Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
9.1 · Ἑρμοῦ
I.47.9.1 · Wachsmuth pp. 305
Ἑρμοῦ ἐκ τῶν πρὸς Τάτ.
Ὁ μὲν ἄνθρωπος τὸ δεύτερον ζῷον μετὰ τὸν κόσμον, πρῶτον δὲ τῶν θνητῶν.
Ψυχὴ δὲ ἀνθρώπου ὀχεῖται τὸν τρόπον τοῦτον· ὁ νοῦς ἐν τῷ λόγῳ, ὁ λόγος ἐν τῇ ψυχῇ, ἡ [δὲ] ψυχὴ ἐν τῷ πνεύματι, τὸ πνεῦμα ⟨ἐν τῷ σώματι. Τὸ δὲ πνεῦμα⟩ διῆκον διὰ φλεβῶν καὶ ἀρτηριῶν καὶ αἵματος κινεῖ τὸ ζῷον καὶ ὥσπερ τρόπον τινὰ βαστάζει.
9.2
I.47.9.2 · Wachsmuth pp. 305-306
Διὸ καί τινες τὴν ψυχὴν αἷμα νομίζουσιν εἶναι, σφαλλόμενοι τὴν φύσιν, οὐκ εἰδότες, ὅτι πρῶτον δεῖ τοῦ πνεύματος ἀναχωρήσαντος εἰς τὴν ψυχὴν τὸ αἷμα παγῆναι καὶ τὰς φλέβας καὶ τὰς ἀρτηρίας κενωθῆναι, ⟨καὶ τότε⟩ τὸ ζῷον ἐκλείπειν· καὶ τοῦτό ἐστιν ὁ θάνατος τοῦ σώματος.
10 · Πλάτωνος
I.47.10 · Wachsmuth pp. 306
Πλάτωνος Πολιτείας δʹ.
Ἆρ᾽ οὖν ἡμῖν, ἦν δ᾽ ἐγώ, πολλὴ ἀνάγκη ὁμολογεῖν ὅτι γε τὰ αὐτὰ ἐν ἑκάστῳ ἔνεστιν ἡμῶν εἴδη τε καὶ ἤθη ἅπερ ἐν τῇ πόλει; οὐ γάρ που ἄλλοθεν ἐκεῖσε ἀφῖκται. Γελοῖον γὰρ ἂν εἴη, εἴ τις οἰηθείη τὸ θυμοειδὲς μὴ ἐκ τῶν ἰδιωτῶν ἐν ταῖς πόλεσιν ἐγγεγονέναι, οἳ δὴ καὶ ἔχουσι ταύτην τὴν αἰτίαν, οἷον οἱ κατὰ τὴν Θρᾴκην τε καὶ Σκυθικὴν καὶ σχεδόν τι κατὰ τὸν ἄνω τόπον· ἢ τὸ φιλομαθές, ὃ δὴ ⟨περὶ⟩ τὸν παρ᾽ ἡμῖν μάλιστ᾽ ἄν τις αἰτιάσαιτο τόπον· ἢ τὸ φιλοχρήματον, ὃ περὶ τούς τε Φοίνικας εἶναι καὶ τοὺς κατ᾽ Αἴγυπτον φαίη τις ἂν οὐχ ἥκιστα.
11.1 · Πλάτωνος
I.47.11.1 · Wachsmuth pp. 306
Πλάτωνος Πολιτείας δʹ.
Ἴθι δή, φήσομεν πρὸς αὐτόν, ἀποκρίνου. Ἆρα οὕτως ἔλεγες, τὸν μὲν εὐφυῆ πρός τι εἶναι, τὸν δ᾽ ἀφυῆ, ἐν ᾧ ὁ μὲν ῥᾳδίως τι μανθάνοι, ὁ δὲ χαλεπῶς; καὶ ὁ μὲν ἀπὸ βραχείας μαθήσεως ἐπὶ πολὺ εὑρετικὸς εἴη οὗ ἔμαθεν, ὁ δὲ πολλῆς μαθήσεως τυχὼν καὶ μελέτης μηδὲ ἃ ἔμαθε σῴζοιτο;
11.2
I.47.11.2 · Wachsmuth pp. 306
καὶ τῷ μὲν τὰ τοῦ σώματος ἱκανῶς ὑπηρετοίη τῇ διανοίᾳ, τῷ δ᾽ ἐναντιοῖτο; Ἆρ᾽ ἄλλ᾽ ἄττα ἐστὶν ἢ ταῦτα, οἷς τὸν εὐφυῆ πρὸς ἕκαστα καὶ τὸν μὴ ὡρίζου;
Οὐδείς, ἦ δ᾽ ὅς, ἄλλα φήσει.
