Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 41

6.14

Διόπερ τὰς αἰσθήσεις καὶ σωματικὰς καὶ θνητάς φημι εἶναι, τοσοῦτον συνεστώσας, ὅσον καὶ τὸ σῶμα. Καὶ γὰρ συγγεννῶνται τῷ σώματι αἱ αἰσθήσεις καὶ συναποθνῄσκουσι· τὰ δὲ ἀθάνατα σώματα αὐτὰ μὲν [ἀθάνατον] αἴσθησιν οὐκ ἔχει, ὡς ἐξ οὐσίας τοιαύτης συνεστῶτα· ἡ γὰρ αἴσθησις οὐδ᾽ ὅλως ἄλλου ἐστὶ [σωματικὴ] ἢ τοῦ προσγενομένου τῷ σώματι κακοῦ ἢ τοῦ ἀγαθοῦ ἢ τοῦ πάλιν αὖ ἀπογενομένου. Τοῖς δὲ ἀιδίοις σώμασιν οὔτε προσγίνεταί ⟨τι⟩ οὔτε ἀπογίνεται· διὸ αἴσθησις ἐν ἐκείνοις οὐ γίνεται.

6.15

⟨ΤΑΤ⟩ Ἐν παντὶ οὖν σώματι αἴσθησις αἰσθάνεται;

⟨ΕΡΜ.⟩ Ἐν παντί, ὦ τέκνον, καὶ ἐνέργειαι ⟨ἐν⟩ πᾶσιν ἐνεργοῦσι.

⟨ΤΑΤ⟩ Καὶ τοῖς ἀψύχοις, ὦ πάτερ;

⟨ΕΡΜ.⟩ Καὶ ⟨τοῖς⟩ ἀψύχοις, ὦ τέκνον. Διαφοραὶ δὲ εἰσι τῶν αἰσθήσεων· αἱ μὲν τῶν λογικῶν μετὰ λόγου γίγνονται, αἱ δὲ τῶν ἀλόγων σωματικαί εἰσι μόνον, αἱ δὲ τῶν ἀψύχων αἰσθήσεις μέν εἰσι, παθητικαὶ δὲ κατὰ αὔξησιν μόνον καὶ κατὰ μείωσιν γιγνόμεναι. Τὸ δὲ πάθος καὶ ⟨ἡ⟩ αἴσθησις ἀπὸ μιᾶς κορυφῆς ἤρτηνται, εἰς δὲ τὸ αὐτὸ συνάγονται, ὑπὸ δὴ τῶν ἐνεργειῶν.

6.16

Τῶν δὲ ἐμψύχων ζῴων εἰσὶ δύο ἄλλαι ἐνέργειαι, αἳ παρέπονται ταῖς αἰσθήσεσι καὶ τοῖς πάθεσι, λύπη καὶ χαρά· χωρὶς τούτων ζῷον ἔμψυχον καὶ μάλιστα λογικὸν αἰσθέσθαι ἀδύνατον· διὸ καὶ ἰδέας ταύτας εἶναί φημι [τῶν παθῶν ἰδέας] τῶν λογικῶν μᾶλλον ζῴων ἐπικρατούσας. [Αἱ μὲν ἐνέργειαι ἐνεργοῦσιν, αἱ δὲ αἰσθήσεις τὰς ἐνεργείας ἀναφαίνουσιν.] Αὗται δὲ οὖσαι σωματικαὶ ἀνακινοῦνται ὑπὸ τῶν τῆς ψυχῆς ἀλόγων μερῶν, διὸ καὶ ἀμφοτέρας φημὶ κακωτικὰς εἶναι.

6.17

Τό τε γὰρ χαίρειν μεθ᾽ ἡδονῆς τὴν αἴσθησιν παρέχον πολλῶν κακῶν εὐθέως αἴτιον συμβαίνει τῷ παθόντι, ἥ τε λύπη ἀλγηδόνας καὶ ὀδύνας ἰσχυροτέρας παρέχεται· διόπερ εἰκότως ἀμφότεραι κακωτικαὶ ἂν εἴησαν.

