Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 49

13.9

Ἀλλὰ προωμολόγηται, ἔφη, μηδὲν μᾶλλον μηδ᾽ ἧττον ἑτέραν ἑτέρας ψυχὴν ψυχῆς εἶναι. Τοῦτο δ᾽ ἐστὶ τὸ ὁμολόγημα, μηδὲν μᾶλλον μηδ᾽ ἐπὶ πλέον μηδὲ ἧττον, μηδ᾽ ἐπὶ ἔλαττον ἑτέραν ἑτέρας ἁρμονίαν ἁρμονίας εἶναι; ἦ γάρ; - Πάνυ γε. - Τὴν δέ γε μηδὲν μᾶλλον μηδὲ ἧττον ἁρμονίαν οὖσαν μηδὲ μᾶλλον μηδὲ ἧττον ἡρμόσθαι· ἔστιν οὕτως; - Ἔστιν. - Ἡ δὲ μήτε μᾶλλον μήτε ἧττον ἡρμοσμένη ἐστὶν ὅτι πλέον ἢ ἔλαττον ἁρμονίας μετέχει, ἢ τὸ ἴσον; - Τὸ ἴσον.

13.10

Οὐκοῦν ψυχὴ οὐδὲν μᾶλλον οὐδὲ ἧττον ἄλλη ἄλλης αὐτὸ τοῦτο ψυχή ἐστιν, οὐδὲ δὴ μᾶλλον οὐδὲ ἧττον ἥρμοσται; - Οὕτω. - Τοῦτο δέ γε πεπονθυῖα οὐδὲν πλέον ἀναρμοστίας οὐδὲ ἁρμονίας ⟨μετέχοι⟩ ἄν. - Οὐ γὰρ οὖν. - Τοῦτο δ᾽ αὖ πεπονθυῖα ἆρ᾽ ἄν τι πλέον κακίας ἢ ἀρετῆς μετέχοι ἑτέρα ἑτέρας, εἴπερ ἡ μὲν κακία ἀναρμοστία, ἡ δὲ ἀρετὴ ἁρμονία εἴη; - Οὐδὲν πλέον. - Μᾶλλον δέ γέ που, ὦ Σιμμία, κατὰ τὸν ὀρθὸν λόγον κακίας οὐδεμία ψυχὴ μεθέξει, εἴπερ ἁρμονία ἐστίν· ἁρμονία γὰρ δήπου παντελῶς αὐτὸ τοῦτο οὖσα, ἁρμονία, ἀναρμοστίας οὔποτ᾽ ἂν μετάσχοι. - Οὐ μέντοι. - Οὐδέ γε δήπου ψυχή, οὖσα παντελῶς ψυχή, κακίας. - Πῶς γὰρ ἐκ γε τῶν προειρημένων;

13.11

Ἐκ τούτου ἄρα τοῦ λόγου ἡμῖν πᾶσαι ψυχαὶ πάντων ζῴων ὁμοίως ἀγαθαὶ ἔσονται, εἴπερ ὁμοίως ψυχαὶ πεφύκασιν αὐτὸ τοῦτο εἶναι, ψυχαί. - Ἔμοιγε δοκεῖ, ἔφη, ὦ Σώκρατες. - Ἦ καὶ καλῶς δοκεῖ, ἦ δ᾽ ὅς, οὕτω λέγεσθαι καὶ πάσχειν ἂν ταῦτα ὁ λόγος, εἰ ὀρθὴ ἡ ὑπόθεσις ἦν, τὸ ψυχὴν ἁρμονίαν εἶναι. - Οὐδ᾽ ὁπωστιοῦν, ἔφη.

13.12

Τί δέ; ἦ δ᾽ ὅς· τῶν ἐν ἀνθρώπῳ πάντων ἔσθ᾽ ὅ τι ἄλλο λέγεις ἄρχειν ἢ ψυχήν, ἄλλως τε καὶ φρόνιμον; - Οὐκ ἔγωγε. - Πότερον συγχωροῦσαν τοῖς κατὰ τὸ σῶμα παθήμασιν, ἢ καὶ ἐναντιουμένην; λέγω δὲ τὸ τοιόνδε· οἷον καύματος ἐνόντος καὶ δίψους ἐπὶ τοὐναντίον ἕλκειν, τὸ μὴ πίνειν, καὶ πείνης ἐνούσης ἐπὶ τὸ μὴ ἐσθίειν, καὶ ἄλλα που μυρία ἐροῦμεν ἐναντιουμένην τὴν ψυχὴν τοῖς κατὰ τὸ σῶμα· ἢ οὔ; - Πάνυ μὲν οὖν.

