Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
34 ⟨Τοῦ αὐτοῦ⟩· ὅτι πάντα ἐφορᾷ τὸ θεῖον (αʹ)
I.1.34a · Wachsmuth pp. 41-42
Πυθομένου δέ τινος, πῶς ἄν τις πεισθείη, ὅτι ἕκαστον τῶν ὑπ’ αὐτοῦ πραττομένων ἐφορᾶται ὑπὸ τοῦ θεοῦ; Οὐ δοκεῖ σοι, ἔφη, ἡνῶσθαι τὰ πάντα; — Δοκεῖ, ἔφη. — Τί δέ; συμπαθεῖν τὰ ἐπίγεια τοῖς οὐρανίοις οὐ δοκεῖ σοι; — Δοκεῖ μοι, ἔφη. — Πόθεν γὰρ οὕτως τεταγμένως, καθάπερ ἐκ προστάγματος τοῦ θεοῦ, ὅταν ἐκεῖνος εἴπῃ τοῖς φυτοῖς ἀνθεῖν, ἀνθεῖ, ὅταν εἴπῃ βλαστάνειν, βλαστάνει, ὅταν ἐκφέρειν τὸν καρπόν, ἐκφέρει, ὅταν πεπαίνειν, πεπαίνει, ὅταν ἀποβάλλειν, ⟨ἀποβάλλει⟩, καὶ φυλλορροεῖν, ⟨φυλλορροεῖ⟩, καὶ αὐτὰ εἰς αὑτὰ συνειλούμενα ἐφ’ ἡσυχίας μένειν καὶ ἀναπαύεσθαι, μένει καὶ ἀναπαύεται;
34 ⟨Τοῦ αὐτοῦ⟩ (βʹ)
I.1.34b · Wachsmuth pp. 42
Πόθεν δὲ πρὸς τὴν αὔξησιν καὶ μείωσιν τῆς σελήνης καὶ τὴν τοῦ ἡλίου πρόσοδον καὶ ἄφοδον τοσαύτη παραλλαγὴ καὶ ἐπὶ τὰ ἐναντία μεταβολὴ τῶν ἐπιγείων θεωρεῖται; Ἀλλὰ τὰ φυτὰ μὲν καὶ τὰ ἡμέτερα σώματα οὕτως ἐνδέδεται τοῖς ὅλοις καὶ συμπέπονθεν, αἱ ψυχαὶ δὲ αἱ ἡμέτεραι οὐ πολὺ πλέον; Ἀλλ’ αἱ ψυχαὶ μὲν οὕτως εἰσὶν ἐνδεδεμέναι καὶ συναφεῖς τῷ θεῷ, ἅτε αὐτοῦ μόρια οὖσαι καὶ ἀποσπάσματα, οὐ παντὸς δὲ αὐτῶν κινήματος, ἅτε οἰκείου καὶ συμφυοῦς, ὁ θεὸς αἰσθάνεται;
Ἀλλὰ σὺ μὲν περὶ τῆς θείας διοικήσεως καὶ περὶ ἑκάστου τῶν θείων, ὁμοῦ καὶ περὶ τῶν ἀνθρωπίνων πραγμάτων ἐνθυμεῖσθαι δύνασαι καὶ ἅμα μὲν αἰσθητικῶς ἀπὸ μυρίων πραγμάτων κινεῖσθαι, ἅμα δὲ διανοητικῶς, ἅμα δὲ τοῖς μὲν συγκαταθετικῶς, τοῖς δὲ ἀνανευστικῶς ἢ ἐφεκτικῶς·
34 ⟨Τοῦ αὐτοῦ⟩ (γʹ)
I.1.34c · Wachsmuth pp. 42
