Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 48

Κεφάλαιον ΜΗʹ

Περὶ νοῦ.

1 · Πλάτωνος

Πλάτωνος ἐκ τοῦ Φιλήβου.

Ἔγωγε ἡγεῖσθαι οἶμαι ξύμπαντας, ὅσοις νοῦ καὶ σμικρὸν προσήρτηται, μακρῷ ἀληθεστάτην εἶναι γνῶσιν.

2 · Πλάτωνος

Πλάτωνος ἐκ τοῦ Φαίδωνος.

Φέρε δή, πρὸς Διός· λέγεται ψυχὴ ἡ μὲν νοῦν τε ἔχειν καὶ ἀρετὴν καὶ εἶναι ἀγαθή, ἡ δὲ ἄνοιάν τε καὶ μοχθηρίαν καὶ εἶναι κακή; Καὶ ταῦτα ἀληθῶς λέγεται;

3.1 · Ἑρμοῦ

Ἑρμοῦ.

⟨ΤΑΤ⟩ Πῶς τοῦτο λέγεις, ὦ πάτερ; ὁ νοῦς τῆς ψυχῆς χωρίζεται καὶ ἡ ψυχὴ τοῦ πνεύματος, σοῦ εἰπόντος ἔνδυμα εἶναι τοῦ μὲν νοῦ τὴν ψυχήν, τῆς δὲ ψυχῆς τὸ πνεῦμα;

⟨ΕΡΜ.⟩ Συννοεῖν δεῖ, ⟨ὦ⟩ τέκνον, τὸν ἀκούοντα τῷ λέγοντι καὶ συμπνεῖν καὶ ὀξυτέραν ἔχειν τὴν ἀκοὴν τῆς τοῦ λέγοντος φωνῆς.

3.2

Ἡ σύνθεσις τῶν ἐνδυμάτων τούτων ἐν σώματι γηΐνῳ γίνεται· ἀδύνατον γὰρ τὸν νοῦν ἐν γηΐνῳ σώματι γυμνὸν αὐτὸν καθ᾽ ἑαυτὸν ἑδράσαι. Οὔτε γὰρ τὸ γήϊνον σῶμα δυνατὸν ἐστι τὴν τηλικαύτην ἀθανασίαν ἐνεγκεῖν οὔτε τὴν τοσαύτην ἀρετὴν ἀνασχέσθαι συγχρωτιζόμενον αὐτῇ παθητὸν σῶμα. Ἔλαβεν ⟨οὖν⟩ ὥσπερ περιβόλαιον τὴν ψυχήν· ἡ δὲ ψυχὴ καὶ αὐτή τις θεία οὖσα καθάπερ ὑπηρέτῃ τῷ πνεύματι χρῆται, τὸ δὲ πνεῦμα τὸ ζῷον διοικεῖ.

3.3

Ὅταν ⟨οὖν⟩ ὁ νοῦς ἀπαλλαγῇ τοῦ γηΐνου σώματος, τὸν ἴδιον εὐθὺς ἐνεδύσατο χιτῶνα τὸν πύρινον, ὃν οὐκ ἠδύνατο ἔχων εἰς τὸ γήϊνον σῶμα κατοικῆσαι. Γῆ γὰρ πῦρ οὐ βαστάζει· πᾶσα γὰρ γῆ φλέγεται καὶ ὑπὸ ὀλίγου σπινθῆρος. Διὰ τοῦτο καὶ τὸ ὕδωρ περιέχυνται τῇ γῇ, ὥσπερ ἔρυμα καὶ τεῖχος ἀντέχον πρὸς τὴν τοῦ πυρὸς φλόγα·

3.4

νοῦς δὲ ὀξύτατος ⟨ὢν⟩ πάντων τῶν θείων νοημάτων καὶ τὸ ὀξύτατον πάντων τῶν στοιχείων ἔχει τὸ πῦρ σῶμα. Δημιουργὸς γὰρ ὢν ὁ νοῦς τῶν πάντων ὀργάνῳ τῷ πυρὶ πρὸς τὴν δημιουργίαν χρῆται. Καὶ ὁ μὲν τοῦ παντὸς τῶν πάντων, ὁ δὲ τοῦ ἀνθρώπου τῶν ἐπὶ γῆς μόνον. Γυμνὸς γὰρ ὢν τοῦ πυρὸς ὁ ἐν ἀνθρώπῳ νοῦς ἀδυνατεῖ τὰ θεῖα δημιουργεῖν, ἀνθρώπινος ὢν τῇ οἰκήσει.