12.1 · Πλάτωνος
I.47.12.1 · Wachsmuth pp. 307
Πλάτωνος ἐκ τοῦ Τιμαίου.
Μέγιστον δὲ καὶ λοιπὸν τῶν κοινῶν περὶ ὅλον τὸ σῶμα παθημάτων, τὸ τῶν ἡδέων καὶ τὸ τῶν ἀλγεινῶν αἴτιον, ἐν οἷς διεληλύθαμεν, καὶ ὅσα διὰ τῶν τοῦ σώματος μορίων αἰσθήσεις κεκτημένα καὶ λύπας ἐν αὐτοῖς ἡδονάς τε ἑπομένας ἔχει. Ὧδ᾽ οὖν κατὰ παντὸς αἰσθητοῦ καὶ ἀναισθήτου παθήματος ⟨τὰς⟩ αἰτίας λαμβάνωμεν, ἀναμιμνησκόμενοι τὸ τῆς εὐκινήτου τε καὶ δυσκινήτου φύσεως ὅ τι διειλόμεθα ἐν τοῖς πρόσθεν· ταύτῃ γὰρ μεταδιωκτέον πάντα ὅσα ἐπινοοῦμεν ἑλεῖν.
12.2
I.47.12.2 · Wachsmuth pp. 307
Τὸ μὲν γὰρ κατὰ φύσιν εὐκίνητον, ὅταν καὶ βραχὺ πάθος εἰς αὐτὸ ἐμπίπτῃ, διαδίδωσι κύκλῳ μόρια ἕτερα ἑτέροις, ταὐτὸν ἀπεργαζόμενα, μέχρι περ ἂν ἐπὶ τὸ φρόνιμον ἐλθόντα ἐξαγγείλῃ τοῦ ποιήσαντος τὴν δύναμιν. Τὸ δ᾽ ἐναντίον, ἑδραῖον ⟨ὂν⟩, κατ᾽ οὐδένα τε κύκλον ἰόν, πάσχει μόνον, ἄλλο δ᾽ οὐ κινεῖ τῶν πλησίον· ὥστε οὐ διαδιδόντων μορίων μορίοις ἄλλων ἄλλοις τὸ πρῶτον πάθος ἐν αὐτοῖς ἀκίνητον εἰς τὸ πᾶν ζῷον γενόμενον ἀναίσθητον παρέσχε τὸ παθόν.
12.3
I.47.12.3 · Wachsmuth pp. 307
Ταῦτα δὲ περί τε ὀστᾶ καὶ τρίχας ἐστὶ καὶ ὅσα ἄλλα γήινα τὸ πλεῖστον ἔχομεν ἐν ἡμῖν μόρια· τὰ δ᾽ ἔμπροσθεν περὶ τὰ τῆς ὄψεως καὶ ἀκοῆς μάλιστα διὰ τὸ πυρὸς ἀέρος τε ἐν αὐτοῖς δύναμιν ἐνεῖναι μεγίστην. Τὸ δὲ τῆς ἡδονῆς καὶ λύπης ὧδε διανοεῖσθαι δεῖ. Τὸ μὲν παρὰ φύσιν καὶ βίαιον γιγνόμενον ἀθρόον παρ᾽ ἡμῖν πάθος ἀλγεινόν· τὸ δ᾽ εἰς φύσιν ἀπιὸν πάλιν ἀθρόον ἡδύ· τὸ δὲ ἠρέμα καὶ κατὰ σμικρὸν ἀναίσθητον· τὸ δ᾽ ἐναντίον τούτοις ἐναντίως.
12.4
I.47.12.4 · Wachsmuth pp. 307-308
Τὸ δὲ μετ᾽ εὐπετείας γιγνόμενον ἅπαν αἰσθητὸν μὲν ὅτι μάλιστα, ἡδονῆς ⟨δὲ⟩ καὶ λύπης οὐ μετέχον· οἷον τὰ περὶ τὴν ὄψιν αὐτὴν παθήματα, ἣ δὴ σῶμα ἐν τοῖς ἔμπροσθεν ἐρρήθη καθ᾽ ἡμέραν ξυμφυὲς ἡμῶν γίγνεσθαι.