τύπους τε τοσούτους ἀφ’ οὕτω πολλῶν καὶ ποικίλων πραγμάτων ἐν τῇ σαυτοῦ ψυχῇ φυλάττεις καὶ ἀπ’ αὐτῶν κινούμενος εἰς ἐπινοίας ὁμοειδεῖς ἐμπίπτεις τοῖς πρώτοις τετυπωκόσι, τέχνας τε ἄλλας ἐπ’ ἄλλαις καὶ μνήμας ἀπὸ μυρίων πραγμάτων διασῴζεις· ὁ δὲ θεὸς οὐχ οἷός τέ ἐστι πάντα ἐφορᾶν καὶ πᾶσι συμπαρεῖναι καὶ ἀπὸ πάντων τινὰ ἴσχειν διάδοσιν; Ἀλλὰ φωτίζειν μὲν οἷός τέ ἐστιν ὁ ἥλιος τηλικοῦτον μέρος τοῦ παντός, ὀλίγον δὲ τὸ ἀφώτιστον ἀπολείπεται, ὅσον οἷόν τε ἐπέχεσθαι ὑπὸ τῆς σκιᾶς, ἣν ἡ γῆ ποιεῖ· ὁ δὲ καὶ τὸν ἥλιον αὐτὸν πεποιηκὼς καὶ περιάγων, μέρος ὄντ’ αὐτοῦ μικρὸν ὡς πρὸς τὸ ὅλον, οὗτος δὲ οὐ δύναται πάντων αἰσθάνεσθαι;
35 Ἰαμβλίχου πρὸς Ποιμένιον
I.1.35 · Wachsmuth pp. 43
Οἱ θεοὶ τὴν εἱμαρμένην συνέχοντες διὰ παντὸς ἐπανορθοῦνται· ἡ δ’ ἐπανόρθωσις αὐτῶν ποτὲ μὲν ἐλάττωσιν κακῶν, ποτὲ δὲ παραμυθίαν, ἐνίοτε δὲ καὶ ἀναίρεσιν ἀπεργάζεται· ἀφ’ οὗ δὴ διακοσμεῖται ἡ εἱμαρμένη τοῖς ἀγαθοῖς, διακοσμουμένη δὲ οὐχ ὑποφαίνεται πᾶσα πρὸς τὴν ἄτακτον φύσιν τῆς γενέσεως. Οὐκοῦν ἔτι μᾶλλον σῴζεται ἡ πεπρωμένη διὰ τῆς τοιαύτης ἐπανορθώσεως καὶ τὸ παρατρέπον αὐτῆς μένει κατὰ τὴν ἄτρεπτον τῶν θεῶν ἀγαθότητα συνεχόμενον, διότι οὐκ ἐᾷ ὑπορρεῖν εἰς τὴν ἄτακτον πλημμέλειαν. Τούτων δὴ οὕτως ἐχόντων τό τε ἀγαθοειδὲς τῆς προνοίας τό τε αὐτεξούσιον τῆς ψυχῆς καὶ πάντα τὰ κάλλιστα διασῴζεται, τῇ βουλήσει τῶν θεῶν συνυπάρχοντα.
36 Ἀριστοτέλους πρὸς Ἀλέξανδρον (αʹ)
I.1.36a · Wachsmuth pp. 43
Καθόλου δὲ ὅπερ ἐν νηῒ μὲν κυβερνήτης, ἐν ἅρματι δὲ ἡνίοχος, ἐν χορῷ δὲ κορυφαῖος, [ἐν πόλει δὲ νόμος,] ἐν στρατοπέδῳ δὲ ἡγεμών, τοῦτο θεὸς ἐν κόσμῳ, πλὴν καθόσον τοῖς μὲν καματηρὸν τὸ ἄρχειν πολυκίνητόν τε καὶ πολυμέριμνον, τῷ δὲ ἄλυπον ἄπονόν τε πάσης κεχωρισμένῳ σωματικῆς ἀσθενείας· ἐν ἀκινήτῳ ⟨γὰρ⟩ ἱδρυμένος δυνάμει πάντα κινεῖ καὶ περιάγει, ὅπου βούλεται καὶ ὅπως, ἐν διαφόροις ἰδέαις καὶ φύσεσιν· ὥσπερ ἀμέλει καὶ ὁ τῆς πόλεως νόμος ἀκίνητος ὢν ἐν ταῖς τῶν χρωμένων ψυχαῖς πάντα οἰκονομεῖ τὰ κατὰ τὴν πολιτείαν.