13.13

Οὐκοῦν αὖ ὡμολογήσαμεν ἐν τοῖς πρόσθεν μήποτε ταύτην, ἁρμονίαν γε οὖσαν, ἐναντία ᾄδειν οἷς ἐπιτείνοιτο καὶ χαλῷτο καὶ ψάλλοιτο καὶ ἄλλο ὁτιοῦν πάθος πάσχοι ἐκεῖνα ἐξ ὧν τυγχάνει οὖσα, ἀλλ᾽ ἕπεσθαι ἐκείνοις καὶ οὔποτ᾽ ἂν ἡγεμονεύειν; - Ὡμολογήσαμεν, ἔφη· πῶς γὰρ οὔ;

13.14

Τί οὖν νῦν; οὐ πᾶν τοὐναντίον φαίνεται ἡμῖν ἐργαζομένη, ἡγεμονεύουσά τε ἐκείνων πάντων, ἐξ ὧν φησί τις αὐτὴν εἶναι, καὶ ἐναντιουμένη ὀλίγου πάντα διὰ παντὸς τοῦ βίου καὶ δεσπόζουσα πάντας τρόπους, τὰ μὲν χαλεπώτερον κολάζουσα καὶ μετ᾽ ἀλγηδόνων, τά τε κατὰ τὴν γυμναστικὴν καὶ τὴν ἰατρικήν, τὰ δὲ πρᾳότερον, καὶ τὰ μὲν ἀπειλοῦσα, τὰ δὲ νουθετοῦσα, ταῖς ἐπιθυμίαις καὶ ὀργαῖς καὶ φόβοις ὡς ἄλλη οὖσα ἄλλῳ πράγματι διαλεγομένη; οἷον που καὶ Ὅμηρος ἐν Ὀδυσσείᾳ πεποίηκεν, οὗ λέγει τὸν Ὀδυσσέα·

13.15 · Ὁμήρου

στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· τέτλαθι δή, κραδίη, καὶ κύντερον ἄλλο ποτ᾽ ἔτλης.

13.16

Ἆρ᾽ οἴει αὐτὸν ταῦτα ποιῆσαι διανοούμενον ὡς ἁρμονίας αὐτῆς οὔσης καὶ οἵας ἄγεσθαι ὑπὸ τῶν τοῦ σώματος παθημάτων, ἀλλ᾽ οὐχ οἵας ἄγειν τε ταῦτα καὶ δεσπόζειν, καὶ οὔσης αὐτῆς πολὺ θειοτέρου τινὸς ἢ καθ᾽ ἁρμονίαν; - Νὴ Δία, ὦ Σώκρατες, ἔμοιγε δοκεῖ. - Οὐκ ἄρα, ὦ ἄριστε, ἡμῖν οὐδαμῇ καλῶς ἔχει ψυχὴν ἁρμονίαν τινὰ φάναι εἶναι· οὔτε γὰρ ἄν, ὡς ἔοικεν, Ὁμήρῳ θείῳ ποιητῇ ὁμολογοῖμεν οὔτε αὐτοὶ ἡμῖν αὐτοῖς. - Ἔχει οὕτως, ἔφη.

13.17

Εἶεν δή, ἦ δ᾽ ὅς ὁ Σωκράτης, τὰ μὲν Ἁρμονίας ἡμῖν τῆς Θηβαϊκῆς ἵλεά πως, ὡς ἔοικε, μετρίως γέγονε· τί δὲ δὴ τὰ Κάδμου, ἔφη, ὦ Κέβης, πῶς ἱλασόμεθα καὶ τίνι λόγῳ; - Σὺ μοι δοκεῖς, ἔφη ὁ Κέβης, ἐξευρήσειν.

14.1 · Ἐν ταὐτῷ

Ἐν ταὐτῷ.

