Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Κεφάλαιον ΜΖʹ
I.47.heading · Wachsmuth pp. 298
Περὶ φύσεως ἀνθρώπων.
1.1 · Πλάτωνος
I.47.1.1 · Wachsmuth pp. 298
Πλάτωνος ἐκ τοῦ Τιμαίου.
Καὶ δὴ καὶ τὰ νῦν ἡμῖν ἐξ ἀρχῆς παραγγελθέντα διεξελθεῖν περὶ τοῦ παντὸς μέχρι γενέσεως ἀνθρωπινῆς σχεδὸν ἔοικε τέλος ἔχειν. Τὰ γὰρ ἄλλα ζῷα ᾗ γέγονεν αὖ διὰ βραχέων ἐπιμνηστέον, ὃ μή τις ἀνάγκη μηκύνειν· οὕτω γὰρ ἐμμετρότερός τις αὐτῷ ἂν δόξειε περὶ τοὺς τοιούτων λόγους εἶναι. Τῇδ᾽ οὖν τὸ τοιοῦτον ἔστω λεγόμενον.
1.2
I.47.1.2 · Wachsmuth pp. 298
Τῶν γενομένων ἀνδρῶν ὅσοι δειλοὶ καὶ τὸν βίον ἀδίκως διῆλθον, κατὰ λόγον τὸν εἰκότα γυναῖκες μετεφύοντο ἐν τῇ δευτέρᾳ γενέσει. Καὶ κατ᾽ ἐκεῖνον δὴ τὸν χρόνον διὰ ταῦτα θεοὶ τὸν τῆς ξυνουσίας ἔρωτα ἐτεκτήναντο, ζῷον τὸ μὲν ἐν ἡμῖν, τὸ δ᾽ ἐν ταῖς γυναιξὶ συστήσαντες ἔμψυχον, τοιῷδε τρόπῳ ποιήσαντες ἑκάτερον.
1.3
I.47.1.3 · Wachsmuth pp. 298-299
Τὴν τοῦ ποτοῦ διέξοδον, ᾗ διὰ τοῦ πνεύμονος τὸ πῶμα ὑπὸ τοὺς νεφροὺς εἰς τὴν κύστιν ἐλθὸν καὶ τῷ πνεύματι θλιφθὲν συνεκπέμπει δεχομένη συνέτρησαν εἰς τὸν ἐκ τῆς κεφαλῆς κατὰ τὸν αὐχένα καὶ διὰ τῆς ῥάχεως μυελὸν ξυμπεπηγότα, ὃν δὴ σπέρμα ἐν τοῖς πρόσθεν λόγοις εἴπομεν. Ὁ δέ, ἅτε ἔμψυχος ὢν καὶ λαβὼν ἀναπνοὴν τοῦθ᾽ ᾗπερ ἀνέπνευσε, τῆς ἐκροῆς ζωτικὴν ἐπιθυμίαν ἐμποιήσας αὐτῷ, τοῦ γεννᾶν ἔρωτα ἀπετέλεσε.