36 Ἀριστοτέλους πρὸς Ἀλέξανδρον (βʹ)
I.1.36b · Wachsmuth pp. 43-44
Ἐφεπόμενοι γὰρ αὐτῷ δηλονότι ἐξίασιν ἄρχοντες μὲν εἰς τὰ ἀρχεῖα, θεσμοθέται δὲ εἰς τὰ οἰκεῖα δικαστήρια, βουλευταὶ δὲ καὶ ἐκκλησιασταὶ εἰς συνέδρια τὰ προσήκοντα· καὶ ὁ μὲν εἰς τὸ πρυτανεῖον βαδίζει διαιτησόμενος, ⟨ὁ δὲ πρὸς τοὺς δικαστὰς ἀπολογησόμενος, ὁ δὲ εἰς τὸ δεσμωτήριον ἀποθανούμενος⟩. Γίνονται δὲ καὶ δημοθοινίαι νόμιμοι καὶ πανηγύρεις ἐνιαύσιαι, θεῶν τε θυσίαι καὶ ἡρώων θεραπεῖαι καὶ χοαὶ κεκμηκότων. Ἄλλα δ’ ἄλλως ἐνεργούμενα κατὰ μίαν πρόσταξιν ἢ νόμιμον ἐξουσίαν σῴζει τὸ τοῦ ποιήσαντος, ὅτι
πόλις ⟨δ’⟩ ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων.
36 Ἀριστοτέλους πρὸς Ἀλέξανδρον (γʹ)
I.1.36c · Wachsmuth pp. 44
Οὕτως ὑποληπτέον καὶ ἐπὶ τῆς μείζονος πόλεως, λέγω δὲ τοῦ κόσμου. Νόμος μὲν γὰρ ἡμῖν ἰσοκλινὴς ὁ θεός, οὐδεμίαν ἐπιδεχόμενος διόρθωσιν ἢ μετάθεσιν, κρείττων δ’, οἶμαι, καὶ βεβαιότερος τῶν ἐν τοῖς κύρβεσιν ἀναγεγραμμένων. Ἡγουμένου δὲ ἀκινήτως αὐτοῦ καὶ ἐμμελῶς ὁ σύμπας οἰκονομεῖται δι’ αὐτοῦ διάκοσμος οὐρανοῦ τε καὶ γῆς, μεμερισμένος κατὰ τὰς φύσεις πάσας ὁμοίως διὰ τῶν οἰκείων σπερμάτων εἰς τὰ φυτὰ καὶ ζῷα κατὰ γένη τε καὶ εἴδη.
Καὶ γὰρ ἄμπελοι καὶ φοίνικες καὶ περσέαι
συκαῖ τε γλυκεραὶ καὶ ἐλαῖαι,
ὥς φησιν ὁ ποιητής, τά τε ἄκαρπα μέν, ἄλλας δὲ παρεχόμενα χρείας, πλάτανοι καὶ πεῦκαι καὶ πύξοι, [κλῶνές τε]
κλήθρη τ’ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος,
36 Ἀριστοτέλους πρὸς Ἀλέξανδρον (δʹ)
I.1.36d · Wachsmuth pp. 45
αἵ τε καρπὸν ὀπώρας ἡδύν, ἄλλως δὲ δυσθησαύριστον φέρουσαι,
ὄχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι,
τῶν τε ζῴων τά τε ἄγρια καὶ ἥμερα, τά τ’ ἐν ἀέρι καὶ ἐπὶ γῆς καὶ ⟨ἐν⟩ ὕδατι βοσκόμενα γίνεται τε καὶ ἀκμάζει καὶ φθείρεται τῷ τοῦ θεοῦ πειθόμενα θεσμῷ. Πᾶν γὰρ ἑρπετὸν πληγῇ νέμεται, ὥς φησιν Ἡράκλειτος.