4.1 · Πορφυρίου

Πορφυρίου ἐκ τῶν Πρὸς τὰ νοητὰ ἀφορμῶν.

Πᾶν γενητὸν ἀπ᾽ ἄλλου τὴν αἰτίαν τῆς γενέσεως ἔχει, εἴ γε μηδὲν ἀναιτίως γίγνεται. Ἀλλὰ τῶν γε γενητῶν ὅσα μὲν διὰ συνθέσεως κέκτηται τὸ εἶναι, λυτὰ ἂν εἴη καὶ διὰ τοῦτο φθαρτά· ὅσα δὲ ἁπλᾶ καὶ ἀσύνθετα ὄντα ἐν τῷ ἁπλῷ τῆς ὑποστάσεως κέκτηται τὸ εἶναι, ἄλυτα ὄντα, ἔστι μὲν ἄφθαρτα, γενητὰ δὲ λέγεται, οὐ τῷ σύνθετα εἶναι, ἀλλὰ τῷ ἀπ᾽ αἰτίου τινὸς ἀνηρτῆσθαι.

4.2

Τὰ μὲν οὖν σώματα διχῶς γενητὰ καὶ ὡς ἀπ᾽ αἰτίας ἠρτημένα τῆς παραγούσης καὶ ὡς σύνθετα· ψυχὴ δὲ καὶ νοῦς γενητά, ὡς ἀπ᾽ αἰτίας ἠρτημένα μόνον, οὐ μὴν καὶ ὡς σύνθετα. Τὰ μὲν ἄρα σώματα γενητὰ καὶ λυτὰ καὶ φθαρτά· τὰ δὲ ἀγένητα μὲν ὡς ἀσύνθετα καὶ ταύτῃ καὶ ἄλυτα καὶ ἄφθαρτα, γενητὰ δὲ ὡς ⟨ἀπ᾽⟩ αἰτίου ἠρτημένα.

5.1 · Τοῦ αὐτοῦ

Τοῦ αὐτοῦ.

Ὁ νοῦς οὐκ ἔστιν ἀρχὴ πάντων· πολλὰ γάρ ἐστιν ὁ νοῦς, πρὸ δὲ τῶν πολλῶν ἀνάγκη εἶναι τὸ ἕν. Ὅτι δὲ πολλὰ ὁ νοῦς δῆλον· νοεῖ γὰρ ἀεὶ τὰ νοήματα, οὐχ ἓν ὄντα, ἀλλὰ πολλὰ καὶ οὐκ ἄλλα ὄντα παρ᾽ ἐκεῖνον. Εἰ οὖν ὁ αὐτός ἐστιν αὐτοῖς, ἐκεῖνα δὲ πολλά, πολλὰ ἂν εἴη καὶ ὁ νοῦς.

5.2

Ὅτι δὲ ὁ αὐτός ἐστι τοῖς νοητοῖς, οὕτως δείκνυται. Εἰ γάρ τί ἐστιν ὃ θεωρεῖ, ἤτοι ἐν ἑαυτῷ ἔχων τοῦτο θεωρήσει, ἢ ἐν ἄλλῳ κείμενον. Καὶ ὅτι μὲν θεωρεῖ δῆλον· σὺν γὰρ τῷ νοεῖν εἴη ἂν ὁ νοῦς, ἀφαιρεθεὶς δὲ τοῦ νοεῖν ἀφῄρηται τῆς οὐσίας. Δεῖ τοίνυν ἐπιστήσαντας τοῖς πάθεσιν ἃ συμβαίνει περὶ τὰς γνώσεις ἀνιχνεῦσαι τὴν ἐκείνου θεωρίαν. Γνωστικαὶ δὲ δυνάμεις ἐν ἡμῖν ἀθρόον αἴσθησις, φαντασία, νοῦς.

