Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 41

2.3

Οὔτε δὲ τᾷ ὠσίᾳ οἷόν τέ ἐντι μορφῶς μετεῖμεν αὐτᾷ ἐξ αὐτᾶς, οὔτε μὰν τὰν μορφὼ γενέσθαι περὶ τὰν ὠσίαν, ἀλλ᾽ ἀνάγκα ἁτέραν τινὰ εἶμεν αἰτίαν, τὰν κινάσοισαν τὰν ἐστὼ τῶν πραγμάτων ἐπὶ τὰν μορφώ· ταύταν δὲ τὰν πράταν τᾷ δυνάμι καὶ καθυπερτάταν εἶμεν τᾶν ἀλλᾶν· ὀνομάζεσθαι δ᾽ αὐτὰν ποθάκει θεόν· ὥστε τρεῖς ἀρχὰς εἶμεν ἤδη, τόν τε θεὸν καὶ τὰν ἐστὼ τῶν πραγμάτων καὶ τὰν μορφώ. Καὶ τὸν μὲν θεὸν ⟨τὸν⟩ τεχνίταν καὶ τὸν κινέοντα, τὰν δ᾽ ἐστὼ τὰν ὕλαν καὶ τὸ κινεόμενον, τὰν δὲ μορφὼ τὰν τέχναν καὶ ποθ᾽ ἃν κινέεται ὑπὸ τῶ κινέοντος ἁ ἐστώ.

2.4

Ἀλλ᾽ ἐπεὶ τὸ κινεόμενον ἐναντίας ἑαυτῷ δυνάμιας ἴσχει τὰς τῶν ἁπλόων σωμάτων, τὰ δ᾽ ἐναντία συναρμογᾶς τινος δεῖται καὶ ἑνώσιος, ἀνάγκα ἀριθμῶν δυνάμιας καὶ ἀναλογίας καὶ τὰ ἐν ἀριθμοῖς καὶ γαμετρικοῖς δεικνύμενα παραλαμβάνεν, ἃ καὶ συναρμόξαι καὶ ἑνῶσαι τὰν ἐναντιότατα δυνασεῖται ἐν τᾷ ἐστοῖ τῶν πραγμάτων ποττὰν μορφώ. Καθ᾽ αὑτὰν μὲν γὰρ ἔσσα ἁ ἐστὼ ἄμορφός ἐντι, κιναθεῖσα δὲ ποττὰν μορφὼ ἔμμορφος γίνεται καὶ λόγον ἔχοισα τὸν τᾶς συντάξιος.

2.5

Ὁμοίως δὲ καὶ τὸ δι᾽ ὃ κινέεται τὸ κινεόμενον ἐντὶ τὸ πράτως κινέον· ὥστ᾽ ἀνάγκα τρεῖς εἶμεν τὰς ἀρχάς, τάν τε ἐστὼ τῶν πραγμάτων καὶ τὰν μορφὼ καὶ τὸ ἐξ αὐτῶ κινατικὸν καὶ πρᾶτον τᾷ δυνάμι. Τὸ δὲ τοιοῦτον οὐ νόον μόνον εἶμεν δεῖ, ἀλλὰ καὶ νόω τι κρέσσον· νόω δὲ κρέσσον ἐντί, ὅπερ ὀνομάζομεν θεόν, φανερόν.

2.6

Ὁ μὲν τῶ ἴσω λόγος περὶ τὰν ῥητὰν καὶ λόγον ἔχοισαν φύσιν ἐντί· ὁ δὲ τῶ ἀνίσω περὶ τὰν ἄλογον καὶ ἄρρητον· αὕτα δ᾽ ἐντὶ ἁ ἐστώ· καὶ διὰ τοῦτο γένεσις καὶ φθορὰ γίνεται περὶ ταύταν καὶ οὐκ ἄνευ ταύτας.

3.1

Ἐκ τῶν Πορφυρίου πρὸς τὰ νοητὰ ἀφορμῶν.