Εἷς δὲ ὢν πολυώνυμός ἐστι, κατονομαζόμενος τοῖς πάθεσι πᾶσιν, ἅπερ αὐτὸς νεοχμοῖ. Καλοῦμεν γὰρ αὐτὸν καὶ Ζῆνα καὶ Δία, παραλλήλως χρώμενοι τοῖς ὀνόμασιν, ὡς ἂν εἰ λέγοιμεν, δι’ ὃν ζῶμεν. Κρόνου δὲ παῖς καὶ Χρόνου λέγεται, διήκων ἐξ αἰῶνος ἀτέρμονος εἰς ἕτερον αἰῶνα, ἀστραπαῖός τε καὶ βρονταῖος ⟨καὶ αἴθριος⟩ καὶ αἰθέριος, κεραύνιός τε καὶ ὑέτιος ἀπὸ τῶν ὑετῶν τε καὶ κεραυνῶν καὶ τῶν ἄλλων καλεῖται.
36 Ἀριστοτέλους πρὸς Ἀλέξανδρον (εʹ)
I.1.36e · Wachsmuth pp. 45-46
Καὶ μὴν ἐπικάρπιος μὲν ἀπὸ τῶν καρπῶν, πολιεὺς δὲ ἀπὸ τῆς πόλεως ὀνομάζεται, γενέθλιός τε καὶ ὁμόγνιος καὶ ἑρκεῖός τε καὶ πατρῷος ἀπὸ τῆς πρὸς ταῦτα κοινωνίας, ἑταιρεῖός τε καὶ φίλιος καὶ ξένιος, ἔτι δὲ στρατιός τε καὶ τροπαιοῦχος, καθάρσιός τε καὶ παλαμναῖος καὶ ἱκέσιος καὶ μειλίχιος, ὥσπερ οἱ ποιηταὶ λέγουσι· σωτήρ τε καὶ ἐλευθέριος ἐτύμως [οὕτως εἰπεῖν]· ὡς δὲ τὸ πᾶν εἰπεῖν, οὐράνιός τε καὶ χθόνιος, πάσης ἐπώνυμος φύσεως ὢν καὶ τύχης, ἅτε πάντων αὐτὸς αἴτιος ὤν.
37 Ξενοφῶντος· Ἀπομνημονευμάτων δʹ (αʹ)
I.1.37a · Wachsmuth pp. 46
Εἰπέ μοι, ἔφη, ὦ Εὐθύδημε, ἤδη ποτέ σοι ἐπῆλθεν ἐνθυμηθῆναι, ὡς ἐπιμελῶς οἱ θεοί, ὧν οἱ ἄνθρωποι δέονται, κατεσκευάκασι; — Καὶ ὅς· Μὰ τὸν Δί’, ἔφη, οὐκ ἔμοιγε. — Ἀλλ’ οἶσθά γ’, ἔφη, ὅτι πρῶτον μὲν φωτὸς δεόμεθα, ὃ ἡμῖν οἱ θεοὶ παρέχουσι; — Νὴ Δί’, ἔφη, ὅ γ’ εἰ μὴ εἴχομεν, ὅμοιοι τοῖς τυφλοῖς ἂν ἦμεν, ἕνεκά γε τῶν ἡμετέρων ὀφθαλμῶν. — Ἀλλὰ μὴν καὶ ἀναπαύσεώς γε δεομένοις ἡμῖν νύκτα παρέχουσι, κάλλιστον ἀναπαυτήριον. — Πάνυ γε, ἔφη, καὶ τοῦτο χάριτος ἄξιον.
— Οὐκοῦν καὶ ἐπειδὴ ὁ μὲν ἥλιος, φωτεινὸς ὤν, τάς τε ὥρας τῆς ἡμέρας ἡμῖν καὶ τἄλλα πάντα σαφηνίζει, ἡ δὲ νὺξ διὰ τὸ σκοτεινὴ εἶναι ἀσαφεστέρα ἐστίν, ἄστρα ἐν τῇ νυκτὶ ἀνέφηναν, ἃ ἡμῖν τῆς νυκτὸς τὰς ὥρας ἐμφανίζει καὶ διὰ τοῦτο πολλὰ ὧν δεόμεθα πράττομεν; — Ἔστι ταῦτα, ἔφη. — Ἀλλὰ μὴν ἥ γε σελήνη οὐ μόνον τῆς νυκτός, ἀλλὰ καὶ τοῦ μηνὸς τὰ μέρη φανερὰ ἡμῖν ποιεῖ. — Πάνυ μὲν οὖν, ἔφη.