5.3

Πάντῃ δὲ τὸ αἰσθήσει προσχρώμενον τοῖς ἔξω ἐπιβάλλον θεωρεῖ, οὐχ ἑνούμενον ἐκείνοις ἃ θεωρεῖ, ἀλλὰ μόνον τύπον αὐτῶν ἐκ τῆς πρὸς αὐτὰ προσβολῆς λαμβάνον. Ὅταν οὖν ἴδῃ ὀφθαλμὸς τὸ ὁρώμενον, ἀμήχανον ἐν ταυτότητι γενέσθαι τοῦ ὁρωμένου· οὐ γὰρ ἂν ἴδοι, εἰ μὴ ἐν διαστάσει γένοιτο, ὡσαύτως δὲ κἂν τὸ ἁπτόμενον, ἐν ταυτότητι γενόμενον, φθαρείη. Ἐξ ὧν δῆλον, ὅτι ἀεὶ ἥ τε αἴσθησις καὶ τὸ αἰσθήσει προσχρώμενον εἰς τὸ ἔξω φέρεται, εἰ μέλλει τὸ αἰσθητὸν καταλήψεσθαι.

5.4

Ὡσαύτως δὲ καὶ ἡ φαντασία ἀεὶ ἐπὶ τὸ ἔξω φέρεται καὶ τῇ τάσει αὐτῆς τὸ εἰκόνισμα παρυφίσταται . . . . ., ἤτοι καὶ παρασκευάζον ἔξωθεν ἢ αὐτῇ τῇ πρὸς τὸ ἔξω τάσει τὴν ὡς ἔξω ὄντος εἰκονίσματος ἐνδεικνύμενον. Καὶ τούτων μὲν κατάληψις τοιαύτη, ὧν οὐδεμία εἰς ἑαυτὴν συννεύουσα καὶ συναγομένη ἐντύχοι ἂν ἢ τῷ αἰσθητῷ ἢ τῷ ἀναισθήτῳ εἴδει·

5.5

ἐπὶ δὲ τοῦ νοῦ οὐ τοῦτον τὸν τρόπον ἡ κατάληψις, ἀλλὰ συννεύοντος εἰς ἑαυτὸν καὶ ἑαυτὸν θεωροῦντος. Παρεξελθὼν γὰρ τοῦ θεάσασθαι τὰς ἑαυτοῦ ἐνεργείας καὶ ὄμμα εἶναι τῶν αὑτοῦ ἐνεργειῶν ⟨ἐνεργ⟩ουσῶν τὸ ὅραμα, οὐδὲν ἂν νοήσειεν. Ὡς μὲν οὖν ἦν [ἡ] αἴσθησίς τε καὶ τὸ αἰσθητόν, οὕτως ἐστὶ νοῦς τε καὶ τὸ νοητόν.

5.6

Θεωρεῖ δὲ ἡ μὲν ἐκτεινομένη εἰς τὸ ἔξω, εὑρίσκουσα τὸ αἰσθητὸν ⟨ἐν⟩ τῇ ὕλῃ κείμενον· ὁ δὲ νοῦς εἰς αὑτὸν συναγόμενος, οὐδαμῇ ἔξω ἐκτεινόμενος, ὅπερ καὶ ἐδόκει τισὶν ⟨οὐδ᾽⟩ ὀνόματος διαφορᾶς προστεθείσης τῇ τοῦ νοῦ ὑποστάσει καὶ ⟨τῇ⟩ τῆς φαντασίας. Ἡ γὰρ ἐν λογικῷ ζῴῳ φαντασία ἐδέδοκτο αὐτοῖς νόησις· ἀλλ᾽ [εἰ] ἐκείνοις μὲν πάντα ἀπαρτήσασιν ἀπὸ τῆς ὕλης καὶ τῆς σωματικῆς φύσεως ἀκόλουθον ἦν καὶ τὸν νοῦν τούτων ἀπαρτᾶν·

