Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
⟨Περὶ μερῶν⟩
I.49.7a.heading · Wachsmuth pp. 325
⟨Περὶ μερῶν τῆς ψυχῆς.⟩
7a · ⟨Ἀετίου⟩
I.49.7a · Wachsmuth pp. 325
. . . . .
Ἀπολλοφάνης ⟨ἐξ ἐννέα μερῶν φησι τὴν ψυχὴν συνεστάναι⟩.
Περὶ κινήσεως καὶ ἀφθαρσίας
I.49.7b.heading · Wachsmuth pp. 325
Περὶ κινήσεως καὶ ἀφθαρσίας ψυχῆς.
7b · ⟨Ἀετίου⟩
I.49.7b · Wachsmuth pp. 325
Ἀριστοτέλης ἀκίνητον τὴν ψυχήν, πάσης κινήσεως προηγουμένην, τῆς δὲ κατὰ συμβεβηκὸς μετέχειν, καθάπερ τὰ σχήματα καὶ τὰ πέρατα καὶ καθάπαξ τὰ παρὰ τοῖς σώμασιν εἴδη.
7c.1 · ⟨Ἀετίου καὶ Πλάτωνος⟩
I.49.7c.1 · Wachsmuth pp. 325-326
Πλάτων ἄφθαρτον καὶ ἀεικίνητον.
Λέγει γοῦν ἐν Φαίδωνι·
Εἰπόντος δὴ τοῦ Σωκράτους ταῦτα ὑπολαβὼν ὁ Κέβης ἔφη· Ὦ Σώκρατες, τὰ μὲν ἄλλα ἔμοιγε δοκεῖ λέγεσθαι καλῶς, τὰ δὲ περὶ τῆς ψυχῆς πολλὴν ἀπιστίαν παρέχει τοῖς ἀνθρώποις, μὴ ἐπειδὰν ἀπαλλαγῇ τοῦ σώματος οὐδαμοῦ ἔτι ⟨ᾖ⟩, ἀλλ᾽ ἐκείνῃ τῇ ἡμέρᾳ διαφθείρηταί τε καὶ ἀπολλύηται, ᾗ ἂν ὁ ἄνθρωπος ἀποθάνῃ, εὐθὺς ἀπαλλαττομένη τοῦ σώματος καὶ ἐκβαίνουσα ὥσπερ πνεῦμα ἢ καπνὸς διασκεδασθεῖσα οἴχηται διαπτομένη καὶ οὐδὲν ἔτι οὐδαμοῦ ᾖ.
7c.2
I.49.7c.2 · Wachsmuth pp. 326
Ἐπεὶ εἴπερ εἴη που αὐτὴ καθ᾽ αὑτὴν συνηθροισμένη καὶ ἀπηλλαγμένη τούτων τῶν κακῶν ⟨ὧν⟩ νῦν σὺ διῆλθες, πολλὴ ἂν εἴη ἐλπὶς καὶ καλή, ὦ Σώκρατες, ὡς ἀληθῆ ἐστιν ἃ σὺ λέγεις· ἀλλὰ τοῦτο δὴ ἴσως οὐκ ὀλίγης παραμυθίας δεῖται καὶ πίστεως, ὡς ἐστί τε ἡ ψυχὴ ἀποθανόντος τοῦ ἀνθρώπου καί τινα δύναμιν ἔχει καὶ φρόνησιν.
7c.3
I.49.7c.3 · Wachsmuth pp. 326
Ἀληθῆ, ἔφη, λέγεις, ὁ Σωκράτης, ὦ Κέβης· ἀλλὰ τί δὴ ποιῶμεν; ἢ περὶ αὐτῶν τούτων βούλει διαμυθολογῶμεν, εἴτε εἰκὸς οὕτως ἔχειν εἴτε μή; - Ἐγὼ γοῦν, ἔφη ὁ Κέβης, ἡδέως ἂν ἀκούσαιμ᾽ ἥντινα δόξαν ἔχεις περὶ αὐτῶν.
8.1 · Ἐν ταὐτῷ
I.49.8.1 · Wachsmuth pp. 326
Ἐν ταὐτῷ.