37 Ξενοφῶντος· Ἀπομνημονευμάτων δʹ (βʹ)
I.1.37b · Wachsmuth pp. 46
— Τὸ δ’ ἐπεὶ τροφῆς δεόμεθα, ταύτην ἡμῖν ἐκ τῆς γῆς ἀναδιδόναι καὶ ὥρας ἁρμοττούσας πρὸς τοῦτο παρέχειν, ⟨αἳ⟩ ἡμῖν οὐ μόνον ὧν δεόμεθα πολλὰ καὶ παντοῖα παρασκευάζουσιν, ἀλλὰ καὶ οἷς εὐφραινόμεθα; — Πάνυ, ἔφη, καὶ ταῦτα φιλάνθρωπα.
— Τὸ δὲ καὶ ὕδωρ ἡμῖν παρέχειν οὕτω πολλοῦ ἄξιον, ὥστε συμφύειν τε καὶ συναύξειν τῇ γῇ καὶ ταῖς ὥραις πάντα τὰ χρήσιμα ἡμῖν, συντρέφειν δὲ καὶ αὐτοὺς ἡμᾶς καὶ μιγνύμενον τοῖς τρέφουσιν ἡμᾶς εὐκατεργαστότερά τε καὶ ὠφελιμώτερα καὶ ἡδίω ποιεῖν αὐτά, καὶ ἐπειδὴ πλείστου δεόμεθα τούτου, ἀφθονέστατον αὐτὸ παρέχειν ἡμῖν; — Καὶ τοῦτο, ἔφη, προνοητικόν.
38 Πλάτωνος ἐκ τοῦ Σοφιστοῦ (αʹ)
I.1.38a · Wachsmuth pp. 47
Ποιητικῆς δὴ πρῶτον ἔστω δύο μέρη. — Ποίω; — Τὸ μὲν θεῖον, τὸ δ’ ἀνθρώπινον. — Οὕτω μεμάθηκα. — Ποιητικήν, εἴπερ μεμνήμεθα τὰ κατ’ ἀρχὰς λεχθέντα, πᾶσαν ἔφαμεν εἶναι δύναμιν, ἥτις ἂν αἰτία γίγνηται τοῖς μὴ πρότερον οὖσιν ὕστερον γίγνεσθαι. — Μεμάθηκα.
— Ζῷα δὴ πάντα θνητὰ καὶ δὴ καὶ φυτά, ὅσα τ’ ἐπὶ γῆς ἐκ σπερμάτων καὶ ῥιζῶν φύεται καὶ ὅσα ἄψυχα ἐκ γῆς ἐν γῇ ξυνίσταται σώματα τηκτὰ καὶ ἄτηκτα, μῶν ἄλλου τινὸς ἢ θεοῦ δημιουργοῦντος φήσομεν ὕστερον γίγνεσθαι πρότερον οὐκ ὄντα; ἢ ⟨τῷ⟩ τῶν πολλῶν δόγματι χρώμενοι. — Ποίῳ τῳ; — Τὴν φύσιν αὐτὰ γεννᾶν ἀπό τινος αἰτίας αὐτομάτης καὶ ἄνευ διανοίας φυούσης, ἢ μετὰ λόγου τε καὶ ἐπιστήμης θείας ἀπὸ θεοῦ γιγνομένης;
38 Πλάτωνος ἐκ τοῦ Σοφιστοῦ (βʹ)
I.1.38b · Wachsmuth pp. 47-48
— ⟨Ἐγὼ μὲν ἴσως⟩ διὰ τὴν ἡλικίαν πολλάκις ἀμφότερα μεταδοξάζω· νῦν μὲν βλέπων εἰς σὲ καὶ ὑπολαμβάνων ⟨οἴεσθαί σε⟩ κατὰ θεὸν αὐτὰ γίγνεσθαι, ταύτῃ καὶ αὐτὸς νενόμικα.
