Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
9.9
I.49.9.9 · Wachsmuth pp. 330-331
Σκόπει δή, ἔφη, ὦ Κέβης, εἰ ἐκ πάντων τῶν εἰρημένων τάδε ἡμῖν ξυμβαίνει, τῷ μὲν θείῳ καὶ ἀθανάτῳ καὶ νοητῷ καὶ μονοειδεῖ καὶ ἀδιαλύτῳ, ἀεὶ ὡσαύτως κατὰ ταὐτὰ ἔχοντι ἑαυτῷ ὁμοιότατον εἶναι ψυχή, τῷ δὲ ἀνθρωπίνῳ καὶ θνητῷ καὶ ἀνοήτῳ καὶ πολυειδεῖ καὶ διαλυτῷ καὶ μηδέποτε κατὰ ταὐτὰ ἔχοντι ἑαυτῷ ὁμοιότερον αὖ εἶναι σῶμα. Ἔχομέν τι παρὰ ταῦτα λέγειν ἄλλο, ὦ φίλε Κέβης, ὡς οὐχ οὕτως ἔχει; - Οὐκ ἔχομεν. - Τί οὖν οὕτως ἐχόντων τούτων ἆρ᾽ οὐχὶ σώματι μὲν ταχὺ διαλύεσθαι προσήκει, ψυχῇ δὲ αὖ τὸ παράπαν ἀδιαλύτῳ εἶναι ἢ ἐγγύς τι τούτου; - Πῶς γὰρ οὔ;
9.10
I.49.9.10 · Wachsmuth pp. 331
Ἐννοεῖς οὖν, ἔφη, ὅτι ἐπειδὰν ἀποθάνῃ ὁ ἄνθρωπος, τὸ μὲν ὁρατὸν αὐτοῦ σῶμα καὶ ἐν ὁρατῷ κείμενον, ὃ δὴ νεκρὸν καλοῦμεν, ὃ προσήκει διαλύεσθαι καὶ διαπίπτειν καὶ διαπνεῖσθαι, οὐκ εὐθὺς τούτων οὐδὲν πέπονθεν, ἀλλ᾽ ἐπιεικῶς συχνὸν ἐπιμένει χρόνον· ἐὰν μέν τις καὶ χαριέντως ἔχων τὸ σῶμα τελευτήσῃ καὶ ἐν τοιαύτῃ ὥρᾳ, καὶ πάνυ μάλα. Συμπεσὸν γὰρ τὸ σῶμα καὶ ταριχευθέν, ὥσπερ οἱ ἐν Αἰγύπτῳ ταριχευθέντες, ὀλίγου ὅλον μένει ἀμήχανον ὅσον χρόνον· ἔνια δὲ μέρη τοῦ σώματος, καὶ ἐὰν σαπῇ, ὀστᾶ τε καὶ νεῦρα καὶ τὰ τοιαῦτα πάντα ὁμοίως, ὡς ἔπος εἰπεῖν, ἀθάνατά ἐστιν· ἢ οὔ; - Ναί.
9.11
I.49.9.11 · Wachsmuth pp. 331-332
Ἡ δὲ ψυχὴ ἄρα, τὸ ἀειδές, τὸ εἰς [τὸ] τοιοῦτον τόπον ἕτερον οἰχόμενον γενναῖον καὶ καθαρὸν καὶ ἀειδῆ, εἰς Ἅιδου ὡς ἀληθῶς, παρὰ τὸν ἀγαθὸν καὶ φρόνιμον θεόν, οἷ, ἂν θεὸς ἐθέλῃ, αὐτίκα καὶ τῇ ἐμῇ ψυχῇ ἰτέον, αὕτη δὲ ἡμῖν ἡ τοιαύτη καὶ οὕτω πεφυκυῖα ἀπαλλαττομένη τοῦ σώματος εὐθὺς διαπεφύσηται καὶ ἀπόλωλεν, ὥς φασιν οἱ πολλοὶ ἄνθρωποι; Πολλοῦ γε δεῖ, ὦ φίλε Κέβης καὶ Σιμμία.