Παλαιὸς μὲν οὖν ἐστί τις λόγος οὗτος, οὗ μεμνήμεθα, ὡς εἰσὶν ἐνθένδε ἀφικόμεναι ἐκεῖ, καὶ πάλιν γε δεῦρο ἀφικνοῦνται καὶ γίγνονται ἐκ τῶν τεθνεώτων· καὶ εἰ τοῦθ᾽ οὕτως ἔχει, πάλιν γίγνεσθαι ἐκ τῶν ἀποθανόντων τοὺς ζῶντας, ἄλλο τι ἢ εἶεν ἂν ἡμῶν αἱ ψυχαὶ ἐκεῖ; Οὐ γὰρ ἄν που πάλιν ἐγίγνοντο μὴ οὖσαι· καὶ τοῦτο ἱκανὸν τεκμήριον τοῦ ταῦτ᾽ εἶναι, εἰ τῷ ὄντι φανερὸν γένοιτο, ὅτι οὐδαμόθεν ἄλλοθεν γίγνονται οἱ ζῶντες ἢ ἐκ τῶν τεθνεώτων· εἰ δὲ μή ἐστι τοῦτο, ἄλλου ἄν του δέοι λόγου. - Πάνυ μὲν οὖν, ἔφη ὁ Κέβης.
8.2
I.49.8.2 · Wachsmuth pp. 326-327
Μὴ τοίνυν κατ᾽ ἀνθρώπων, ἦ δ᾽ ὅς, σκόπει μόνον τοῦτο, εἰ βούλει ῥᾷον μαθεῖν, ἀλλὰ καὶ κατὰ ζῴων πάντων καὶ φυτῶν καὶ ξυλλήβδην ὅσαπερ ἔχει γένεσιν περὶ πάντων ἴδωμεν, ἆρα οὑτωσὶ γίγνεται ἅπαντα οὐκ ἄλλοθεν ἢ ἐκ τῶν ἐναντίων τὰ ἐναντία, ὅσοις τυγχάνει ὂν τοιοῦτόν τι, οἷον τὸ καλὸν τῷ αἰσχρῷ ἐναντίον που καὶ δίκαιον ἀδίκῳ, καὶ ἄλλα δὴ μυρία οὕτως ἔχει. Τοῦτο οὖν σκεψώμεθα, ἆρα ἀναγκαῖον, ὅσοις ἐστί τι ἐναντίον, μηδαμόθεν ἄλλοθεν αὐτὸ γίγνεσθαι ἢ ἐκ τοῦ αὑτῷ ἐναντίου.
8.3
I.49.8.3 · Wachsmuth pp. 327
Οἷον ὅταν μεῖζόν τι γίγνηται, ἀνάγκη που ἐξ ἐλάττονος ὄντος πρότερον ἔπειτα μεῖζον γίγνεσθαι; - Ναί. - Οὐκοῦν κἂν ἔλαττον γίγνηται ἐκ μείζονος ὄντος πρότερον ὕστερον ἔλαττον γενήσεται; - Ἔστιν, ἔφη, οὕτω. - Καὶ μὴν ἐξ ἰσχυροτέρου γε τὸ ἀσθενέστερον καὶ ἐκ βραδυτέρου τὸ θᾶττον; - Πάνυ γε. - Τί δέ; ἄν τι χεῖρον γίγνηται, οὐκ ἐξ ἀμείνονος, καὶ ἐὰν δικαιότερον, οὐκ ἐξ ἀδικωτέρου; - Πῶς γὰρ οὔ; - Ἱκανῶς οὖν, ἔφη, ἔχομεν τοῦτο, ὅτι πάντα οὕτω γίγνεται, ἐξ ἐναντίων τὰ ἐναντία πράγματα; - Πάνυ γε. - . . . . .