1.4
I.47.1.4 · Wachsmuth pp. 299
Διὸ δὴ τῶν μὲν ἀνδρῶν τὸ περὶ τὴν τῶν αἰδοίων φύσιν ἀπειθές τε καὶ αὐτοκρατὲς γεγονός, οἷον ζῷον ἀνυπήκοον τοῦ λόγου, πάντων δι᾽ ἐπιθυμίας οἰστρώδεις ἐπιχειρεῖ κρατεῖν· αἱ δ᾽ ἐν ταῖς γυναιξὶ μῆτραί τε καὶ ὑστέραι λεγόμεναι διὰ τὰ αὐτὰ ταῦτα, ζῷον ἐπιθυμητικὸν ἐνὸν τῆς παιδοποιίας, ὅταν ἄκαρπον παρὰ τὴν ὥραν χρόνον πολὺν γίγνηται, χαλεπῶς ἀγανακτοῦν φέρει καὶ πλανώμενον πάντῃ κατὰ τὸ σῶμα, τὰς τοῦ πνεύματος διεξόδους ἀποφράττον, ἀναπνεῖν οὐκ ἐῶν, εἰς ἀπορίας τὰς ἐσχάτας ἐμβάλλει καὶ νόσους παντοδαπὰς ἄλλας παρέχει,
1.5
I.47.1.5 · Wachsmuth pp. 299
μέχρι περ ἂν ἑκατέρων ἡ ἐπιθυμία καὶ ὁ ἔρως ξυναγαγόντες, οἷον ἀπὸ δένδρων καρπὸν ἀποδρέψαντες, ὡς εἰς ἄρουραν τὴν μήτραν ἀόρατα ὑπὸ σμικρότητος καὶ ἀδιάπλαστα ζῷα κατασπείραντες καὶ πάλιν διακρίναντες, μεγάλα ἐντὸς ἐκθρέψωνται καὶ μετὰ τοῦτο εἰς φῶς ἀγαγόντες ζῴων ἀποτελέσωσι γένεσιν. Γυναῖκες μὲν οὖν καὶ τὸ θῆλυ πᾶν οὕτω γέγονε·
1.6
I.47.1.6 · Wachsmuth pp. 299-300
τὸ δὲ τῶν ὀρνίθων φῦλον μετερρυθμίζετο, ἀντὶ τριχῶν πτερὰ φῦον, ἐκ τῶν ἀκάκων ἀνδρῶν, κούφων δέ, καὶ μετεωρολογικῶν μέν, ἡγουμένων δὲ διὰ ὄψεως τὰς περὶ τούτων ἀποδείξεις βεβαιοτάτας εἶναι δι᾽ εὐήθειαν. Τὸ δ᾽ αὖ πεζὸν καὶ θηριῶδες γέγονεν ἐκ τῶν μηδὲν προσχρωμένων φιλοσοφίᾳ μηδὲ ἀθρούντων τῆς περὶ τὸν οὐρανὸν φύσεως πέρι μηδέν, διὰ τὸ μηκέτι ταῖς ἐν τῇ κεφαλῇ χρῆσθαι περιόδοις, ἀλλὰ τοῖς περὶ τὰ στήθη τῆς ψυχῆς ἡγεμόσιν ἕπεσθαι μέρεσιν.
1.7
I.47.1.7 · Wachsmuth pp. 300
Ἐκ τούτων οὖν τῶν ἐπιτηδευμάτων τά τ᾽ ἔμπροσθεν κῶλα καὶ τὰς κεφαλὰς εἰς γῆν ἑλκόμενα ὑπὸ συγγενείας ἤρεισαν, προμήκεις τε καὶ παντοίας ἔσχον τὰς κορυφάς, ὅπῃ συνεθλίφθησαν ὑπὸ ἀργίας ἑκάστων αἱ περιφοραί. Τετράπουν τε τὸ γένος αὐτῶν ἐκ ταύτης ἐφύετο καὶ πολύπουν τῆς προφάσεως, θεοῦ βάσεις ὑποτιθέντος πλείους τοῖς μᾶλλον ἄφροσιν, ὡς μᾶλλον ἐπὶ γῆν ἕλκοιντο. Τοῖς δ᾽ ἀφρονεστάτοις αὐτῶν τούτων καὶ παντάπασι πρὸς γῆν πᾶν τὸ σῶμα κατατεινομένοις, ὡς οὐδὲν ἔτι ποδῶν χρείας οὔσης, ἄποδα αὐτὰ καὶ ἰλυσπώμενα ἐπὶ γῆς ἐγέννησαν.
