ)

Περὶ θεῶν οἱ μέν τινές εἰσιν οἱ λέγοντες, μηδὲ εἶναι τὸ θεῖον· οἱ δὲ εἶναι μέν, ἀργὸν δὲ καὶ ἀμελὲς καὶ μὴ προνοεῖν μηδενός· τρίτοι δέ, οἱ καὶ εἶναι καὶ προνοεῖν, ἀλλὰ τῶν μεγάλων καὶ οὐρανίων, τῶν δὲ ἐπὶ γῆς μηδενός· τέταρτοι ⟨δὲ⟩ οἱ καὶ τῶν ἐπὶ γῆς καὶ τῶν ἀνθρωπίνων, εἰς κοινὸν δὲ μόνον καὶ οὐχὶ καὶ κατ’ ἰδίαν ἑκάστου· πέμπτοι δέ, ὧν ἦν καὶ Ὀδυσσεὺς καὶ Σωκράτης, οἱ λέγοντες ὅτι

οὐδέ σε λήθω κινύμενος.

40 Ἀρριανοῦ Ἐπικτητείου (βʹ)

Εἴπερ οὖν ὑγιῶς λέγεται τέλος εἶναι τὸ ἕπεσθαι θεῷ, ἀναγκαῖον περὶ ἑκάστου τούτων ἐπεσκέφθαι. Εἰ γὰρ μὴ εἰσὶ θεοί, πῶς ἐστι τέλος ἕπεσθαι θεοῖς; Εἰ δὲ εἰσὶ μέν, μηδενὸς δὲ ἐπιμελούμενοι, καὶ οὕτω πῶς ὑγιὲς ἔσται; Ἀλλὰ δὴ καὶ ὄντων καὶ ἐπιμελουμένων, εἰ μηδεμία διάδοσις εἰς ἀνθρώπους ἐστὶν ἐξ αὐτῶν καὶ νὴ Δία γε καὶ εἰς ἐμέ, πῶς ἔτι καὶ οὕτως ὑγιὲς ἔσται; Πάντα οὖν ταῦτα ὁ καλὸς κἀγαθὸς ἐπεσκεμμένος τὴν αὑτοῦ γνώμην ὑποτέταχε τῷ διοικοῦντι τὰ πάντα, καθάπερ οἱ ἀγαθοὶ πολῖται τῷ νόμῳ τῆς πόλεως.

Contents

Sign in to save your reading →