— Καλῶς γε, ὦ Θεαίτητε, καὶ εἰ μέν σε ἡγούμεθα τῶν εἰς τὸν ἔπειτα χρόνον ἄλλως πως δοξασόντων εἶναι, νῦν ἂν τῷ λόγῳ μετὰ πειθοῦς ἀναγκαίας ἐπεχειροῦμεν ποιεῖν ὁμολογεῖν· ἐπειδὴ δέ σου καταμανθάνω τὴν φύσιν, ὅτι καὶ ἄνευ τῶν παρ’ ἡμῶν λόγων αὐτὴ πρόσεισιν ἐφ’ ἃ νῦν ἕλκεσθαι φῄς, ἐάσω· χρόνος γὰρ ἐκ περιττοῦ γίγνοιτ’ ἄν· ἀλλὰ θήσω τὰ μὲν φύσει λεγόμενα ποιεῖσθαι θείᾳ τέχνῃ, τὰ δ’ ἐκ τούτων ὑπ’ ἀνθρώπων ξυνιστάμενα ἀνθρωπίνῃ, καὶ κατὰ τοῦτον δὴ τὸν λόγον δύο ποιητικῆς γένη, τὸ μὲν ἀνθρώπινον εἶναι, τὸ δὲ θεῖον. — Ὀρθῶς.
39 Ὀνάτου· περὶ θεοῦ καὶ θείου (αʹ)
I.1.39a · Wachsmuth pp. 48
Ὁ μὲν θεὸς τὰ τῶν ἄλλων ζῴων ἐπαΐει, οὔτε νοητῶς οὔτε ἐπαϊστῶς, εἰ μή τισι πάγχυ ὀλίγοις τῶν ἀνθρώπων. καὶ δυνάμιες δ’ αὐτῶ ἀλήθεια· ὧν οἶμαι νομεῖς εἰ ἐναργέα τε καὶ ἐπαϊστά. αὐτὸς μὲν γὰρ ὁ θεὸς ἔστιν νόος καὶ ψυχὰ καὶ τὸ ἁγεμονικὸν τῶ σύμπαντος κόσμω· τὰ δὲ δυνάμιες αὐτῶ τἀλήθεια, ὧν οἶμαι νομεῖς, τά τ’ ἔργα καὶ τὰ πράξεες καὶ τὰ κατὰ τὸν σύμπαντα κόσμον ἐπιστρωφῶσες. Ὁ μὲν ὦν θεὸς αὐτὸς οὔτε ὁρατὸς οὔτε αἰσθητός, ἀλλὰ λόγῳ μόνον καὶ νόῳ θεωρατός· τὰ δ’ ἔργα αὐτῶ καὶ τὰ πράξεες ἐναργέες τε καὶ αἰσθητὰ ἐντὶ πάντεσσιν ἀνθρώποις.
39 Ὀνάτου· περὶ θεοῦ καὶ θείου (βʹ)
I.1.39b · Wachsmuth pp. 48-49
Δοκέει δέ μοι καὶ μὴ εἷς εἶμεν ὁ θεός, ἀλλ’ εἷς μὲν ὁ μέγιστος καὶ καθυπέρτερος καὶ ὁ κρατέων τῶ παντός, τοὶ δ’ ἄλλοι πολλοὶ διαφέροντες κατὰ δύναμιν· βασιλεύεν δὲ πάντων αὐτῶν ὁ καὶ κράτει καὶ μεγέθει καὶ ἀρετᾷ μέζων. Οὗτος δέ κ’ εἴη θεὸς ὁ περιέχων τὸν σύμπαντα κόσμον, τοὶ δ’ ἄλλοι θεοὶ οἱ θέοντες ἐντὶ κατ’ οὐρανὸν σὺν τᾷ τῶ παντὸς περιαγήσι, κατὰ λόγον ὀπαδέοντες τῷ πράτῳ καὶ νοατῷ.