1.8
I.47.1.8 · Wachsmuth pp. 300
Τὸ δὲ τέταρτον γένος ἔνυδρον γέγονεν ἐκ τῶν μάλιστα ἀνοητοτάτων καὶ ἀμαθεστάτων, οὓς οὐδὲ ἀναπνοῆς καθαρᾶς ἔτι ἠξίωσαν οἱ μεταπλάττοντες, ὡς τὴν ψυχὴν ὑπὸ πλημμελείας πάσης ἀκαθάρτως ἐχόντων, ἀλλ᾽ ἀντὶ λεπτῆς καὶ καθαρᾶς ἀναπνοῆς ἀέρος εἰς ὕδατος θολερὰν καὶ βαθεῖαν ἔωσαν ἀνάπνευσιν· ὅθεν ἰχθύων γένος καὶ τὸ τῶν ὀστρέων ξυναπάντων τε ὅσα ἔνυδρα γέγονε, δίκην ἀμαθίας ἐσχάτης ἐσχάτας οἰκήσεις εἰληχότων. Καὶ κατὰ ταῦτα δὴ πάντα τότε καὶ νῦν διαμείβεται τὰ ζῷα εἰς ἄλληλα, νοῦ καὶ ἀνοίας ἀποβολῇ καὶ κτήσει μεταβαλλόμενα.
1.9
I.47.1.9 · Wachsmuth pp. 300
Καὶ δὴ καὶ τέλος περὶ τοῦ παντὸς νῦν ἤδη τὸν λόγον φῶμεν ἔχειν· θνητὰ γὰρ καὶ ἀθάνατα ζῷα λαβὼν καὶ συμπληρωθεὶς ὅδε ὁ κόσμος, οὕτω ζῷον ὁρατὸν τὰ ὁρατὰ περιέχον, εἰκὼν τοῦ ποιητοῦ θεὸς αἰσθητός, μέγιστος καὶ ἄριστος κάλλιστός τε καὶ τελεώτατος γέγονεν, εἷς οὐρανὸς ὅδε, μονογενὴς ὤν.
2 · Πλάτωνος
I.47.2 · Wachsmuth pp. 301
Πλάτωνος ἐκ τοῦ Τιμαίου.
Πρῶτον μὲν οὖν αἴσθησιν ἀναγκαῖον εἴη πᾶσιν ἐκ βιαίων παθημάτων σύμφυτον γίγνεσθαι· δεύτερον δὲ ἡδονῇ καὶ λύπῃ μεμιγμένον ἔρωτα· πρὸς δὲ τούτοις φόβον τε καὶ θυμόν, ὅσα τε ἑπόμενα αὐτοῖς καὶ ὁπόσα ἐναντίως πέφυκε διεστηκότα.
3 · Πλάτωνος
I.47.3 · Wachsmuth pp. 301
Πλάτωνος ἐκ τοῦ Κρατύλου.
Ὀρθῶς ὁ ἄνθρωπος ἄνθρωπος ὠνομάσθη, ἀναθρῶν ἃ ὄπωπε.
4 · Πλάτωνος
I.47.4 · Wachsmuth pp. 301
Πλάτωνος ἐκ τοῦ Φαίδωνος.
Τοὺς μὲν χρηστοὺς καὶ πονηροὺς σφόδρα ὀλίγους εἶναι ἑκατέρους, τοὺς δὲ μεταξὺ πλείστους.
5 · Πλάτωνος
I.47.5 · Wachsmuth pp. 301
Πλάτωνος Νόμων εʹ.
Καὶ γάρ, ὦ Μέγιλλέ τε καὶ Κλεινία, μηδὲ τοῦθ᾽ ἡμᾶς λανθανέτω περὶ τόπων, ὡς οὐκ εἰσί τινες ἄλλοι διαφέροντες ἄλλων τόπων πρὸς τὸ γεννᾶν ἀνθρώπους ἀμείνους καὶ χείρους, οἷς οὐκ ἐναντία νομοθετητέον. Οἱ μέν γέ που διὰ πνεύματα παντοῖα καὶ δι᾽ εἰλήσεις ἀλλόκοτοί τέ εἰσι καὶ ἐναίσιοι αὐτῶν, οἱ δὲ δι᾽ ὕδατα, οἱ δὲ δι᾽ αὐτὴν τὴν ἐκ τῆς γῆς τροφὴν ἀναδιδοῦσαν, οὐ μόνον τοῖς σώμασιν ἀμείνω καὶ χείρω, ταῖς ψυχαῖς δὲ οὐκ ἧττον δυναμένην πάντα τὰ τοιαῦτα ἐμποιεῖν.