⟨ΤΑΤ⟩ Ἡ αὐτὴ ⟨δ᾽⟩ ἂν εἴη αἴσθησις ψυχῆς καὶ σώματος, ὦ πάτερ;

⟨ΕΡΜ.⟩ Πῶς νοεῖς, ὦ παῖ, ψυχῆς αἴσθησιν;

6.18

⟨ΤΑΤ⟩ Οὐχ ἡ μὲν ψυχὴ ἀσώματος, ἡ δὲ αἴσθησις σῶμα ἂν εἴη, ὦ πάτερ, ⟨εἰ⟩ ἡ αἴσθησις [ἡ] ἐν σώματι οὖσα τυγχάνει;

⟨ΕΡΜ.⟩ Ἐὰν ἐν σώματι αὐτὴν θῶμεν, ὦ τέκνον, ὁμοίαν τῇ ψυχῇ αὐτὴν ἀποφανοῦμεν ἢ ταῖς ἐνεργείαις· ταῦτα γὰρ ἀσώματα ὄντα φαμὲν ἐν σώμασιν. Ἡ δὲ αἴσθησις οὔτε ἐνέργειά ἐστιν οὔτε ψυχὴ οὔτε ἀσώματόν τι ἄλλο παρὰ τὰ προειρημένα, οὐκ ἂν οὖν εἴη ἀσώματον· εἰ δ᾽ οὐκ ἔστιν ἀσώματον, σῶμα ἂν εἴη· τῶν γὰρ ὄντων δεῖ τὰ μὲν σώματα εἶναι, τὰ δὲ ἀσώματα.

7.1

Ἑρμοῦ ἐκ τῶν πρὸς Ἄμμωνα.

Κινεῖται δὲ τὸ κινούμενον κατ᾽ ἐνέργειαν τῆς κινήσεως τῆς κινούσης τὸ πᾶν. Ἡ γὰρ φύσις τοῦ παντὸς τῷ παντὶ παρέχει κινήσεις, μίαν μὲν τὴν κατὰ δύναμιν αὐτῆς, ἑτέραν δὲ τὴν κατ᾽ ἐνέργειαν· καὶ ἡ μὲν διήκει διὰ τοῦ σύμπαντος κόσμου καὶ ἐντὸς συνέχει· ἡ δὲ παρήκει καὶ ἐκτὸς περιέχει· καὶ διὰ πάντων πεφοιτήκασι κοινῇ.

7.2

Καὶ ἡ φύσις πάντων, φύουσα τὰ γιγνόμενα, φυὴν παρέχει τοῖς φυομένοις, σπείρουσα μὲν τὰ ἑαυτῆς σπέρματα, γενέσεις ⟨δ᾽⟩ ἔχουσα δι᾽ ὕλην κινητήν. Κινουμένη δὲ θερμαίνεται καὶ γίνεται ⟨ἡ⟩ ὕλη πῦρ καὶ ὕδωρ, τὸ μὲν σθεναρὸν καὶ ἰσχυρόν, τὸ δὲ πάσχον. Τὸ δὲ πῦρ ἐναντιούμενον τῷ ὕδατι ἐξήρανε τοῦ ὕδατος, καὶ ἐγένετο ⟨ἡ γῆ⟩ ὀχουμένη ἐπὶ τοῦ ὕδατος. Περιξηραινομένου δὲ ἀτμὸς ἐγένετο ἐκ τῶν τριῶν, τοῦ τε ὕδατος ⟨καὶ⟩ τῆς γῆς καὶ τοῦ πυρός, καὶ ἐγένετο ἀήρ.

