Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 49

Κεφάλαιον ΜΘʹ

Περὶ ψυχῆς.

1a.1 · ⟨Ἀετίου⟩

Θαλῆς ἀπεφήνατο πρῶτος τὴν ψυχὴν ἀεικίνητον ἢ αὐτοκίνητον.

Πυθαγόρας ἀριθμὸν αὑτὸν κινοῦντα, τὸν δὲ ἀριθμὸν ἀντὶ τοῦ νοῦ παραλαμβάνει.

Ὁμοίως δὲ καὶ Ξενοκράτης.

Ἀλκμαίων φύσιν αὐτοκίνητον κατὰ ἀίδιον κίνησιν καὶ διὰ τοῦτο ἀθάνατον αὐτὴν καὶ προσεμφερῆ τοῖς θείοις ὑπολαμβάνει.

1a.2

Δικαίαρχος ἁρμονίαν τῶν τεττάρων στοιχείων.

Ἀσκληπιάδης ὁ ἰατρὸς συγγυμνασίαν τῶν αἰσθήσεων.

1a.3

Ἀριστοτέλης ἐνδελέχειαν πρώτην σώματος φυσικοῦ, ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος· τὴν δ᾽ ἐντελέχειαν ἀκουστέον ἀντὶ τοῦ εἴδους καὶ τῆς ἐνεργείας.

1b.1 · ⟨Ἀετίου⟩

Ἀναξιμένης, Ἀναξαγόρας, Ἀρχέλαος [Διογένης] ἀερώδη.

Οἱ Στωικοὶ πνεῦμα νοερόν, θερμόν.

Παρμενίδης δὲ καὶ Ἵππασος πυρώδη.

1b.2

Δημόκριτος πυρῶδες σύγκριμα ἐκ τῶν λόγῳ θεωρητῶν, σφαιρικὰς μὲν ἐχόντων τὰς ἰδέας, πυρίνην δὲ τὴν δύναμιν, ὅπερ σῶμα εἶναι.

Ἡράκλειτος φωτοειδῆ τὴν ψυχὴν ὡρίσατο.

Λεύκιππος ἐκ πυρὸς εἶναι τὴν ψυχήν.

Διογένης ὁ Ἀπολλωνιάτης ἐξ ἀέρος τὴν ψυχήν.

Ἵππων ἐξ ὕδατος τὴν ψυχήν.

1b.3

Ξέναρχος ὁ Περιπατητικὸς καὶ τινες ἕτεροι τῆς αὐτῆς αἱρέσεως τὴν κατὰ τὸ εἶδος τελειότητα καὶ ἐντελέχειαν, καθ᾽ ἑαυτὴν οὖσαν ἅμα καὶ μετὰ τοῦ σώματος συντεταγμένην.

1b.4

Ἐπίκουρος κρᾶμα ἐκ τεττάρων, ἐκ ποιοῦ πυρώδους, ἐκ ποιοῦ ἀερώδους, ἐκ ποιοῦ πνευματικοῦ, ἐκ τετάρτου τινὸς ἀκατονομάστου, τοῦτο δ᾽ ἦν αὐτῷ τὸ αἰσθητικόν· ὧν τὸ μὲν πνεῦμα κίνησιν, τὸν δὲ ἀέρα ἠρεμίαν, τὸ δὲ θερμὸν τὴν φαινομένην θερμότητα τοῦ σώματος, τὸ δ᾽ ἀκατονόμαστον τὴν ἐν ἡμῖν ἐμποιεῖν αἴσθησιν, ἐν οὐδενὶ γὰρ τῶν ὀνομαζομένων στοιχείων εἶναι αἴσθησιν.

1c · Ἑρμοῦ

Ἑρμοῦ.

Ψυχὴ τοίνυν ἐστὶν οὐσία ἀίδιος νοητική, νόημα ἔχουσα τὸν ἑαυτῆς λόγον.