Τοὶ δὲ λέγοντες ἕνα θεὸν εἶμεν, ἀλλὰ μὴ πολλὼς ἁμαρτάνοντι· τὸ γὰρ μέγιστον ἀξίωμα τᾶς θείας ὑπεροχᾶς οὐ συνθεωρεῦντι. Λέγω δὴ τὸ ἄρχειν καὶ καθαγεῖσθαι τῶν ὁμοίων καὶ κράτιστον καὶ καθυπέρτερον εἶμεν τῶν ἄλλων.
39 Ὀνάτου· περὶ θεοῦ καὶ θείου (γʹ)
I.1.39c · Wachsmuth pp. 49
Τοὶ δ’ ἄλλοι θεοὶ ποτὶ τὸν πρᾶτον θεὸν καὶ νοατὸν οὕτως ἔχοντι, ὥσπερ χορευταὶ ποτὶ κορυφαῖον καὶ στρατιῶται ποτὶ στραταγὸν καὶ λοχῖται καὶ ἐντεταγμένοι ποτὶ ταξίαρχαν καὶ λοχαγέαν, ἔχοντες φύσιν ἕπεσθαι καὶ ἐπακολουθεῖν τῷ καλῶς καθαγεομένῳ. ξυνὸν μὲν ὦν αὐτῶν τὸ ἔργον ἐστὶ καὶ τῶ ἄρχοντος καὶ τῶν ἀρχομένων, ἀλλ’ οὐ κ’ ἔτι δύναιντο συντετάχθαι τοὶ ἀρχόμενοι ποτὶ τὸ ἔργον ἀπολειφθέντες ἁγεμόνος, ὥσπερ οὔτε χορευταὶ ποτὶ συνοιδίαν, οὔτε στρατιῶται ποτὶ στρατιάν, ἀπολειφθέντες τοὶ μὲν στραταγῶ, τοὶ δὲ κορυφαίω.
39 Ὀνάτου· περὶ θεοῦ καὶ θείου (δʹ)
I.1.39d · Wachsmuth pp. 49-50
Τοιαύτα δὲ φύσις οὐδενὸς ποτιδεῖται, οὔτε συγγενέος οὔτε ἔξωθεν· διόπερ οὔτε ἐκ δύο συνάρμοσται, ψυχᾶς καὶ σώματος (καὶ γὰρ διόλω ἐστὶ ψυχά), οὔτε ἐναντίων τινῶν (τὰ γὰρ ἐναντία καὶ κρατὲν καὶ κρατεῖσθαι πέφυκεν). Ἁ δέ γε τῶ σώματος κρᾶσις μιαίνει τὸ καθαρὸν τᾶς ψυχᾶς, ἁ μὲν γὰρ ἀκήρατος καὶ θεῖόν ἐστι, τὸ δὲ θνατὸν καὶ θολομιγές· οὕτω δὲ μιαίνει καὶ μόλιβδος χρυσὸν καὶ τὰν τὸ τᾷ φύσι γνήσιον τὸ νόθον. Ὅλως δὲ τὸ σῶμα τοῖς θνατοῖς δέδωκεν ὁ θεὸς ζῴοις δι’ ἀΐδιον ἀνάγκαν καὶ ἄφυκτον. Φύσι γὰρ ἄπορον καὶ πτωχὸν πᾶν τὸ γενέσιος κεκοινωνηκός.
39 Ὀνάτου· περὶ θεοῦ καὶ θείου (εʹ)
I.1.39e · Wachsmuth pp. 50
Θεὸς μὲν ὦν ἔστι, καθάπερ ἐν ἀρχᾷ τῶ λόγου εἶπον, αὐτὸς γὰρ ἀρχὰ καὶ πρᾶτον· θεῖος δὲ ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ δινεύμενα πανταχῶς. ὁμοίως δὲ καὶ δαίμων ἐστὶν ἁ ψυχὰ (αὕτα γὰρ ἄρχει καὶ κινεῖ τὸ διόλω ζῷον)· δαιμόνιον δὲ τὸ σῶμα καὶ τὰ τούτω γε πάντα. δεῖ ὦν οὕτω διαιρεῖν, θεὸν καὶ θεῖον καὶ δαίμονα καὶ δαιμόνιον.