Ὁ οὖν Σωκράτης συχνὸν χρόνον ἐπισχὼν καὶ πρὸς αὑτόν τι σκεψάμενος, Οὐ φαῦλον πρᾶγμα, ἔφη, ὦ Κέβης, ζητεῖς· ὅλως γὰρ δεῖ περὶ γενέσεως καὶ φθορᾶς τὴν αἰτίαν διαπραγματεύσασθαι. Ἐγὼ οὖν σοι δίειμι περὶ αὐτῶν, ἂν βούλῃ, τά γ᾽ ἐμὰ πάθη· ἔπειτα ἐάν τί σοι χρήσιμον φαίνηται ὧν ἂν λέγω, πρὸς τὴν πειθὼ περὶ ὧν λέγεις χρήσῃ. - Ἀλλὰ μήν, ἔφη ὁ Κέβης, βούλομαί γε. - Ἄκουε τοίνυν ὡς ἐροῦντος.

14.2

Ἐγὼ γάρ, ἔφη, ὦ Κέβης, νέος ὢν θαυμαστῶς ὡς ἐπεθύμησα ταύτης τῆς σοφίας, ἣν δὴ καλοῦσι περὶ φύσεως ἱστορίαν· ὑπερήφανον γάρ μοι ἐδόκει εἶναι εἰδέναι τὰς αἰτίας ἑκάστου, διὰ τί γίγνεται ἕκαστον καὶ διὰ τί ἀπόλλυται καὶ διὰ τί ἔστι· καὶ πολλάκις ἄνω κάτω μετέβαλλον σκοπῶν πρῶτον τὰ τοιάδε· ἆρ᾽ ἐπειδὰν τὸ θερμὸν καὶ τὸ ψυχρὸν σηπεδόνα τινὰ λάβῃ, ὥς τινες ἔλεγον, τότε δὴ τὰ ζῷα συστρέφεται·

14.3

καὶ πότερον τὸ αἷμά ἐστιν ᾧ φρονοῦμεν, ἢ ὁ ἀὴρ ἢ τὸ πῦρ, ἢ τούτων μὲν οὐδέν, ὁ δὲ ἐγκέφαλός ἐστιν ὁ τὰς αἰσθήσεις παρέχων τοῦ ἀκούειν καὶ τοῦ ὁρᾶν καὶ ὀσφραίνεσθαι, ἐκ τούτων δὲ γίγνοιτο μνήμη καὶ δόξα, ἐκ δὲ μνήμης καὶ δόξης λαβούσης τὸ ἠρεμεῖν κατὰ ταῦτα γίγνεσθαι ἐπιστήμην· καὶ αὖ τούτων τὰς φθορὰς σκοπῶν καὶ τὰ περὶ τὸν οὐρανόν τε καὶ τὴν γῆν πάθη, τελευτῶν οὕτως ἐμαυτῷ ἔδοξα πρὸς ταύτην τὴν σκέψιν ἀφυὴς εἶναι, ὡς οὐδὲν χρῆμα.

15.1 · Πλάτωνος

Πλάτωνος.

Τὸ γὰρ μὴ διελέσθαι οἷόν τε εἶναι ὅτι ἄλλο μέν τί ἐστι τὸ αἴτιον τῷ ὄντι, ἄλλο δὲ ἐκεῖνο ἄνευ οὗ τὸ αἴτιον οὐκ ἄν ποτ᾽ εἴη αἴτιον· ὃ δή μοι φαίνονται ψηλαφῶντες οἱ πολλοὶ ὥσπερ ἐν σκότει, ἀλλοτρίῳ ὀνόματι προσχρώμενοι, ὡς αἴτιον αὐτὸ προσαγορεύειν.

15.2

Διὸ δὴ καὶ ὁ μέν τις δίνην περιτιθεὶς τῇ γῇ ὑπὸ τοῦ οὐρανοῦ μένειν δὴ ποιεῖ τὴν γῆν, ὁ δὲ ὥσπερ καρδόπῳ πλατείᾳ βάθρον τὸν ἀέρα ὑπερείδει· τὴν δὲ τοῦ ὡς οἷόν τε βέλτιστα αὐτὰ τεθῆναι δύναμιν οὕτω νῦν κεῖσθαι, ταύτην οὔτε ζητοῦσιν οὔτε τινὰ οἴονται δαιμονίαν ἰσχὺν ἔχειν, ἀλλ᾽ ἡγοῦνται τούτου ἄν ποτε Ἄτλαντα ἰσχυρότερον καὶ ἀθανατώτερον καὶ μᾶλλον ἅπαντα συνέχοντα ἐξευρεῖν καὶ ὡς ἀληθῶς τὸ ἀγαθὸν καὶ δέον συνιδεῖν καὶ συνδέειν οὐδὲν οἴονται.