2 · Πλάτωνος

Πλάτωνος ἐκ τοῦ Φαίδρου.

Ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία ὄντως ⟨οὖσα⟩ ψυχῆς.

3.1 · Ἑρμοῦ

Ἑρμοῦ.

Ἔστι τοίνυν ἡ ψυχὴ ἀσώματος οὐσία· εἰ γὰρ ἔχει σῶμα, οὐκέτι ἔσται ἑαυτῆς σωστική. Πᾶν γὰρ σῶμα δεῖται τοῦ εἶναι, δεῖται καὶ ζωῆς τῆς ἐν τάξει κειμένης. Παντὶ γὰρ τῷ γένεσιν ἔχοντι καὶ μεταβολὴν δεῖ ἐπακολουθεῖν. Τὸ γὰρ γινόμενον γίνεται ἐν μεγέθει, γινόμενον ⟨γὰρ⟩ αὔξην ἔχει· παντὶ δὲ τῷ αὐξανομένῳ ἐπακολουθεῖ μείωσις, μειώσει φθορά. Μετειληφὸς δὲ εἴδους ζωῆς ζῇ καὶ κοινωνεῖ τοῦ εἶναι ⟨διὰ⟩ τὴν ψυχήν.

3.2

Ἡ δὲ αἰτία ἑτέρῳ τοῦ εἶναι αὐτὴ προτοῦ ὄν ἐστι. Τὸ δὲ εἶναι νῦν λέγω τὸ ἐν λόγῳ γενέσθαι καὶ μετέχειν ζωῆς νοερᾶς· παρέχει δὲ ἡ ψυχὴ ζωὴν νοεράν. Καλεῖται δὲ ζῷον μὲν διὰ τὴν ζωήν, λογικὸν δὲ διὰ τὸ νοερόν, θνητὸν δὲ διὰ τὸ σῶμα. Ψυχὴ ἄρα ⟨οὐσία⟩ ἀσώματος, ἀμετάπτωτον ἔχουσα τὴν δύναμιν. Πῶς γὰρ οἷόν τέ ἐστι λέγειν ζῷον [νοερόν], μὴ οὔσης οὐσίας τῆς καὶ παρεχούσης ζωήν; ἀλλὰ οὐδὲ λογικὸν οἷόν τέ ἐστιν εἰπεῖν, μὴ οὔσης τῆς διανοητικῆς οὐσίας τῆς καὶ παρεχούσης νοερὰν ζωήν.

3.3

Ἐν πᾶσι δὲ οὐκ ἀφικνεῖται τὸ νοερὸν διὰ τὴν τοῦ σώματος σύστασιν πρὸς τὴν ἁρμονίαν. Ἐὰν γὰρ ὑπερέχῃ ἐν τῇ συστάσει τὸ θερμόν, κοῦφος καὶ ἔνθερμος ⟨ἄνθρωπος⟩ γίνεται, ἐὰν δὲ τὸ ψυχρόν, βαρὺς καὶ νωχελὴς γίνεται· φύσις γὰρ ἁρμόζει τὴν τοῦ σώματος σύστασιν πρὸς τὴν ἁρμονίαν. Εἴδη δὲ τῆς ἁρμονίας τρία· τὸ κατὰ τὸ θερμὸν καὶ τὸ κατὰ ⟨τὸ⟩ ψυχρὸν καὶ τὸ κατὰ τὸ μέσον.

3.4

Ἁρμόζει δὲ κατὰ τὸν ἐπικρατήσαντα ἀστέρα τῆς συγκράσεως τῶν ἀστέρων. Παραλαβοῦσα δὲ ψυχὴ ⟨σῶμα⟩ καθὼς εἵμαρται, τούτῳ παρέχει ζωὴν τῷ τῆς φύσεως ἔργῳ. Ἡ φύσις τοίνυν ὁμοιοῖ τὴν ἁρμονίαν τοῦ σώματος τῇ τῶν ἀστέρων συγκράσει καὶ ἑνοῖ τὰ πολυμιγῆ πρὸς τὴν τῶν ἀστέρων ἁρμονίαν, ὥστε ἔχειν πρὸς ἄλληλα συμπάθειαν. Τέλος γὰρ τῆς τῶν ἀστέρων ἁρμονίας τὸ γεννᾶν συμπάθειαν καθ᾽ εἱμαρμένην αὐτῶν.