6.1 · Ἀριστοτέλους
I.47.6.1 · Wachsmuth pp. 301-302
Ἐκ τῶν Ἀριστοτέλους Φυσιογνωμονικῶν.
Ὅτι αἱ διάνοιαι ἕπονται τοῖς ἀνθρώποις καὶ οὐκ εἰσὶν αὐταὶ καθ᾽ αὑτάς, ἀπαθεῖς μένουσαι τῶν τοῦ σώματος κινήσεων, τοῦτο δῆλον γίνεται ἐν ταῖς μέθαις καὶ ἀρρωστίαις· πολὺ γὰρ ἐξαλλάττουσαι φαίνονται αἱ διάνοιαι ὑπὸ τῶν τοῦ σώματος παθημάτων. Καὶ τοὐναντίον δὴ τοῖς τῆς ψυχῆς παθήμασι τὸ σῶμα συμπάσχον φανερόν ἐστι περὶ τε τοὺς ἔρωτας καὶ τοὺς φόβους καὶ τὰς λύπας καὶ τὰς ἡδονάς.
6.2
I.47.6.2 · Wachsmuth pp. 302
Ἔτι δὲ ἐν τοῖς φύσει γιγνομένοις μᾶλλον ἄν τις συνίδοι, ὅτι οὕτως ἔχει πρὸς ἄλληλα σῶμά τε καὶ ψυχὴ συμφυῆ, ὥστε τῶν πλείστων ἀλλήλοις αἴτια γίγνεσθαι παθημάτων. Οὐδὲν γάρ που ζῷον γεγένηται τοιοῦτον, ὃ τὸ μὲν εἶδος ἔσχηκέ τι ἑτέρου ζῴου, τὴν δὲ διάνοιαν ἄλλου, ἀλλ᾽ ἀεὶ τοῦ αὐτοῦ τό τε σῶμα καὶ ἡ ψυχή, ὡς ἀναγκαῖον ἕπεσθαι τῷ τοιῷδε σώματι τοιάνδε διάνοιαν. Ἔτι δὲ καὶ τῶν ἄλλων ζῴων οἱ περὶ ἕκαστον ἐπιστήμονες ἐκ τῆς ἰδέας δύνανται θεωρεῖν ἱππικοί τε ἵππους καὶ κυνηγετικοὶ κύνας. Εἰ δὴ ταῦτά ἐστιν ἀληθῆ, ἀληθὴς ἂν εἴη ἡ φυσιογνωμονία.
7.1 · Πλάτωνος
I.47.7.1 · Wachsmuth pp. 302
Πλάτωνος Νόμων ζʹ.