8.4
I.49.8.4 · Wachsmuth pp. 327
Τί οὖν; ἔφη, τῷ ζῆν ἐστί τι ἐναντίον, ὥσπερ τῷ ἐγρηγορέναι τὸ καθεύδειν; - Πάνυ μὲν οὖν, ἔφη. - Τί; - Τὸ τεθνάναι, ἔφη. - Οὐκοῦν ἐξ ἀλλήλων τε γίγνεται ταῦτα, εἴπερ ἐναντία ἐστί, καὶ αἱ γενέσεις εἰσὶν αὐτοῖν μεταξὺ δύο δυοῖν ὄντων; - Πῶς γὰρ οὔ;
8.5
I.49.8.5 · Wachsmuth pp. 327-328
Τὴν μὲν τοίνυν ἑτέραν συζυγίαν ὧν νῦν δὴ ἔλεγον ἐγώ σοι, ἔφη, ἐρῶ, ὁ Σωκράτης, καὶ αὐτὴν καὶ τὰς γενέσεις· σὺ δέ μοι τὴν ἑτέραν. Λέγω δὲ τὸ μὲν καθεύδειν, τὸ δὲ ἐγρηγορέναι, καὶ ἐκ τοῦ καθεύδειν τὸ ἐγρηγορέναι γίγνεσθαι καὶ ἐκ τοῦ ἐγρηγορέναι τὸ καθεύδειν καὶ τὰς γενέσεις αὐτῶν τὴν μὲν καταδαρθάνειν εἶναι, τὴν δὲ ἀνεγείρεσθαι. Ἱκανῶς σοι ἔφην ἢ οὔ; - Πάνυ μὲν οὖν.
8.6
I.49.8.6 · Wachsmuth pp. 328
Λέγε δὴ καὶ σύ μοι, ἔφη, οὕτω περὶ ζωῆς καὶ θανάτου. Οὐκ ἐναντίον μὲν φῂς τῷ ζῆν τὸ τεθνάναι εἶναι; - Ἔγωγε. - Γίγνεσθαι δὲ ἐξ ἀλλήλων; - Ναί. - Ἐξ οὖν τοῦ ζῶντος τί τὸ γιγνόμενον; - Τὸ τεθνηκός, ἔφη. - ⟨Τί δέ, ἦ δ᾽ ὅς, ἐκ τοῦ τεθνεῶτος; - Ἀναγκαῖον, ἔφη, ὁμολογεῖν,⟩ ὅτι τὸ ζῶν. - Ἐκ τῶν τεθνεώτων ἄρα, ὦ Κέβης, τὰ ζῶντά τε καὶ οἱ ζῶντες γίγνονται; - Φαίνεται, ἔφη. - Εἰσὶν ἄρα, ἔφη, αἱ ψυχαὶ ἡμῶν ἐν Ἅιδου. - Ἔοικεν.
8.7
I.49.8.7 · Wachsmuth pp. 328
Οὐκοῦν καὶ τοῖν γενεσέοιν τοῖν περὶ ταῦτα ἥ γ᾽ ἑτέρα σαφὴς οὖσα τυγχάνει; τὸ γὰρ ἀποθνῄσκειν σαφὲς δήπου, ἢ οὔ; - Πάνυ μὲν οὖν, ἔφη. - Πῶς οὖν, ἦ δ᾽ ὅς, ποιήσομεν; ⟨οὐκ ἀνταποδώσομεν⟩ τὴν ἐναντίαν γένεσιν, ἀλλὰ ταύτῃ χωλὴ ἔσται ἡ φύσις; ἢ ἀνάγκη ἀποδοῦναι τῷ ἀποθνῄσκειν ἐναντίαν γένεσιν; - Πάντως που, ἔφη. - Τίνα ταύτην; - Τὸ ἀναβιώσκεσθαι.
