Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 42

Κεφάλαιον ΜΒʹ

Περὶ τῆς τῶν ζῴων γενέσεως.

1.1 · Πλάτωνος

Πλάτωνος ἐκ τοῦ Τιμαίου.

Ἐπειδὴ δὲ πάντα ἦν τὰ τοῦ θνητοῦ ζῴου συμπεφυκότα μέρη καὶ μέλη, τὴν δὲ ζωὴν ἐν πυρὶ καὶ πνεύματι συνέβαινεν ἐξ ἀνάγκης ἔχειν αὐτῷ, καὶ διὰ ταῦτα ὑπὸ τούτων τηκόμενον, κενούμενον ἔφθινε, βοήθειαν αὐτῷ θεοὶ μηχανῶνται.

1.2

Τῆς γὰρ ἀνθρωπίνης ξυγγενῆ φύσεως φύσιν ἄλλαις ἰδέαις καὶ αἰσθήσεσι κεραννύντες, ὥσθ᾽ ἕτερον ζῷον εἶναι, φυτεύουσιν· ἃ δὴ νῦν ἥμερα δένδρα καὶ φυτὰ καὶ σπέρματα παιδευθέντα ὑπὸ γεωργίας τιθασῶς πρὸς ἡμᾶς ἔσχε· πρὶν δ᾽ ἦν μόνα τὰ τῶν ἀγρίων γένη, πρεσβύτερα τῶν ἡμέρων ὄντα.

1.3

Πᾶν γὰρ οὖν ὅ τι περ ἂν μετάσχῃ τοῦ ζῆν, ζῷον μὲν ἂν ἐν δίκῃ λέγοιτο ὀρθότατον· μετέχει γε μὴν τοῦτο, ὃ νῦν λέγομεν, τοῦ τρίτου ψυχῆς εἴδους, ὃ μεταξὺ φρενῶν ὀμφαλοῦ τε ἱδρῦσθαι λόγος, ᾧ δόξης μὲν λογισμοῦ τε καὶ νοῦ μέτεστι τὸ μηδέν, αἰσθήσεως δὲ ἡδείας καὶ ἀλγεινῆς μετὰ ἐπιθυμιῶν.

1.4

Πάσχον γὰρ διατελεῖ πάντα· στραφέντι δὲ αὐτῷ ἐν ἑαυτῷ περὶ ἑαυτό, τὴν μὲν ἔξωθεν ἀπωσαμένῳ κίνησιν, τῇ δὲ οἰκείᾳ χρησαμένῳ, τῶν αὑτοῦ τι λογίσασθαι κατιδόντι φύσιν οὐ παρέδωκεν ἡ γένεσις· διὸ δὴ ζῇ μὲν ἐστί τε οὐχ ἕτερον ζῴου, μόνιμον δὲ καὶ κατερριζωμένον πέπηγε διὰ τὸ τῆς ὑφ᾽ ἑαυτοῦ κινήσεως ἐστερῆσθαι.

2

⟨Περὶ συλλήψεως.⟩

deest.

3

⟨Ἐν πόσῳ χρόνῳ διαρθροῦται τὸ ἔμβρυον.⟩

deest.

4

⟨Ἀπὸ ποίου ἄρχεται μορίου μορφοῦσθαι τὸ ἔμβρυον.⟩

deest.

5

⟨Πῶς ἄρρενα γεννᾶται καὶ θήλεα.⟩

deest.

6

⟨Πῶς τέρατα γίνεται.⟩

deest.

7

⟨Πόθεν γίνονται τῶν γονέων αἱ ὁμοιώσεις ἢ τῶν προγόνων.⟩

7.1 · (2) Ἑρμοῦ

Ἑρμοῦ ἐκ τῆς Ἀφροδίτης.

Παρὰ τί δὲ τὰ βρέφη ὅμοια τοῖς γονεῦσι γίνεται ἢ συγγενείαις ἀποδίδοται; Ἐκθήσω λόγον. Ὅταν νοστίμου αἵματος ἐξαφρουμένου ἡ γέννησις ἀποθησαυρίζῃ γόνον, συμβαίνει πως ἐκπνεῖν ἐκ τοῦ σώματος ὅλου μελῶν οὐσίαν τινὰ κατὰ θείαν ἐνέργειαν, ὡς τοῦ αὐτοῦ ἀνθρώπου γινομένου, τὸ δ᾽ αὐτὸ καὶ ἐπὶ τῆς γυναικὸς εἰκὸς γίγνεσθαι.

7.2

Ὅταν ⟨οὖν⟩ καθυπερτερήσῃ τὸ ῥυὲν ἀπὸ τοῦ ἀνδρὸς καὶ ἄθικτον γένηται, τῷ πατρὶ ὁμοιούμενον τὸ βρέφος ἀποδειχθήσεται, ὡς τὸ ἀνάπαλιν τὸν αὐτὸν τρόπον τῇ μητρί· ἐὰν ⟨δὲ⟩ τινος μέρους καθυπερτέρησις γένηται, πρὸς ἐκεῖνο τὸ μέρος ἀφομοιοῦται.

7.3

Ἔσθ᾽ ὅτε δὲ καὶ εἰς μακρὰς γενεὰς παραβάλλει τὸ βρέφος τῇ μορφῇ τοῦ γεννήσαντος, ἐκείνου δεκανοῦ λόγον ἔχοντος πρὸς τὴν ὥραν, ἐν ᾗ ἡ γυνὴ ἐπαιδοποίει.

8

⟨Πῶς ἄλλοις ὅμοιοι γίνονται οἱ γεννώμενοι καὶ οὐ τοῖς γονεῦσι.⟩

deest.

9

⟨Διατί αἱ ἡμίονοι στεῖραι.⟩

deest.

10

⟨Πῶς δίδυμα γίνεται καὶ τρίδυμα.⟩

deest.

11

⟨Εἰ τὸ ἔμβρυον ζῷον.⟩

deest.

12

⟨Πῶς τρέφεται τὰ ἔμβρυα.⟩

deest.

13

⟨Διατί τὰ ἑπταμηνιαῖα γόνιμα.⟩

13 · (3) ⟨Ἀετίου⟩

Οἱ δὲ περὶ τὸν Ἀριστοτέλην καὶ Ἱπποκράτην φασίν, ἐὰν μὲν ἐκπληρωθῇ ἡ μήτρα ἐν τοῖς ἑπτὰ μησί, τότε προκύπτειν καὶ γεννᾶσθαι γόνιμα· ἐὰν δὲ προκύψῃ μέν, μὴ τρέφηται δέ, ἀσθενήσαντος [δὲ] τοῦ ὀμφαλοῦ διὰ τὸ ἐπίπονον αὐτῷ γενέσθαι τὸ ἔμβρυον, ἄτροφον εἶναι. Ἐὰν δὲ μείνῃ τοὺς ἐννέα μῆνας ἐν τῇ μήτρᾳ, προκύψαν τότε ὁλόκληρόν ἐστι.

Contents

Sign in to save your reading →