Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
7 · ⟨Ἀετίου⟩
I.48.7 · Wachsmuth pp. 317
Πυθαγόρας, Ἀναξαγόρας, Πλάτων, Ξενοκράτης, Κλεάνθης θύραθεν εἰσκρίνεσθαι τὸν νοῦν.
Παρμενίδης καὶ Ἐμπεδοκλῆς καὶ Δημόκριτος ταὐτὸν νοῦν καὶ ψυχήν, καθ᾽ οὓς οὐδὲν ἂν εἴη ζῷον ἄλογον κυρίως.
8.1 · Ἰαμβλίχου
I.48.8.1 · Wachsmuth pp. 317-318
Ἰαμβλίχου ἐκ τοῦ Περὶ ψυχῆς.
Πάλιν τοίνυν περὶ τοῦ νοῦ καὶ πασῶν τῶν κρειττόνων δυνάμεων τῆς ψυχῆς οἱ μὲν Στωικοὶ λέγουσι μὴ εὐθὺς ἐμφύεσθαι τὸν λόγον, ὕστερον δὲ συναθροίζεσθαι ἀπὸ τῶν αἰσθήσεων καὶ φαντασιῶν περὶ δεκατέσσαρα ἔτη. Οἱ δ᾽ ἀπὸ Πλάτωνος καὶ Πυθαγόρου παρεῖναι μὲν καὶ ἐν τοῖς ἀρτιγενέσι τὸν λόγον φασίν, ἐπισκοτεῖσθαί γε μὴν [ἐν] τοῖς ἔξωθεν καὶ μὴ ἐνεργεῖν τὴν οἰκείαν ἐνέργειαν, ἀλλ᾽ ἡσυχάζειν.
8.2
I.48.8.2 · Wachsmuth pp. 318
Ἤδη τοίνυν [περὶ τοῦ νοῦ] πολλοὶ μὲν Περιπατητικοὶ τὸν ἐκ σπέρματος καὶ [τὸν] ἀπὸ τῆς φύσεως ἄλλον νοῦν ὑποθέμενοι, ὡς αὐτίκα μάλα ἀποβλαστάνοντα ἀπὸ τῆς πρώτης γενέσεως, καὶ χωριστὸν καὶ θύραθεν ἐπικαλούμενον ἕτερον παραγίγνεσθαι λέγουσιν ὀψιαίτατα, ἐπειδὰν τελειωθῇ μὲν ὁ κατὰ δύναμιν νοῦς, ἐπιτηδείως δὲ μετέχῃ τῆς κατ᾽ ἐνέργειαν νοήσεως.
8.3
I.48.8.3 · Wachsmuth pp. 318
Πολλοὶ δὲ αὐτῶν τῶν Πλατωνικῶν καὶ τὸν νοῦν τῇ ψυχῇ ἅμα τῇ πρώτῃ εἰσόδῳ αὐτῆς εἰς τὸ σῶμα συνεισάγουσιν, οὐδὲ εἶναι ὅλως ἑτέραν μὲν αὐτήν, ἕτερον δὲ αὐτῆς τὸν νοῦν.