10 · Πλάτωνος ἐκ τοῦ Κρατύλου
I.49.10 · Wachsmuth pp. 332
Πλάτωνος ἐκ τοῦ Κρατύλου.
Οἶμαι τοιοῦτόν τι νοεῖν τοὺς τὴν ψυχὴν ὀνομάσαντας, ὡς τοῦτο ἄρα, ὅταν παρῇ τῷ σώματι, αἴτιόν ἐστι τοῦ ζῆν αὐτῷ, τὴν τοῦ ἀναπνεῖν δύναμιν παρέχον καὶ ἀναψῦχον, ἅμα δὲ ἐκλείποντος τοῦ ἀναψύχοντος τὸ σῶμα ἀπόλλυται καὶ τελευτᾷ· ὅθεν δή μοι δοκοῦσιν ψυχὴν αὐτὸ καλέσαι.
11.1 · Πλάτωνος ἐκ τοῦ Φαίδρου
I.49.11.1 · Wachsmuth pp. 332
Πλάτωνος ἐκ τοῦ Φαίδρου.
Ψυχὴ πᾶσα ἀθάνατος. Τὸ γὰρ ἀεικίνητον ἀθάνατον· τὸ δ᾽ ἄλλο κινοῦν καὶ ὑπὸ ἄλλου κινούμενον παῦλαν ἔχον ζωῆς παῦλαν ἔχει κινήσεως. Μόνον δὴ τὸ αὑτὸ κινοῦν, ἅτε οὐκ ἀπολεῖπον ἑαυτό, οὔποτε λήγει κινούμενον, ἀλλὰ καὶ τοῖς ἄλλοις ὅσα κινεῖται, τοῦτο γὰρ πηγὴ καὶ ἀρχὴ κινήσεως.
11.2
I.49.11.2 · Wachsmuth pp. 332
Ἀρχὴ δὲ ἀγένητον· ἐξ ἀρχῆς γὰρ ἀνάγκη πᾶν τὸ γιγνόμενον γίγνεσθαι, αὐτὴν δὲ μηδ᾽ ἐξ ἑνός. Εἰ γὰρ ἔκ του ἀρχὴ γίγνοιτο, οὐκ ἂν ἐξ ἀρχῆς γίγνοιτο. Ἐπεὶ δὲ ἀγένητόν ἐστι, καὶ ἄφθορον αὐτὸ εἶναι ἀνάγκη. Ἀρχῆς γὰρ δὴ ἀπολομένης οὔτε αὐτή ποτε ἔκ του οὔτε ἄλλο ἐξ ἐκείνης γενήσεται, εἴπερ ἐξ ἀρχῆς δεῖ τὰ πάντα γίγνεσθαι.
11.3
I.49.11.3 · Wachsmuth pp. 332
Οὕτω δὴ κινήσεως μὲν ἀρχὴ τὸ αὐτὸ αὑτὸ κινοῦν· τοῦτο δ᾽ οὖν οὔτ᾽ ἀπόλλυσθαι οὔτε γίγνεσθαι δυνατόν, ἢ πάντα τε οὐρανὸν πᾶσάν τε γένεσιν συμπεσοῦσαν στῆναι καὶ μήποτε αὖθις ἔχειν ὅθεν κινηθέντα γενήσεται.
11.4
I.49.11.4 · Wachsmuth pp. 332-333
Ἀθανάτου δὲ πεφασμένου τοῦ ὑφ᾽ ἑαυτοῦ κινουμένου, ψυχῆς οὐσίαν τε καὶ λόγον τοῦτον αὐτόν τις λέγων οὐκ αἰσχυνεῖται. Πᾶν γὰρ σῶμα, ᾧ μὲν ἔξωθεν τὸ κινεῖσθαι, ἄψυχον· ᾧ δὲ ἔνδοθεν αὐτὸ ἐξ αὑτοῦ, ἔμψυχον, ὡς ταύτης οὔσης φύσεως ψυχῆς. Εἰ δ᾽ ἐστὶ τοῦτο οὕτως, μὴ ἄλλο τι εἶναι τὸ αὐτὸ αὑτὸ κινοῦν ἢ ψυχήν, ἐξ ἀνάγκης ἀγένητόν τε καὶ ἀθάνατον ψυχὴ ἂν εἴη.