15.3

Ἐγὼ μὲν οὖν τῆς τοιαύτης αἰτίας, ὅπῃ ποτὲ ἔχει, μαθητὴς ὁτουοῦν ἥδιστ᾽ ἂν γενοίμην· ἐπειδὴ δὲ ταύτης ἐστερήθην καὶ οὔτ᾽ αὐτὸς εὑρεῖν οὔτε παρ᾽ ἄλλου μαθεῖν οἷός τε ἐγενόμην, τὸν δεύτερον πλοῦν ἐπὶ τὴν τῆς αἰτίας ζήτησιν ᾗ πεπραγμάτευμαι, βούλει σοι, ἔφη, ἐπίδειξιν ποιήσομαι, ὦ Κέβης; - Ὑπερφυῶς μὲν οὖν, ἔφη, ὡς βούλομαι.

15.4

Ἔδοξε τοίνυν μοι, ἦ δ᾽ ὅς, μετὰ ταῦτα, ἐπειδὴ ἀπείρηκα τὰ ὄντα σκοπῶν, δεῖν εὐλαβηθῆναι, μὴ πάθοιμι ὅπερ οἱ τὸν ἥλιον ἐκλείποντα θεωροῦντες καὶ σκοπούμενοι πάσχουσι· διαφθείρονται γάρ που ἔνιοι τὰ ὄμματα, ἐὰν μὴ ἐν ὕδατι ἤ τινι τοιούτῳ σκοπῶνται τὴν εἰκόνα αὐτοῦ. Τοιοῦτόν τι καὶ ἐγὼ διενοήθην καὶ ἔδεισα, μὴ παντάπασι τὴν ψυχὴν τυφλωθείην βλέπων πρὸς τὰ πράγματα τοῖς ὄμμασι καὶ ἑκάστῃ τῶν αἰσθήσεων ἐπιχειρῶν ἅπτεσθαι αὐτῶν. Ἔδοξε δή μοι χρῆναι εἰς τοὺς λόγους καταφυγόντα ἐν ἐκείνοις σκοπεῖν τῶν ὄντων τὴν ἀλήθειαν.

15.5

Ἴσως μὲν οὖν, ὡς εἰκάζω, τρόπον τινὰ οὐκ ἔοικεν. Οὐ γὰρ πάνυ συγχωρῶ, τὸν ἐν λόγοις σκοπούμενον τὰ ὄντα ἐν εἰκόσι μᾶλλον σκοπεῖν ἢ τὸν ἐν τοῖς ἔργοις· ἀλλ᾽ οὖν δὴ ταύτῃ γε ὥρμησα, καὶ ὑποθέμενος ἑκάστοτε λόγον ὃν ἂν κρίνω ἐρρωμενέστατον εἶναι, ἃ μὲν ἂν μοι δοκῇ τούτῳ συμφωνεῖν, τίθημι ὡς ἀληθῆ ὄντα, καὶ περὶ αἰτίας καὶ περὶ τῶν ἄλλων πάντων· ἃ δ᾽ ἂν μή, ὡς οὐκ ἀληθῆ. Βούλομαι δέ σοι σαφέστερον εἰπεῖν ἃ λέγω· οἶμαι γάρ σε νῦν οὐ μανθάνειν. - Οὐ μὰ τὸν Δί᾽, ἔφη ὁ Κέβης, οὐ σφόδρα.

16.1 · Ἐν ταὐτῷ

Ἐν ταὐτῷ.