4.1 · Τοῦ αὐτοῦ

Τοῦ αὐτοῦ.

Ψυχὴ τοίνυν ἐστίν, ὦ Ἄμμων, οὐσία αὐτοτελής, ἐν ἀρχῇ ἑλομένη βίον τὸν καθ᾽ εἱμαρμένην καὶ ἐπεσπάσατο ἑαυτῇ λόγον ὅμοιον τῇ ὕλῃ ἔχοντα θυμὸν καὶ ἐπιθυμίαν. Καὶ ὁ μὲν θυμὸς ὑπερέχει ὕλην· οὗτος, ἐὰν ἕξιν ποιήσῃ πρὸς τὸ τῆς ψυχῆς νόημα, γίνεται ἀνδρεία καὶ οὐ παράγεται ὑπὸ δειλίας. Ἡ δὲ ἐπιθυμία ὑπερέχεται· αὕτη ἐὰν ἕξιν ποιήσῃ πρὸς τὸν τῆς ψυχῆς λογισμόν, γίνεται σωφροσύνη καὶ οὐ κινεῖται ὑπὸ ἡδονῆς· ἀναπληροῖ γὰρ ὁ λογισμὸς τὸ ἐνδέον τῆς ἐπιθυμίας.

4.2

Ὅταν δὲ ἀμφότερα ὁμονοήσῃ καὶ ἴσην ἕξιν ποιήσῃ καὶ ἔχηται ἀμφότερα τοῦ τῆς ψυχῆς λογισμοῦ, γίνεται δικαιοσύνη· ἡ γὰρ ἴση ἕξις αὐτῶν ἀφαιρεῖ μὲν τὴν ὑπερβολὴν τοῦ θυμοῦ, ἐπανισοῖ δὲ τὸ ἐνδέον τῆς ἐπιθυμίας. Ἀρχὴ δὲ τούτων ἡ διανοητικὴ οὐσία, καθ᾽ αὑτὴν αὐτὴ οὖσα, ἐν τῷ αὐτῆς περινοητικῷ λόγῳ κράτος ἔχουσα [τὸν ἑαυτῆς λόγον]. Ἄρχει δὲ καὶ ἡγεμονεύει ἡ οὐσία ὥσπερ ἄρχων· ὁ δὲ λόγος αὐτῆς ὥσπερ σύμβουλος.

4.3

Ὁ περινοητικὸς λόγος τοίνυν τῆς οὐσίας ἐστὶ γνῶσις τῶν λογισμῶν τῶν παρεχόντων εἰκασμὸν λογισμοῦ τῷ ἀλόγῳ, ἀμυδρὸν μὲν ὡς πρὸς λόγον, λογισμὸν δὲ ὡς πρὸς τὸ ἄλογον, καθάπερ ἠχὼ πρὸς φωνὴν καὶ τὸ τῆς σελήνης λαμπρὸν πρὸς ἥλιον. Ἥρμοσται δὲ θυμὸς καὶ ἐπιθυμία πρὸς τινα λογισμὸν καὶ ἀνθέλκει ἄλληλα καὶ ἐπισπᾶται ⟨τὴν⟩ ἐν ἑαυτοῖς ὑλικὴν διάνοιαν.

5.1 · Τοῦ αὐτοῦ

Τοῦ αὐτοῦ.