7.3

Ταῦτα συνῆλθε κατὰ τὸν τῆς ἁρμονίας λόγον, θερμὸν ψυχρῷ, ξηρὸν ὑγρῷ, καὶ ἐκ τῆς συμπνοίας τούτων ἐγένετο πνεῦμα καὶ σπέρμα ἀνάλογον τῷ περιέχοντι πνεύματι. Τοῦτο δὲ ἐς τὴν μήτραν ἐμπεσὸν οὐκ ἠρεμεῖ ἐν τῷ σπέρματι, οὐκ ἠρεμοῦν δὲ μεταβάλλει τὸ σπέρμα, μεταβαλλόμενον δὲ αὔξην ἴσχει καὶ μέγεθος. Ἐπὶ τῷ μεγέθει δὲ εἴδωλον ἐπισπᾶται σχήματος καὶ σχηματίζεται· ὀχεῖται δὲ ἐπὶ τῷ σχήματι τὸ εἶδος, δι᾽ οὗ καὶ εἰδωλοποιεῖται τὸ εἰδωλοποιούμενον.

7.4

Ἐπεὶ τοίνυν τὸ πνεῦμα οὐκ εἶχεν ἐν τῇ νηδύι τὴν ζωτικὴν κίνησιν, τὴν δὲ βλαστικήν, καὶ ταύτην ἥρμοσεν ἁρμονία, ὑποδοχὴν οὖσαν τῆς διανοητικῆς ζωῆς. Ἔστι δὲ αὕτη ἀμερὴς καὶ ἀμετάβλητος, οὐδέποτε ἐξισταμένη τῆς ἀμεταβλησίας. Τὸ δ᾽ ἐν τῇ νηδύι ἀριθμοῖς λοχεύει καὶ μαιοῦται καὶ εἰς τὸν ἔξω ἀέρα ἄγει·

7.5

Καὶ ἐγγυτάτω ψυχὴ οὖσα οἰκειοῦται, οὐ κατὰ τὴν συγγενικὴν ἰδιότητα ἀλλὰ τὴν καθειμαρμένην· οὐ γὰρ ἔρως ἐστὶν αὐτῇ μετὰ σώματος εἶναι. Διὰ τοῦτο καθ᾽ εἱμαρμένην παρέχει τῷ γιγνομένῳ διανοητικὴν κίνησιν καὶ νοερὰν ζωῆς αὐτῆς οὐσίαν· παρεισέρπει γὰρ τῷ πνεύματι καὶ κινεῖ ζωτικῶς.

8.1

Ἑρμοῦ ἐκ τῶν πρὸς Ἄμμωνα πρὸς Τάτ.

Καὶ ὁ μὲν κύριος καὶ πάντων δημιουργὸς τῶν ἀιδίων σωμάτων, ὦ Τάτ, ἅπαξ ποιήσας οὐκέτι ἐποίησεν οὐδὲ ποιεῖ. Ταῦτα γὰρ ἑαυτοῖς παραδοὺς καὶ ἑνώσας ἀλλήλοις ἀφῆκε φέρεσθαι, μηδὲν ἐνδέοντα, ὡς ἀίδια. Εἰ δὲ δέονταί τινων, ἀλλήλων δεήσονται, οὐδεμιᾶς δὲ τῆς ἔξωθεν ἐπιφορᾶς, ὡς ἀθάνατα. Ἔδει γὰρ τὰ ὑπ᾽ ἐκείνου σώματα γενόμενα τοιαύτην ἔχειν καὶ τὴν φύσιν.