Μεταβολὴν γὰρ δὴ πάντων πλὴν κακῶν πολὺ σφαλερώτατον εὑρήσομεν, ἐν ὥραις πάσαις, ἐν πνεύμασι καὶ διαίταις σωμάτων, ἐν τρόποις ψυχῶν, ἐν ὡς ἔπος εἰπεῖν οὐ τοῖς μὲν τοῖς δ᾽ οὔ, πλὴν ὅπερ εἶπον νῦν δὴ κακοῖς·
7.2
I.47.7.2 · Wachsmuth pp. 302-303
ὥστε εἴ τις ἀποβλέψειε πρὸς σώματα, ὡς πᾶσι μὲν σιτίοις πᾶσι δὲ ποτοῖς καὶ πόνοις ξυνήθη γιγνόμενα, καὶ τὸ πρῶτον ταραχθέντα ὑπ᾽ αὐτῶν, ἔπειτα ἐξ αὐτῶν τούτων ὑπὸ χρόνου σάρκας φύσαντα οἰκείας τούτοις, φίλα τε καὶ ξυνήθη καὶ γνώριμα γενόμενα πάσῃ ταύτῃ τῇ διαίτῃ πρὸς ἡδονὴν καὶ ὑγείαν ἄριστα διάγει· καὶ ἐάν ποτ᾽ ἄρα ἀναγκασθῇ μεταβάλλειν αὖθις ἡντινοῦν τῶν εὐδοκίμων διαίτων, τότε κατ᾽ ἀρχὰς συνταραχθεὶς ὑπὸ νόσων μόγις ποτὲ κατέστη τὴν συνήθειαν τῇ τροφῇ πάλιν ἀπολαβών·
7.3
I.47.7.3 · Wachsmuth pp. 303
ταὐτὸν δὴ δεῖ νομίζειν τοῦτο γίγνεσθαι καὶ περὶ τὰς τῶν ἀνθρώπων διανοίας τε ἅμα καὶ τὰς τῶν ψυχῶν φύσεις. Οἷς γὰρ ἂν ἐντραφῶσι νόμοις καὶ κατά τινα θείαν εὐτυχίαν ἀκίνητοι γένωνται μακρῶν καὶ πολλῶν χρόνων, ὡς μηδένα ἔχειν μνείαν μηδὲ ἀκοὴν τοῦ ποτὲ ἄλλως αὐτὰ σχεῖν ἢ καθάπερ νῦν ἔχει, σέβεται καὶ φοβεῖται πᾶσα ἡ ψυχὴ τό τι κινεῖν τῶν τότε καθεστώτων.
8.1 · Ἑρμοῦ
I.47.8.1 · Wachsmuth pp. 303
Ἑρμοῦ ἐκ τῶν πρὸς Τάτ.
⟨ἙΡΜ.⟩ Κοινωνία δέ ἐστι ψυχῶν, καὶ κοινωνοῦσι μὲν αἱ τῶν θεῶν ταῖς τῶν ἀνθρώπων, αἱ δὲ τῶν ἀνθρώπων ταῖς τῶν ἀλόγων. Ἐπιμελοῦνται δὲ οἱ κρείττονες τῶν ἐλαττόνων, θεοὶ μὲν ἀνθρώπων, ἄνθρωποι δὲ τῶν ἀλόγων [ζῴων], ὁ δὲ θεὸς πάντων. Ὁ μὲν οὖν κόσμος ὑπόκειται τῷ θεῷ, ὁ δὲ ἄνθρωπος τῷ κόσμῳ, τὰ δὲ ἄλογα τῷ ἀνθρώπῳ, ὁ δὲ θεὸς ὑπὲρ πάντα καὶ περὶ πάντα.
8.2
I.47.8.2 · Wachsmuth pp. 303-304
Καὶ τοῦ μὲν θεοῦ καθάπερ [αἱ] ἀκτῖνες αἱ ἐνέργειαι· τοῦ δὲ κόσμου [αἱ ἀκτῖνες] αἱ φύσεις· τοῦ δὲ ἀνθρώπου αἱ τέχναι καὶ αἱ ἐπιστῆμαι. Καὶ αἱ μὲν ἐνέργειαι διὰ τοῦ κόσμου ἐνεργοῦσι καὶ ἐπὶ τὸν ἄνθρωπον διὰ τῶν τοῦ κόσμου φυσικῶν αἰτίων, αἱ δὲ φύσεις διὰ τῶν στοιχείων, οἱ δὲ ἄνθρωποι διὰ τῶν τεχνῶν καὶ ἐπιστημῶν.
8.3
I.47.8.3 · Wachsmuth pp. 304
Καὶ αὕτη ἡ τοῦ παντὸς διοίκησις ἠρτημένη ἐκ τῆς ⟨τοῦ⟩ ἑνὸς φύσεως καὶ διήκουσα δι᾽ ἑνὸς τοῦ νοῦ, οὗ οὐδέν ἐστι θειότερον καὶ ἐνεργέστερον καὶ ἑνωτικώτερον ἀνθρώπων μὲν πρὸς θεούς, θεῶν δὲ πρὸς ἀνθρώπους. Οὗτός ἐστιν ὁ ἀγαθὸς δαίμων· ὅθεν μακαρία ψυχὴ ἡ τούτου πληρεστάτη, κακοδαίμων δὲ ψυχὴ ἡ τούτου κενωτάτη.