13.1 · Πλάτωνος
I.47.13.1 · Wachsmuth pp. 308
Πλάτωνος ἐκ τοῦ Φιλήβου.
Λέγω τοίνυν, τῆς ἁρμονίας μὲν λυομένης ἡμῖν ἐν τοῖς ζῴοις ἅμα λύσιν τῆς φύσεως καὶ γένεσιν ἀλγηδόνων ἐν τῷ τότε γίγνεσθαι χρόνῳ.
Πάνυ λέγεις εἰκός.
Πάλιν δὲ ἁρμοττομένης τε καὶ εἰς τὴν αὑτῆς φύσιν ἀπιούσης ἡδονὴν γίγνεσθαι λεκτέον, εἰ δεῖ δι᾽ ὀλίγων ὅτι τάχιστα περὶ μεγίστων ῥηθῆναι.
Οἶμαι μέν σε ὀρθῶς λέγειν, ὦ Σώκρατες, ἐμφανέστερον δὲ ἔτι ⟨ταὐτὰ⟩ ταῦτα πειρώμεθα λέγειν.
13.2
I.47.13.2 · Wachsmuth pp. 308
Οὐκοῦν δημόσιά που καὶ περιφανῆ ῥᾷστον συννοεῖν;
Ποῖα;
Πείνη μέν που ⟨λύπη⟩ καὶ λύσις.
Ναί.
Ἐδωδὴ δὲ πλήρωσις γιγνομένη πάλιν ἡδονή.
Ναί.
Δίψος δ᾽ αὖ φθορὰ καὶ λύπη καὶ λύσις, ἡ δὲ τοῦ ὑγροῦ πάλιν τὸ ξηρανθὲν πληροῦσα δύναμις ἡδονή· διάκρισις δὲ τ᾽ αὖ καὶ διάλυσις παρὰ φύσιν, τοῦ πνίγους πάθη, λύπη· κατὰ φύσιν δὲ πάλιν ἀπόδοσίς τε καὶ ψῦξις ἡδονή.
Πάνυ μὲν οὖν.
13.3
I.47.13.3 · Wachsmuth pp. 308-309
Καὶ ῥίγους ἡ μὲν παρὰ φύσιν τοῦ ζῴου τῆς ὑγρότητος πῆξις [καὶ] λύπη· πάλιν δ᾽ εἰς ταὐτὸν ἀπιόντων καὶ διακρινομένων ἡ κατὰ φύσιν ὁδὸς ἡδονή. Καὶ ἑνὶ λόγῳ σκόπει εἴ σοι μέτριος ⟨ὁ⟩ λόγος, ὃς ἂν φῇ, τὸ ἐκ τῆς ἀπείρου καὶ πέρατος κατὰ φύσιν ἔμψυχον γεγονὸς εἶδος, ὅπερ ἐν τῷ πρόσθεν ἔλεγον, ὅταν μὲν τοῦτο φθείρηται, τὴν φθορὰν λύπην εἶναι, τὴν δ᾽ εἰς τὴν αὑτῶν οὐσίαν ὁδόν, ταύτην δὲ αὖ πάλιν τὴν ἀναχώρησιν πάντων ἡδονήν.
Ἔστω· δοκεῖ γάρ μοι τύπον γέ τινα ἔχειν.
13.4
I.47.13.4 · Wachsmuth pp. 309
Τοῦτο μὲν τοίνυν ἓν εἶδος τιθώμεθα λύπης τε καὶ ἡδονῆς ἐν τούτοις τοῖς πάθεσιν ἑκατέροις;
Κείσθω.
Τίθει τοίνυν αὐτῆς τῆς ψυχῆς κατὰ τὸ τούτων τῶν παθημάτων προσδόκημα, τὸ μὲν πρὸ τῶν ἡδέων ἐλπιζόμενον ⟨ἡδὺ⟩ καὶ θαρραλέον, τὸ δὲ πρὸ τῶν λυπ⟨ηρ⟩ῶν φοβερὸν καὶ ἀλγεινόν.