8.8
I.49.8.8 · Wachsmuth pp. 328
Οὐκοῦν, ἦ δ᾽ ὅς, εἴπερ ἐστὶ τὸ ἀναβιώσκεσθαι, ἐκ τῶν τεθνεώτων ⟨ἂν εἴη γένεσις εἰς τοὺς ζῶντας αὕτη, τὸ ἀναβιώσκεσθαι; - Πάνυ γε. - Ὁμολογεῖται ἄρα ἡμῖν καὶ ταύτῃ τοὺς ζῶντας ἐκ τῶν τεθνεώτων⟩ γεγονέναι οὐδὲν ἧττον ἢ τοὺς τεθνεῶτας ἐκ τῶν ζώντων· τούτου δὲ ὄντος, ἱκανόν που ἐδόκει τεκμήριον εἶναι, ὅτι ἀναγκαῖον τὰς τῶν τεθνεώτων ψυχὰς εἶναί που, ὅθεν δὴ πάλιν γίγνεσθαι. - Δοκεῖ μοι, ἔφη, ὦ Σώκρατες, ἐκ τῶν ὡμολογημένων ἀναγκαῖον οὕτως ἔχειν.
9.1 · Ἐν ταὐτῷ
I.49.9.1 · Wachsmuth pp. 328-329
Ἐν ταὐτῷ.
Ἆρ᾽ οὖν τῷ συντεθέντι τε καὶ συνθέτῳ ὄντι φύσει προσήκει τοῦτο πάσχειν, διαιρεθῆναι ταύτῃ ᾗπερ συνετέθη· εἰ δέ τι τυγχάνει ὂν ἀσύνθετον, τούτῳ μόνῳ προσήκει μὴ πάσχειν ταῦτα, εἴπερ τῳ ἄλλῳ; - Δοκεῖ μοι, ἔφη, οὕτως ἔχειν, ὁ Κέβης. - Οὐκοῦν ἅπερ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχει, ταῦτα μάλιστα εἰκὸς εἶναι τὰ ἀσύνθετα, τὰ δὲ ἄλλοτ᾽ ἄλλως καὶ μηδέποτε κατὰ ⟨ταὐτά⟩, ταῦτα ⟨δὲ⟩ σύνθετα; - Ἔμοιγε δοκεῖ οὕτως. . . . . .
9.2
I.49.9.2 · Wachsmuth pp. 329
Θῶμεν οὖν βούλει, ἔφη, δύο εἴδη τῶν ὄντων, τὸ μὲν ὁρατόν, τὸ δὲ ἀειδές; - Θῶμεν, ἔφη. - Καὶ τὸ μὲν ἀειδὲς κατὰ ταὐτὰ ἔχον, τὸ δὲ ὁρατὸν μηδέποτε κατὰ ταὐτά; - Καὶ τοῦτο, ἔφη, θῶμεν. - Φέρε δή, ἦ δ᾽ ὅς, ἄλλο τι ἡμῶν αὐτῶν, ἢ τὸ μὲν σῶμά ἐστι, τὸ δὲ ψυχή; - Οὐδὲν ἄλλο, ἔφη.
9.3
I.49.9.3 · Wachsmuth pp. 329
Ποτέρῳ οὖν ὁμοιότερον τῷ εἴδει φαμὲν ἂν εἶναι καὶ ξυγγενέστερον τὸ σῶμα; - Παντί, ἔφη, τοῦτό γε δῆλον ὅτι τῷ ὁρατῷ. - Τί δὲ ἡ ψυχή; ὁρατὸν ἢ ἀειδές; - Οὐχ ὑπ᾽ ἀνθρώπων γε, ἔφη, ὦ Σώκρατες. - Ἀλλὰ μὴν ἡμεῖς γε τὰ ὁρατὰ καὶ τὰ μὴ τῇ τῶν ἀνθρώπων φύσει ἐλέγομεν· ἢ ἄλλῃ τινὶ οἴῃ; - Τῇ τῶν ἀνθρώπων.
9.4
I.49.9.4 · Wachsmuth pp. 329
Τί οὖν περὶ ψυχῆς λέγομεν; ὁρατὸν ἢ ἀόρατον εἶναι; - Οὐχ ὁρατόν. - Ἀειδὲς ἄρα; - Ναί. - Ὁμοιότερον ἄρα ψυχὴ σώματός ἐστι τῷ ἀειδεῖ, τὸ δὲ τῷ ὁρατῷ; - Πᾶσα ἀνάγκη, ὦ Σώκρατες.