8.2

Ὁ δὲ ἡμέτερος δημιουργὸς ἐν σώματι ὢν ἐποίησεν ἡμᾶς καὶ ποιεῖ ἀεὶ καὶ ποιήσει σώματα διαλυτὰ καὶ θνητά. Οὐ γὰρ θέμις ἦν αὐτῷ μιμεῖσθαι τὸν ἑαυτοῦ δημιουργόν, ἄλλως τε καὶ ἀδύνατον ⟨ὄν⟩. Ὁ μὲν γὰρ ἐκ τῆς πρώτης οὐσίας ἐποίησεν οὔσης ἀσωμάτου, ὁ δὲ ἐκ τῆς γειναμένης σωματώσεως ἐποίησεν ἡμᾶς. Εἰκότως οὖν κατὰ τὸν ὀρθὸν λόγον ἐκεῖνα μὲν τὰ σώματα, ὡς ἐξ ἀσωμάτου οὐσίας γεγεννημένα, ἀθάνατά ἐστι· τὰ δὲ ἡμέτερα διαλυτὰ καὶ θνητά, ὡς τῆς ὕλης ἡμῶν ἐκ σωμάτων συνεστώσης, διὰ τὸ ἀσθενῆ εἶναι καὶ πολλῆς ἐπικουρίας δεόμενα.

8.3

Πῶς γὰρ ἂν καὶ τὸ τυχὸν ἀντέσχεν ὁ σύνδεσμος ἡμῶν τῶν σωμάτων, εἰ μή τινα εἶχεν ἐπεισερχομένην τροφὴν ἐκ τῶν ὁμοίων στοιχείων καὶ ὑπεσωμάτου ἡμᾶς καθ᾽ ἑκάστην τὴν ἡμέραν; Καὶ γὰρ γῆς τε καὶ ὕδατος καὶ πυρὸς καὶ ἀέρος ἐπιρροὴ ἡμῖν γίγνεται, ἥ τις τὰ σώματα ἡμῶν νεοποιοῦσα συνέχει τὸ σκῆνος· ὥστε καὶ πρὸς τὰς κινήσεις ἐσμὲν ἀσθενέστεροι, φέροντες κινήσεις μηδὲ ἡμέρας μιᾶς.

8.4

Εὖ γὰρ ἴσθι, ὦ τέκνον, ὅτι εἰ μὴ ἐν ταῖς νυξὶν ἡμῶν ἀνεπαύετο τὰ σώματα, οὐκ ἂν πρὸς μίαν ἡμέραν ἀντέσχομεν. Ὅθεν ἀγαθὸς ὢν ὁ δημιουργὸς πάντα προεπιστάμενος, εἰς διαμονὴν τοῦ ζῴου ἐποίησε τὸν ὕπνον, [ὃν] μέγιστον τοῦ καμάτου τῆς κινήσεως, καὶ ἐπ᾽ ἰσότητος ἔταξεν ἑκατέρῳ χρόνον, μᾶλλον δὲ τῇ ἀναπαύλῃ πλείονα.

8.5

Μεγίστην δὲ νόει, τέκνον, τοῦ ὕπνου τὴν ἐνέργειαν, ἐναντίαν τῇ τῆς ψυχῆς, οὐκ ἐλάττω ⟨δ᾽⟩ ἐκείνης. Καθάπερ γὰρ ἡ ψυχὴ κινήσεώς ἐστιν ἐνέργεια, τὸν αὐτὸν τρόπον καὶ τὰ σώματα ζῆν οὐ δύναται χωρὶς τοῦ ὕπνου. Ἄνεσις γὰρ καὶ ἄφεσίς ἐστι τῶν συνδέτων μελῶν καὶ ἔσωθεν ἐνεργεῖ σωματοποιῶν τὴν ἐπεισελθοῦσαν ὕλην, ἑκάστῳ τὸ οἰκεῖον διαστέλλων· τὸ μὲν ὕδωρ τῷ αἵματι, τὴν δὲ γῆν ⟨τοῖς⟩ ὀστέοις καὶ μυελοῖς, τὸν δὲ ἀέρα τοῖς νεύροις καὶ φλεψί, τὸ δὲ πῦρ τῇ ὁράσει. Διόπερ καὶ ἥδεται ἄκρως τὸ σῶμα τοῦ ὕπνου ταύτην ἐνεργοῦντος τὴν ἡδονήν.

9.1

Πλάτωνος ἐκ τοῦ Κρατύλου.