Ἔστι γὰρ οὖν τοῦθ᾽ ἡδονῆς καὶ λύπης ἕτερον εἶδος, τὸ χωρὶς τοῦ σώματος αὐτῆς τῆς ψυχῆς διὰ προσδοκίας γιγνόμενον.
14.1 · ⟨Ἐν ταὐτῷ⟩
I.47.14.1 · Wachsmuth pp. 309
⟨Ἐν ταὐτῷ.⟩
Καὶ μὴν τό γε ἕτερον εἶδος τῶν ἡδονῶν, ὃ τῆς ψυχῆς αὐτῆς εἶναι ἔφαμεν, διὰ μνήμης πᾶν ἐστι γεγονός.
Πῶς;
Μνήμην, ὡς ἔοικεν, ὅ τι ποτ᾽ ἐστί, πρότερον ἀναληπτέον· καὶ κινδυνεύει πάλιν ἔτι πρότερον αἴσθησιν μνήμης, εἰ μέλλει ταῦθ᾽ ἡμῖν κατὰ τρόπον φανερά πῃ γενήσεσθαι.
Πῶς φῄς;
14.2
I.47.14.2 · Wachsmuth pp. 309
Θὲς τῶν περὶ τὸ σῶμα ἡμῶν ἑκάστοτε παθημάτων τὰ μὲν ἐν τῷ σώματι κατασβεννύμενα πρὶν ἐπὶ τὴν ψυχὴν διεξελθεῖν, ἀπαθῆ ἐκείνην ἐάσαντα, τὰ δὲ δι᾽ ἀμφοῖν ἰόντα καί τινα ὥσπερ σεισμὸν ἐντιθέντα ἴδιόν τε καὶ κοινὸν ἑκατέρῳ.
Κείσθω.
Τὰ μὲν μὴ δι᾽ ἀμφοῖν ἰόντα ἐὰν τὴν ψυχὴν ἡμῶν ⟨φῶμεν⟩ λανθάνειν, τὰ δὲ δι᾽ ἀμφοῖν μὴ λανθάνειν, ἆρ᾽ ὀρθότατα ἐροῦμεν;
Πῶς γὰρ οὔ;
14.3
I.47.14.3 · Wachsmuth pp. 309-310
Τὸ τοίνυν λεληθέναι μηδαμῶς ὑπολάβῃς, ὡς λέγω λήθης ἐνταῦθά που γένεσιν. Ἔστι γὰρ λήθη μνήμης ἔξοδος, ἡ δ᾽ ἐν τῷ λεγομένῳ νῦν οὔπω γέγονε· τοῦ δὲ μήτε ὄντος μήτε γεγονότος πω γίγνεσθαι φάναι τινὰ ἀποβολὴν ἄτοπον. Ἦ γάρ;
Τί μήν;
Τὰ τοίνυν ὀνόματα μετάβαλε μόνον.
Πῶς;
Ἀντὶ τοῦ λεληθέναι τὴν ψυχήν, ὅταν ἀπαθὴς αὕτη γίγνηται τῶν σεισμῶν τῶν τοῦ σώματος, ἣν νῦν λήθην καλεῖς, ἀναισθησίαν ἐπονόμασον.
Ἔμαθον.
14.4
I.47.14.4 · Wachsmuth pp. 310
Τὸ δ᾽ ἐν ἑνὶ πάθει τὴν ψυχὴν καὶ τὸ σῶμα κοινῇ γιγνόμενον κοινῇ καὶ κινεῖσθαι, ταύτην δὴ τὴν κίνησιν ὀνομάζων αἴσθησιν οὐκ ἀπὸ τρόπου φθέγγου ἄν.
Ἀληθέστατα λέγεις.
Οὐκοῦν ἤδη μανθάνομεν ὃ βουλόμεθα καλεῖν τὴν αἴσθησιν;
15 · Ἐν ταὐτῷ
I.47.15 · Wachsmuth pp. 310
Ἐν ταὐτῷ.
Ὅτι καὶ σῶμα ἄνευ ψυχῆς καὶ ψυχὴ ἄνευ σώματος καὶ κοινῇ μετ᾽ ἀλλήλων ἐν τοῖς παθήμασι μεστά ἐστι συγκεκραμένης ἡδονῆς λύπαις.