9.5
I.49.9.5 · Wachsmuth pp. 329-330
Οὐκοῦν καὶ τόδε πάλαι ἐλέγομεν, ὅτι ἡ ψυχή, ὅταν μὲν τῷ σώματι προσχρῆται εἰς τὸ σκοπεῖν τι ἢ διὰ τοῦ ὁρᾶν ἢ διὰ τοῦ ἀκούειν ἢ δι᾽ ἄλλης τινὸς αἰσθήσεως (τοῦτο γάρ ἐστι τὸ διὰ τοῦ σώματος, τὸ δι᾽ αἰσθήσεως σκοπεῖν τι), τότε μὲν ἕλκεται ὑπὸ τοῦ σώματος εἰς τὰ οὐδέποτε κατὰ ταὐτὰ ἔχοντα, καὶ αὐτὴ πλανᾶται καὶ ταράττεται καὶ ἰλιγγιᾷ ὥσπερ μεθύουσα, ἅτε τοιούτων ἐφαπτομένη; - Πάνυ γε.
9.6
I.49.9.6 · Wachsmuth pp. 330
Ὅταν δέ γε αὐτὴ καθ᾽ αὑτὴν σκοπῇ, ἐκεῖσε οἴχεται εἰς τὸ καθαρόν τε καὶ ἀεὶ ὂν καὶ ἀθάνατον καὶ ὡσαύτως ἔχον, καὶ συγγενὴς αὐτοῦ οὖσα ἀεὶ μετ᾽ ἐκείνου τε γίγνεται, ὅτανπερ αὐτὴ καθ᾽ αὑτὴν γένηται καὶ ἐξῇ αὐτῇ, καὶ πέπαυταί τε τοῦ πλάνου καὶ περὶ ἐκεῖνα ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἔχει, ἅτε τοιούτων ἐφαπτομένη· καὶ τοῦτο αὐτῆς τὸ πάθημα φρόνησις κέκληται; - Παντάπασιν, ἔφη, καλῶς καὶ ἀληθῆ λέγεις, ὦ Σώκρατες.
9.7
I.49.9.7 · Wachsmuth pp. 330
Ποτέρῳ οὖν αὖ σοι δοκεῖ τῷ εἴδει καὶ ἐκ τῶν πρόσθεν καὶ ἐκ τῶν νῦν λεγομένων ψυχὴ ὁμοιότερον εἶναι καὶ ξυγγενέστερον; - Πᾶς ἂν ἔμοιγε δοκεῖ, ἦ δ᾽ ὅς, συγχωρήσαι, ὦ Σώκρατες, ἐκ ταύτης τῆς μεθόδου καὶ ὁ δυσμαθέστατος, ὅτι ὅλῳ καὶ παντὶ ὁμοιότερόν ἐστι ψυχὴ τῷ ἀεὶ ὡσαύτως ἔχοντι μᾶλλον ἢ τῷ μή. - Τί δὲ τὸ σῶμα; - Τῷ ἑτέρῳ.
9.8
I.49.9.8 · Wachsmuth pp. 330
Ὅρα δὲ καὶ τῇδε· ὅτι ἐπειδὰν ἐν τῷ αὐτῷ ὦσι ψυχὴ καὶ σῶμα, τῷ μὲν δουλεύειν καὶ ἄρχεσθαι ἡ φύσις προστάττει, τῇ δὲ ἄρχειν καὶ δεσπόζειν· καὶ κατὰ ταῦτα αὖ πότερόν σοι δοκεῖ ὅμοιον τῷ θείῳ εἶναι, ἢ πότερον τῷ θνητῷ; ἢ οὐ δοκεῖ σοι τὸ μὲν θεῖον οἷον ἄρχειν τε καὶ ἡγεμονεύειν πεφυκέναι, τὸ δὲ θνητὸν ἄρχεσθαί τε καὶ δουλεύειν; - Ἔοικε. - Ποτέρῳ οὖν ἡ ψυχὴ ἔοικε; - Δῆλα δή, ὦ Σώκρατες, ὅτι ἡ μὲν ψυχὴ τῷ θείῳ, τὸ δὲ σῶμα τῷ θνητῷ.