11.5
I.49.11.5 · Wachsmuth pp. 333
Περὶ μὲν οὖν ἀθανασίας αὐτῆς ἱκανῶς. Περὶ δὲ τῆς ἰδέας αὐτῆς ὧδε λεκτέον· οἷον μὲν ἐστί, πάντῃ πάντως θείας εἶναι καὶ μακρᾶς διηγήσεως, ᾧ δὲ ἔοικεν, ἀνθρωπίνης τε καὶ ἐλάττονος. Ταύτῃ οὖν λέγωμεν. Ἐοικέτω δὴ ξυμφύτῳ δυνάμει ὑποπτέρου ζεύγους τε καὶ ἡνιόχου.
12 · Ἡροδότου ἱστορία βʹ
I.49.12 · Wachsmuth pp. 333
Ἡροδότου ἱστορία βʹ.
Πρῶτοι δὲ καὶ τόνδε τὸν λόγον Αἰγύπτιοί εἰσι οἱ εἰπόντες, ὡς ἀνθρώπου ψυχὴ ἀθάνατόν ἐστι· τοῦ δὲ σώματος καταφθίνοντος ἐς ἄλλο ζῷον αἰεὶ γινόμενον ἐσδύεται· ἐπὰν δὲ πάντα περιέλθῃ τὰ χερσαῖα καὶ τὰ θαλάσσια καὶ τὰ πετεινά, αὖτις ἐς ἀνθρώπου σῶμα γενόμενον ἐσδύνειν· τὴν περιήλυσιν δὲ αὐτῇ γίνεσθαι ἐν τρισχιλίοισι ἔτεσι. Τούτῳ τῷ λόγῳ εἰσὶ οἳ Ἑλλήνων ἐχρήσαντο οἳ μὲν πρότερον, οἳ δὲ ὕστερον.
13.1 · Πλάτωνος ἐκ τοῦ Φαίδωνος
I.49.13.1 · Wachsmuth pp. 333-334
Πλάτωνος ἐκ τοῦ Φαίδωνος.
Πότερον οὖν, ἔφη, πάντας τοὺς ἔμπροσθεν λόγους οὐκ ἀποδέχεσθε, ἢ τοὺς μέν, τοὺς δ᾽ οὔ; - Τοὺς μέν, ἐφάτην, τοὺς δ᾽ οὔ. - Τί οὖν, ἦ δ᾽ ὅς, περὶ ἐκείνου τοῦ λόγου λέγετε, ἐν ᾧ ἔφαμεν τὴν μάθησιν ἀνάμνησιν εἶναι, καὶ τούτου οὕτως ἔχοντος ἀναγκαίως ἔχειν ἄλλο τι πρότερον ἡμῶν εἶναι τὴν ψυχήν, πρὶν ἐν τῷ σώματι ἐντεθῆναι; - Ἐγὼ μέν, ἔφη ὁ Κέβης, καὶ τότε θαυμαστῶς ἐπείσθην ὑπ᾽ αὐτοῦ καὶ νῦν ἐμμένω ὡς οὐδενὶ λόγῳ. - Καὶ μήν, ἔφη ὁ Σιμμίας, καὶ αὐτὸς οὕτως ἔχω, καὶ πάνυ γε ἂν θαυμάσαιμι, εἴ μοι περί γε τούτου ἄλλα ποτέ ἔτι δόξειεν.
13.2
I.49.13.2 · Wachsmuth pp. 334
Καὶ ὁ Σωκράτης· Ἀλλ᾽ ἀνάγκη σοι, ἔφη, ὦ ξένε Θηβαῖε, ἄλλο δόξαι, ἄνπερ μείνῃ ἥδε ἡ οἴησις, τὸ ἁρμονίαν μὲν εἶναι σύνθετον πρᾶγμα, ψυχὴν δὲ ἁρμονίαν τινὰ ἐκ τῶν κατὰ τὸ σῶμα ἐντεταμένων συγκεῖσθαι. Οὐ γάρ που ἀποδέξῃ γε σαυτοῦ λέγοντος, ὡς πρότερον ἦν ἁρμονία ξυγκειμένη, πρὶν ἐκεῖνο εἶναι ἐξ ὧν ἔδει αὐτὴν συντεθῆναι· ἢ ἀποδέξῃ; - Οὐδαμοῦ, ἔφη, ὦ Σώκρατες.