Ἀποκρίνου δή, ἦ δ᾽ ὅς, ᾧ ἄν τι ἐγγένηται σώματι, ζῶν ἔσται; - ᾯ ἂν ψυχή, ἔφη. - Οὐκοῦν ἀεὶ τοῦτο οὕτως ἔχει; - Πῶς γὰρ οὐχί, ἦ δ᾽ ὅς. - Ἡ ψυχὴ ἄρα ὅ τι ἂν αὐτὴ κατάσχῃ, ἀεὶ ἥξει ἐπ᾽ ἐκεῖνο φέρουσα ζωήν; - Ἥκει μέντοι, ἔφη. - Πότερον δ᾽ ἔστι τι ζωῇ ἐναντίον ἢ οὐδέν; - Ἔστιν, ἔφη. - Τί; - Θάνατος. - Οὐκοῦν ψυχὴ τὸ ἐναντίον ᾧ αὐτὴ ἐπιφέρει ἀεὶ οὐ μήποτε δέξεται, ὡς ἐκ τῶν πρόσθεν ὡμολόγηται; - Καὶ μάλα σφόδρα, ἔφη ὁ Κέβης.

16.2

Τί οὖν; τὸ μὴ δεχόμενον τὴν τοῦ ἀρτίου ἰδέαν, τί νῦν δὴ ὀνομάζομεν; - Ἀνάρτιον, ἔφη. - Τὸ δὲ δίκαιον μὴ δεχόμενον καὶ ὃ ἂν μουσικὸν μὴ δέχηται; - Ἄμουσον, ἔφη, τὸ δὲ ἄδικον. - Εἶεν· ὃ δ᾽ ἂν θάνατον μὴ δέχηται, τί καλοῦμεν; - Ἀθάνατον, ἔφη. - Οὐκοῦν ψυχὴ οὐ δέχεται θάνατον; - Οὔ. - Ἀθάνατον ἄρα ψυχή; - Ἀθάνατον. - Εἶεν, ἔφη· τοῦτο μὲν δὴ ἀποδεδεῖχθαι φῶμεν· ἢ πῶς δοκεῖ; - Καὶ μάλα γε ἱκανῶς, ὦ Σώκρατες.

16.3

Τί οὖν, ἦ δ᾽ ὅς, ὦ Κέβης; Εἰ τῷ ἀναρτίῳ ἀναγκαῖον ἦν ἀνωλέθρῳ εἶναι, ἄλλο τι ἢ τὰ τρία ἀνώλεθρα ἂν ἦν; - Πῶς γὰρ οὔ; - Οὐκοῦν εἰ καὶ τὸ θερμὸν ἀναγκαῖον ἦν ἀνώλεθρον εἶναι, ὁπότε τις ἐπὶ χιόνα θερμὸν ἐπάγει, ὑπεξῄει ἂν ἡ χιὼν μένουσα ἄτηκτος· οὐ γὰρ ἂν ἀπώλετό γε, οὐδ᾽ ἂν ὑπομένουσα ἐδέξατ᾽ ἂν τὴν θερμότητα. - Ἀληθῆ, ἔφη, λέγεις. - Ὡσαύτως, οἶμαι, κἂν εἰ τὸ ψυχρὸν ἀνώλεθρον ἦν, ὁπότε ἐπὶ τὸ πῦρ ψυχρόν τι ἐπῄει, οὔποτ᾽ ἂν ἀπεσβέννυτο οὐδ᾽ ἀπώλλυτο, ἀλλὰ σῶον ἂν ἀπελθὸν ᾤχετο. - Ἀνάγκη, ἔφη.

16.4

Οὐκοῦν καὶ ὧδε, ἔφη, ἀνάγκη περὶ τοῦ ἀθανάτου ⟨εἰπεῖν⟩; Εἰ μὲν τὸ ἀθάνατον καὶ ἀνώλεθρόν ἐστιν, ἀδύνατον ψυχῇ, ὅταν θάνατος ἐπ᾽ αὐτὴν ἴῃ, ἀπόλλυσθαι· θάνατον μὲν γὰρ δὴ ἐκ τῶν προειρημένων οὐ δέξεται οὐδ᾽ ἔσται τεθνηκυῖα, ὥσπερ τὰ τρία οὐκ ἔσται, ἔφαμεν, ἄρτιον, οὐδὲ γοῦν τὸ περιττόν, οὐδὲ δὴ τὸ πῦρ ψυχρόν, οὐδέ γε ἡ ἐν τῷ πυρὶ θερμότης.

Contents

Sign in to save your reading →