8.4
I.47.8.4 · Wachsmuth pp. 304
⟨ΤΑΤ⟩ Πῶς τοῦτο πάλιν λέγεις, ὦ πάτερ;
⟨ἙΡΜ.⟩ Οἴει οὖν, ὦ τέκνον, ὅτι πᾶσα ψυχὴ νοῦν ἔχει τὸν ἀγαθόν; περὶ γὰρ τούτου ὁ νῦν λόγος, οὐ τοῦ ὑπηρετικοῦ, περὶ οὗ ἔμπροσθεν εἰρήκαμεν, τοῦ καταπεμπομένου ὑπὸ τῆς δίκης. Ψυχὴ γὰρ χωρὶς ⟨τοῦ⟩ νοῦ “οὔτε τι εἰπεῖν οὔτ᾽ ἔρξαι δύναται”. Πολλάκις γὰρ ἐξίσταται ὁ νοῦς τῆς ψυχῆς, καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ οὔτε βλέπει ἡ ψυχὴ οὔτε ἀκούει, ἀλλ᾽ ἀλόγῳ ζῴῳ ἔοικε.
8.5
I.47.8.5 · Wachsmuth pp. 304-305
Τηλικαύτη δύναμίς ἐστι τοῦ νοῦ, ἀλλ᾽ οὐδὲ νωθρᾶς ψυχῆς ἀνέχεται, ἀλλὰ καταλείπει τὴν [ἐν] τῷ σώματι προσκειμένην καὶ ὑπ᾽ αὐτοῦ ἀγχομένην κάτω· ἡ τοιαύτη δὲ ψυχή, ὦ τέκνον, νοῦν οὐκ ἔχει. Ὅθεν οὐδ᾽ ἄνθρωπον ἡγεῖσθαι δεῖ τὸν τοιοῦτον· ὁ γὰρ ἄνθρωπος θεῖον ζῷόν ἐστι καὶ οὐδὲ τοῖς ἄλλοις ζῴοις συγκρινόμενον τῶν ἐπιγείων τισίν, ἀλλὰ τοῖς ἄνω ἐν οὐρανῷ λεγομένοις θεοῖς.
8.6
I.47.8.6 · Wachsmuth pp. 305
Μᾶλλον δὲ εἰ χρὴ τολμήσαντας εἰπεῖν τὸ ἀληθές, ὑπὲρ ἐκείνους ἐστὶν ὁ ὄντως ἄνθρωπος, ἢ πάντως ἰσοδυναμοῦσιν ἀλλήλοις. Οὐδεὶς μὲν γὰρ τῶν οὐρανίων ⟨θεῶν⟩ ἐπὶ γῆς κατελεύσεται, οὐρανοῦ τὸν ὅρον καταλιπών· ὁ δὲ ἄνθρωπος καὶ εἰς τὸν οὐρανὸν ἀναβαίνει καὶ μετρεῖ αὐτὸν καὶ τὸ πάντων μεῖζον οὐδὲ τὴν γῆν καταλιπὼν ἄνω γίγνεται· τοσοῦτον τὸ μέγεθός ἐστιν αὐτοῦ τῆς ἐκτάσεως.
8.7
I.47.8.7 · Wachsmuth pp. 305
Διὸ τολμητέον εἰπεῖν, τὸν μὲν ἄνθρωπον ⟨τὸν⟩ ἐπίγειον εἶναι θνητὸν θεόν, τὸν δὲ οὐράνιον θεὸν ἀθάνατον ἄνθρωπον. Διόπερ διὰ τούτων τὰ πάντα ⟨διοικεῖται⟩ τῶν δύο, κόσμου καὶ ἀνθρώπου, ὑπὸ δὲ τοῦ ἑνὸς πάντα.