Ψυχὴ πᾶσα ἀθάνατος καὶ ἀεικίνητος. Ἔφημεν γὰρ ἐν τοῖς γενικοῖς κινήσεις τὰς μὲν ὑπὸ τῶν ἐνεργειῶν, τὰς δὲ ὑπὸ τῶν σωμάτων. Φαμὲν δὲ τὴν ψυχὴν ἐξ οὐσίας τινὸς οὐχ ὕλης γεγενῆσθαι, ἀσώματον οὖσαν καὶ αὐτῆς ἀσωμάτου οὔσης. Πᾶν γὰρ τὸ γενόμενον ἀνάγκη ἔκ τινος γεγενῆσθαι.

5.2

Ὅσων μὲν οὖν τῇ γενέσει φθορὰ ἐπακολουθεῖ, τούτοις δύο κινήσεις παρακολουθεῖν ἀνάγκη, τήν τε ⟨τῆς⟩ ψυχῆς ὑφ᾽ ἧς κινεῖται καὶ τὴν τοῦ σώματος ὑφ᾽ ἧς αὔξεται καὶ φθίνει, ἔτι δὲ καὶ ἀναλυθέντος ἀναλύεται. Ταύτην ὁρίζομαι τὴν κίνησιν τῶν φθαρτῶν σωμάτων. Ἡ δὲ ψυχὴ ἀεικίνητος, ὅτι ἀεὶ ἐν αὐτῇ κινεῖται καὶ ἄλλοις κίνησιν ἐνεργεῖ. Κατὰ τοῦτον οὖν τὸν λόγον ἐστὶ ψυχὴ πᾶσα ἀθάνατος καὶ ἀεικίνητος, ἔχουσα κίνησιν τὴν αὑτῆς ἐνέργειαν.

5.3

Ἰδέαι δὲ ψυχῶν· θεία, ἀνθρωπίνη, ἄλογος. Ἡ μὲν οὖν θεία τοῦ θείου σώματος ⟨δι᾽⟩ αὑτῆς ἐνέργεια. Ἐν μὲν γὰρ αὐτῇ κινεῖται καὶ αὐτὸ κινεῖ. Ἐπὰν γὰρ θνητῶν ζῴων ἀπαλλαγῇ, χωρισθεῖσα τῶν ἀλόγων ἑαυτῆς μερῶν, ἐξελθοῦσα εἰς τὸ θεῖον σῶμα ὡς ἀεικίνητος ἐν ἑαυτῇ κινεῖται, συμπεριφερομένη τῷ παντί.

5.4

Ἡ δὲ ἀνθρωπίνη ἔχει μὲν καί τι τοῦ θείου, συνῆπται δὲ αὐτῇ καὶ τὰ ἄλογα, ἥ τε ἐπιθυμία καὶ ὁ θυμός. Καὶ αὗται μὲν ἀθάνατοι, καθότι καὶ αὗται ἐνέργειαι τυγχάνουσιν, [αἱ] ἐνέργειαι δὲ θνητῶν σωμάτων. Διὸ τοῦ μὲν θείου μέρους τῆς ψυχῆς, οὔσης ἐν τῷ θείῳ σώματι, πόρρω τυγχάνουσιν οὖσαι· ἐπειδὰν δὲ εἰσέλθῃ τοῦτο εἰς θνητὸν σῶμα, κἀκεῖνα ἐπιφοιτᾷ καὶ τῇ παρουσίᾳ αὐτῶν γίνεται ἀεὶ ψυχὴ ἀνθρωπίνη. Ἡ δὲ τῶν ἀλόγων συνέστηκεν ἐκ θυμοῦ τε καὶ ἐπιθυμίας. Διόπερ καὶ ἄλογα ἐκλήθη τὰ ζῷα ταῦτα, στερήσει τοῦ λόγου τῆς ψυχῆς.

5.5

Τετάρτην δὲ νόει τὴν τῶν ἀψύχων, ἥτις ἔξωθεν οὖσα τῶν σωμάτων ἐνεργεῖ κινοῦσα. Αὕτη δ᾽ ἂν εἴη ἐν τῷ θείῳ σώματι κινουμένη καὶ ὥσπερ κατὰ πάροδον ταῦτα κινοῦσα.