5.7

ὁ δ᾽ ἡμέτερος ⟨νοῦς⟩ ἀσωμάτων καὶ ἑτέρων θεωρὸς οὐσιῶν ποῦ τοίνυν κειμένας καταλήψεται αὐτάς; Ἔξω δὲ ὄντων ὕλης οὐδαμοῦ ἂν εἴη ταῦτα. Δῆλον ⟨οὖν⟩ ὡς νοερὰ καὶ νοήσει συναχθήσεται. [Καὶ] τοίνυν εἰ νοερὰ ⟨χωρεῖ⟩ εἰς τὸν νοῦν, [καὶ τὸ νοητὸν] καὶ ἑαυτὸν θεωρήσει νοῶν τὰ νοητά· καὶ χωρῶν εἰς ἑαυτόν, νοεῖ διὰ τὸ εἰς ἐκεῖνα χωρεῖν.

5.8

Εἰ δὲ πολλὰ [καὶ] τὰ νοητά, (πολλὰ γὰρ ὁ νοῦς νοεῖ καὶ οὐχ ἕν), πολλὰ ἂν εἴη [καὶ] ἐξ ἀνάγκης καὶ αὐτός. Κεῖται δὲ πρὸ τῶν πολλῶν τὸ ἕν, ὥστε ἀνάγκη πρὸ τοῦ νοῦ εἶναι τὸ ἕν.

6.1 · Ἀρχύτου

Ἀρχύτου ἐκ τοῦ Περὶ νόω καὶ αἰσθάσιος.

Αἴσθασις μὲν ἐν σώματι γίνεται, νόος δ᾽ ἐν ψυχᾷ. Τὸ μὲν γὰρ ἀρχὰ τῶν αἰσθατῶν ὑπάρχει, τὸ δὲ τῶν νοατῶν. Πλάθεος μὲν γὰρ μέτρον ἀριθμός, μάκεος δὲ πούς, ῥοπᾶς δὲ καὶ σταθμῶ ζυγόν, ὀρθότατος δὲ καὶ εὐθύτατος κανὼν καὶ στάθμα ὀρθὰ γωνία· οὕτως δὲ καὶ τῶν μὲν αἰσθατῶν αἴσθασις [μέτρον], τῶν δὲ νοατῶν νόος ἀρχὰ καὶ μέτρον ἐντί.

6.2

Καὶ ὁ μὲν νόος ἀρχὰ νοατῶν τε ⟨καὶ⟩ φύσι πράτων· ἁ δὲ αἴσθασις ⟨δευτέρων τε φύσι καὶ τῶν παρ᾽⟩ ἁμῖν· ὁ μὲν γάρ ἐντι ἀρχὰ τᾷ ψυχᾷ, ἁ δὲ τῷ σώματι. Καὶ ὁ μὲν νόος τῶν τιμιαιτάτων ἐντὶ κριτάς, ἁ δ᾽ αἴσθασις τῶν χρησιμωτάτων. Ἁ μὲν γὰρ αἴσθασις τῶ σώματος ἕνεκε συνέστακε καὶ τᾶς εἰς τοῦτο λειτουργίας· ὁ δὲ νόος ⟨τᾶς ψυχᾶς ἕνεκε⟩ καὶ τᾶς εἰς ταύταν πολυφραδμοσύνας.

6.3

Καὶ ὁ μὲν νόος ἐντὶ ἀρχὰ τᾶς ἐπιστάμας, ἁ δ᾽ αἴσθασις τᾶς δόξας· ἁ μὲν γὰρ ἔχει τὰν ἐκ τῶν αἰσθατῶν ἐνέργειαν, ὁ δὲ τὰν ἐκ τῶν νοατῶν. Τυγχάνοντι δὲ τὰ μὲν αἰσθατὰ τῶν πραγμάτων κινάσιος μεταβλάσιός τε κοινανέοντα, τὰ δὲ νοατὰ στάσιος καὶ αἰδιότατος.