13.3
I.49.13.3 · Wachsmuth pp. 334
Αἰσθάνῃ οὖν, ἦ δ᾽ ὅς, ὅτι ταῦτά σοι ξυμβαίνει λέγειν, ὅταν φῇς μὲν εἶναι τὴν ψυχὴν πρὶν καὶ εἰς ἀνθρώπου εἶδος καὶ σῶμα ἀφικέσθαι, εἶναι δ᾽ αὐτὴν συγκειμένην ἐκ τῶν οὐδέπω ὄντων; οὐ γὰρ δὴ ἁρμονία γέ σοι τοιοῦτόν ἐστιν ᾧ ἀπεικάζεις· ἀλλὰ πρότερον καὶ ἡ λύρα καὶ αἱ χορδαὶ καὶ οἱ φθόγγοι ἔτι ἀνάρμοστοι ὄντες γίγνονται, τελευταῖον δὲ πάντων ξυνίσταται ἡ ἁρμονία καὶ πρῶτον ἀπόλλυται. Οὗτος οὖν σοι ὁ λόγος ἐκείνῳ τῷ λόγῳ πῶς ξυναινέσεται; - Οὐδαμῶς, ἔφη ὁ Σιμμίας.
13.4
I.49.13.4 · Wachsmuth pp. 334-335
Καὶ μήν, ἦ δ᾽ ὅς, πρέπει γε, εἴπερ τῳ ἄλλῳ λόγῳ ξυνῳδῷ εἶναι καὶ τῷ περὶ ἁρμονίας. - Πρέπει γάρ, ἔφη ὁ Σιμμίας. - Οὗτος τοίνυν, ἔφη, σοι οὐ ξυνῳδός, ἀλλ᾽ ὅρα· πότερον αἱρεῖ τῶν λόγων, τὴν μάθησιν ἀνάμνησιν εἶναι, ἢ ψυχὴν ἁρμονίαν; - Πολὺ μᾶλλον ἐκεῖνον, ἔφη, ὦ Σώκρατες. Ὅδε μὲν γάρ μοι γέγονεν ἄνευ ἀποδείξεως μετὰ εἰκότος τινὸς καὶ εὐπρεπείας· ὅθεν καὶ τοῖς πολλοῖς δοκεῖ ἀνθρώποις· ἐγὼ δὲ τοῖς διὰ τῶν εἰκότων τὰς ἀποδείξεις ποιουμένοις λόγοις ξύνοιδα οὖσιν ἀλαζόσι, καὶ ἄν τις αὐτοὺς μὴ φυλάττηται, εὖ μάλα ἐξαπατῶσι καὶ ἐν γεωμετρίᾳ καὶ τοῖς ἄλλοις πᾶσιν.
13.5
I.49.13.5 · Wachsmuth pp. 335
Ὁ δὲ περὶ τῆς ἀναμνήσεως καὶ μαθήσεως λόγος δι᾽ ὑποθέσεως ἀξίας ἀποδέξασθαι εἴρηται. Ἐρρήθη γάρ που οὕτως ἡμῶν εἶναι ἡ ψυχὴ καὶ πρὶν ἢ εἰς σῶμα ἀφικέσθαι, ὥσπερ αὐτῆς ἐστιν ἡ οὐσία ἔχουσα τὴν ἐπωνυμίαν τὴν τοῦ ὃ ἔστιν. Ἐγὼ δὲ ταύτην, ὡς ἐμαυτὸν πείθω, ἱκανῶς τε καὶ ὀρθῶς ἀποδέδειγμαι. Ἀνάγκη οὖν μοι, ὡς ἔοικε, διὰ ταῦτα μήτε ὡς ἐμαυτοῦ μήτε ὡς ἄλλου ἀποδέχεσθαι λέγοντος ὡς ψυχή ἐστιν ἁρμονία.