6.1 · Τοῦ αὐτοῦ

Τοῦ αὐτοῦ.

Ψυχὴ τοίνυν ἐστὶν ἀίδιος νοητικὴ οὐσία, νόημα ἔχουσα τὸν ἑαυτῆς λόγον, συννοοῦσα δὲ διάνοιαν τῆς ἁρμονίας ἐπισπᾶται. Ἀπαλλαγεῖσα δὲ τοῦ φυσικοῦ σώματος, αὐτὴ καθ᾽ αὑτὴν μένει, αὐτὴ ἑαυτῆς οὖσα ἐν τῷ νοητῷ κόσμῳ. Ἄρχει δὲ τοῦ ἑαυτῆς λόγου, φέρουσα ὁμοίαν κίνησιν [ἐν] τῷ ἑαυτῆς νοήματι ὀνόματι ζωὴν τῷ εἰς ζωὴν ἐρχομένῳ. Τοῦτο γὰρ ἴδιον ψυχῆς, τὸ παρέχειν ἑτέροις ὅμοιον τῇ ἰδιότητι αὐτῆς.

6.2

Δύο τοίνυν εἰσὶ ζωαὶ καὶ δύο κινήσεις. Μία μὲν ἡ κατ᾽ οὐσίαν, ἑτέρα δὲ ἡ κατὰ φύσιν σώματος. Καὶ ἡ μὲν γενικωτέρα, ⟨ἡ δὲ μερικωτέρα⟩. Καὶ ἡ κατ᾽ οὐσίαν ἐστὶν αὐτεξούσιος· ἡ δὲ ἀναγκαστική· πᾶν γὰρ τὸ κινούμενον τῇ τοῦ κινοῦντος ἀνάγκῃ ὑποτέτακται. Ἡ δὲ κινοῦσα κίνησις τῷ τῆς νοητικῆς οὐσίας ἔρωτι ᾠκείωται. Εἴη γὰρ ἂν ψυχὴ ἀσώματος ἀμέτοχος οὖσα τοῦ φυσικοῦ σώματος.

6.3

Εἰ γὰρ ἔχει σῶμα, οὔτε λόγον ἔχει οὔτε νόησιν. Πᾶν γὰρ σῶμα ἀνόητον· μεταλαβὸν δὲ οὐσίας τὸ εἶναι ζῷον ἔμπνουν ἔσχε. Καὶ τὸ μὲν πνεῦμα τοῦ σώματος, ὁ δὲ λόγος τῆς οὐσίας τοῦ καλοῦ θεωρητικός ἐστι. Τὸ δὲ αἰσθητικὸν πνεῦμα τῶν φαινομένων κριτικόν ἐστι. Διῄρηται δὲ εἰς τὰς ὀργανικὰς αἰσθήσεις καὶ ἔστι τι μέρος αὐτοῦ πνευματικὴ ὅρασις καὶ πνεῦμα ἀκουστικὸν καὶ ὀσφρητικὸν καὶ γευστικὸν καὶ ἁπτικόν. Τοῦτο τὸ πνεῦμα ἀνάλογον γενόμενον διανοίας κρίνει τὸ αἰσθητικόν, εἰ δὲ μή, φαντάζεται μόνον. Τοῦ γὰρ σώματός ἐστι καὶ δεκτικὸν πάντων. Ὁ δὲ λόγος τῆς οὐσίας ἐστὶ τὸ φρονοῦν.

6.4

Συνυπάρχει δὲ τῷ λόγῳ ἡ τῶν τιμίων γνῶσις, τῷ δὲ πνεύματι ἡ δόξα. Τὸ μὲν γὰρ ἀπὸ τοῦ περιέχοντος κόσμου τὴν ἐνέργειαν ἔχει, ἡ δὲ ἀφ᾽ ἑαυτῆς.

Contents

Sign in to save your reading →