Τὸ σῶμα λέγεις; Πολλαχῇ μοι δοκεῖ τοῦτό γε· ἂν μὲν καὶ σμικρόν τις παρακλίνῃ, καὶ πάνυ· καὶ γὰρ σῆμά τινές φασιν αὐτὸ εἶναι τῆς ψυχῆς, ὡς τεθαμμένης ἐν τῷ νῦν παρόντι· καὶ διότι αὖ τούτῳ σημαίνει ἃ ἂν σημαίνῃ ἡ ψυχή, καὶ ταύτῃ σῆμα ὀρθῶς καλεῖσθαι.

9.2

Δοκοῦσι μέντοι μάλιστα θέσθαι οἱ ἀμφὶ Ὀρφέα τοῦτο τὸ ὄνομα, ὡς δίκην διδούσης τῆς ψυχῆς, ὧν δὴ ἕνεκα δίδωσι· τοῦτον δὲ περίβολον ἔχειν, ἵνα σῴζηται, δεσμωτηρίου εἰκόνα· εἶναι οὖν τῆς ψυχῆς τοῦτο αὐτό, ὥσπερ ὀνομάζεται, ἕως ἂν ἐκτίσῃ τὰ ὀφειλόμενα, ⟨τὸ⟩ σῶμα, καὶ οὐδὲν δεῖν παράγειν οὐδὲν γράμμα.

10.1

⟨Πλουτάρχου.⟩

Ὡσαύτως δὲ καὶ Ὅμηρος ἐδήλωσε· τὸ μὲν γὰρ τῶν ζώντων ἀεὶ δέμας προσαγορεύει, ὡς ἐν τούτοις·

ἐπεὶ οὔ ἑθέν ἐστι χερείων

οὐ δέμας οὐδὲ φυήν.

Τὸ δὲ ἀποβεβληκὸς τὴν ψυχὴν σῶμα καλεῖ·

Σῶμα δὲ οἴκαδ᾽ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με

Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.

10.2

Τὸ γὰρ αὐτὸ τῆς ψυχῆς δεσμὸς μὲν ἦν καὶ δέμας κρατουμένης, σῶμα δὲ ἀπολείπεται, τουτέστι σῆμα καὶ ἴχνος, ἀπελθούσης.

11.1

Ἑρμοῦ.

Ἔστι τοίνυν τὸ προὸν ἐπὶ πάντων τῶν ὄντων καὶ τῶν ὄντως ὄντων. Προὸν [ὂν] γάρ ἐστι, δι᾽ οὗ ἡ οὐσιότης ἡ καθόλου λεγομένη κοινὴ νοεῖται τῶν ὄντως ὄντων καὶ τῶν ὄντων τῶν καθ᾽ ἑαυτὰ νοουμένων. Τὰ δὲ ἐναντία τούτοις κατά τι ἕτερον πάλιν αὐτὰ καθ᾽ ἑαυτά ἐστι φύσις, οὐσία αἰσθητή, ἔχουσα ἐν ἑαυτῇ αἰσθητὰ πάντα.

11.2

Μεταξὺ δὲ τούτων νοηματικοὶ καὶ αἰσθητοὶ θεοί· … τὰ μὲν μετέχοντα τῶν νοητῶν, τὰ δὲ δοξαστά, τὰ κοινωνοῦντα τῶν νοηματικῶν θεῶν. Αὗται δὲ εἰκόνες εἰσὶ νοημάτων, οἷον ἥλιος εἰκών ἐστι τοῦ ἐπουρανίου δημιουργοῦ θεοῦ. Καθάπερ γὰρ ἐκεῖνος τὸ ὅλον ἐδημιούργησε, καὶ ὁ ἥλιος δημιουργεῖ τὰ ζῷα καὶ γεννᾷ ⟨τὰ⟩ φυτὰ καὶ τῶν πνευμάτων πρυτανεύει.

Contents

Sign in to save your reading →