6.4

Παραπλασίως δὲ καὶ ἁ αἴσθασις καὶ ὁ νόος ἔχοντι· ἁ μὲν γὰρ αἴσθασις τῶ αἰσθατῶ, τὸ δ᾽ αἰσθατὸν καὶ κινέεται καὶ μεταβάλλει καὶ οὐδέποκα ἐν ταὐτῷ ἀτρεμέει· διὸ καὶ μᾶλλον καὶ ἧττον καὶ βέλτιον καὶ χεῖρον γίνεται ὁρῆν ⟨τὸ αἰσθατόν⟩· ὁ δὲ νόος τῶ νοατῶ, τὸ δὲ νοατὸν ἀκίνατον ἐξ ὠσίας· διὸ οὔτε μᾶλλον οὔτε ἧττον οὔτε βέλτιον οὔτε χεῖρον ἐντὶ νοὲν τὸ νοατόν.

6.5

⟨Καὶ⟩ καθάπερ ⟨ὁ⟩ νόος τὸ πρᾶτον βλέπει καὶ τὸ παράδειγμα, οὕτως ἁ αἴσθασις τὰν εἰκόνα καὶ τὸ δεύτερον· ὁ μὲν γὰρ νόος οὐρανὸν ἁπλῶς ⟨ἢ τέχναν⟩, ἁ δ᾽ αἴσθασις ἁπλῶς τὰν τῶ ἁλίω σφαῖραν ἢ τὰς χειροτεχνατῶν.

6.6

Ἔτι ⟨ὁ⟩ μὲν νόος ἀμερὴς καὶ ἀδιαίρετος, καθάπερ μονὰς καὶ στιγμά, παραπλασίως δὲ καὶ τὸ νοατόν (τὸ γὰρ εἶδος οὔτε πέρας σώματός ἐντι οὔτε ὅρος, ἀλλὰ μόνον τύπωσις τῶ ἐόντος, ᾇ ἐόν ἐντι), ἁ δ᾽ αἴσθασις μεριστὰ καὶ διαιρετά.

6.7

Τῶν γὰρ ἐόντων ἐντὶ τὰ μὲν αἰσθατά, τὰ δὲ δοξαστά, τὰ δ᾽ ἐπιστατά, τὰ δὲ νοατά. Καὶ τὰ μὲν σώματα, ὧν ἐντί τις ἀντιτυπία, αἰσθατά· δοξαστὰ δὲ τὰ μετέχοντα τῶν εἰδέων ὡς αἱ εἰκόνες, οἷον ὁ τὶς ἄνθρωπος τῶ ἀνθρώπω καὶ τὸ ⟨τι⟩ τρίγωνον τῶ τριγώνω· ἐπιστατὰ δὲ τὰ τοῖς εἴδεσι συμβεβακότα ἐξ ἀνάγκας, ὡς ἐν γαμετρίᾳ τὰ τοῖς σχήμασι· νοατὰ δὲ αὐτὰ τὰ εἴδεα καὶ αἱ ἀρχαὶ τῶν ἐπιστατῶν οἷον αὐτὸ κύκλος καὶ τρίγωνον καὶ σφαῖρα.

6.8

Τυγχάνοντι δὲ καὶ ἐν ἁμῖν αὐτοῖς κατὰ ψυχὰν γνώσιες τέτταρες· νόος, ἐπιστάμα, δόξα, αἴσθασις· ὧν αἱ μὲν δύο τῶ λόγω ἀρχαί ἐντι, οἷον νόος καὶ αἴσθασις, τὰ δὲ δύο τέλεα, οἷον ἐπιστάμα καὶ δόξα. Τὸ δ᾽ ὅμοιον ἀεὶ τῶ ὁμοίω γνωστικόν. Φανερὸν ⟨ὦν⟩ ὅτι ὁ μὲν νόος ἐν ἁμῖν τῶν νοατῶν γνωστικός, ἁ δὲ ἐπιστάμα τῶν ἐπιστατῶν, ⟨ἁ δὲ δόξα τῶν δοξαστῶν,⟩ ἁ δὲ αἴσθασις τῶν αἰσθατῶν.

Contents

Sign in to save your reading →