13.6
I.49.13.6 · Wachsmuth pp. 335
Τί δέ, ἦ δ᾽ ὅς, ὦ Σιμμία, τῇδε; δοκεῖ σοι ἁρμονίᾳ ἢ ἄλλῃ τινὶ συνθέσει προσήκειν, ἄλλως πως ἔχειν ἢ ὡς ἂν ἐκεῖνα ἔχῃ ἐξ ὧν ἂν συγκέηται; - Οὐδαμῶς. - Οὐδὲ μὴν ποιεῖν τι, ὡς ἐγᾦμαι, οὐδέ τι πάσχειν ἄλλο παρ᾽ ὃ ἂν ἐκεῖνα ἢ ποιῇ ἢ πάσχῃ. - Συνέφη. - Οὐκ ἄρα ἡγεῖσθαί γε προσήκει ἁρμονίαν τούτων ἐξ ὧν ἂν συντεθῇ, ἀλλὰ ἕπεσθαι. - Συνεδόκει. - Πολλοῦ ἄρα δεῖ ἐναντία γε ἁρμονία κινηθῆναι ἂν ἢ φθέγξασθαι ἤ τι ἄλλο ἐναντιωθῆναι τοῖς αὑτῆς μέρεσι. - Πολλοῦ μέντοι, ἔφη.
13.7
I.49.13.7 · Wachsmuth pp. 335-336
Τί δέ; οὐχ οὕτως ἁρμονία πέφυκεν εἶναι ἑκάστη ἁρμονία, ὡς ἂν ἁρμοσθῇ; - Οὐ μανθάνω, ἔφη. - Ἢ οὐχί, ἦ δ᾽ ὅς, ἐὰν μὲν μᾶλλον ἁρμοσθῇ καὶ ἐπὶ πλέον, εἴπερ ἐνδέχεται τοῦτο γίγνεσθαι, μᾶλλόν τε ἂν ἁρμονία εἴη καὶ πλείων· εἰ δ᾽ ἧττόν τε καὶ ἐπὶ ἔλαττον, ἧττόν τε καὶ ἐλάττων; - Πάνυ γε. - Ἦ οὖν ἐστι τοῦτο περὶ ψυχήν, ὥστε κατὰ τὸ σμικρότατον μᾶλλον ἑτέραν ἑτέρας ψυχὴν ἐπὶ πλέον καὶ μᾶλλον ἢ ἐπὶ ἔλαττον καὶ ἧττον αὐτὸ τοῦτ᾽ εἶναι, ψυχήν; - Οὐδ᾽ ὁπωστιοῦν, ἔφη.
13.8
I.49.13.8 · Wachsmuth pp. 336
Φέρε δή, ἔφη, πρὸς Διός· λέγεται ψυχὴ ἡ μὲν νοῦν τε ἔχειν καὶ ἀρετὴν καὶ εἶναι ἀγαθή, ἡ δὲ ἄνοιάν τε καὶ μοχθηρίαν καὶ εἶναι κακή; καὶ ταῦτα ἀληθῶς λέγεται; - Ἀληθῶς μέντοι. - Τῶν οὖν τιθεμένων ψυχὴν ἁρμονίαν εἶναι τί τις φήσει ταῦτα ὄντα εἶναι ἐν ταῖς ψυχαῖς, τήν τε ἀρετὴν καὶ τὴν κακίαν; Πότερα ἁρμονίαν αὖ τιν᾽ ἄλλην καὶ ἀναρμοστίαν; καὶ τὴν μὲν ἡρμόσθαι, τὴν ἀγαθήν, καὶ ἔχειν ἐν αὑτῇ τῇ ἁρμονίᾳ οὔσῃ ἄλλην ἁρμονίαν, τὴν δὲ ἀνάρμοστον αὐτήν τε εἶναι καὶ οὐκ ἔχειν ἐν αὑτῇ ἄλλην; - Οὐκ ἔχω ἔγωγε, φησὶν ὁ Σιμμίας, εἰπεῖν· δῆλον δὲ ὅτι τοιαῦτ᾽ ἄττ᾽ ἂν λέγοι ὁ ἐκεῖνο ὑποθέμενος.