Τὰ κατηγορούμενα τοῦ αἰσθητοῦ καὶ ἐνύλου ἀληθῶς ἐστὶ ταῦτα, τὸ πάντῃ εἶναι διαπεφορημένον, τὸ μεταβλητὸν εἶναι, τὸ ὑφεστάναι ἐν ἑτερότητι, τὸ σύνθετον εἶναι, τὸ ⟨μὴ⟩ καθ᾽ ἑαυτὸ αὐτὸ ὑπάρχειν, τὸ ἐν τόπῳ, τὸ ἐν ὄγκῳ θεωρεῖσθαι καὶ ὅσα τούτοις παραπλήσια·

3.2

Τοῦ δὲ ὄντως ὄντος καὶ καθ᾽ αὑτὸ ὑφεστηκότος αὐτοῦ τὸ εἶναι ἀεὶ ἐν ἑαυτῷ ἱδρυμένον, τὸ ὡσαύτως ⟨καὶ⟩ κατὰ ταὐτὰ ἔχειν, τὸ ἐν ταὐτότητι οὐσιῶσθαι, τὸ ἀμετάβλητον εἶναι κατ᾽ οὐσίαν, τὸ ἀσύνθετον, τὸ μήτε λυτὸν μήτε ἐν τόπῳ εἶναι μήτε εἰς ὄγκον διαπεφορήσθαι, τὸ μήτε γιγνόμενον μήτε ἀπολλύμενον εἶναι καὶ ὅσα τοιαῦτα, ὧν ἐχομένους δεῖ μηδὲν ἐπαλλάττοντας περὶ τῆς διαφόρου αὐτῶν φύσεως καὶ αὐτοὺς λέγειν καὶ ἄλλων λεγόντων ὑπακούειν.

4.1

Ἑρμοῦ ἐκ τῶν πρὸς Ἄμμωνα.

Ἡ ψυχὴ τοίνυν οὐσία ἐστὶν ἀσώματος, καὶ ἐν σώματι δὲ οὖσα οὐκ ἐκβαίνει τῆς ἰδίας οὐσιότητος. Τυγχάνει γὰρ οὖσα ἀεικίνητος κατ᾽ οὐσίαν, κατὰ νόησιν αὐτοκίνητος, οὐκ ἔν τινι κινουμένη, οὐ πρός τι, οὐχ ἕνεκεν τινος· προτερεῖ γὰρ τῇ δυνάμει, τὸ δὲ πρότερον οὐ δεῖται τῶν ὑστέρων. Τὸ ἔν τινι τοίνυν ἐστὶν ὁ τόπος καὶ χρόνος καὶ φύσις, τὸ δὲ πρός τι ἐστὶν ἁρμονία καὶ εἶδος καὶ σχῆμα, τὸ δὲ οὗ ἕνεκα τὸ σῶμα· ἕνεκα γὰρ σώματος καὶ χρόνος καὶ τόπος καὶ φύσις.

4.2

Ταῦτα δὲ κατὰ συγγενικὴν οἰκειότητα κοινωνεῖ ἀλλήλοις, ἐπεί τοι γε τὸ σῶμα ἐδεῖτο τόπου (ἀμήχανον γὰρ ἦν συστῆναι σῶμα ἄνευ τόπου) καὶ μεταβάλλεται φυσικῶς, ἀδύνατον δὲ μεταβολὴν εἶναι ἄνευ χρόνου καὶ τῆς κατὰ φύσιν κινήσεως, οὐδὲ σώματος οἷόν τε σύστασιν εἶναι ἄνευ ἁρμονίας. Ἕνεκα τοίνυν τοῦ σώματός ἐστιν ὁ τόπος· παραδεχόμενος γὰρ τὰς τοῦ σώματος μεταβολὰς οὐκ ἐᾷ ἀπόλλυσθαι τὸ μεταβαλλόμενον·

4.3

Μεταβαλλόμενον δὲ ἀφ᾽ ἑτέρου εἰς ἕτερον μεταπίπτει καὶ τῆς μὲν ἕξεως στερίσκεται, τοῦ δὲ εἶναι σῶμα συστατὸν οὐχί· μεταβληθὲν δὲ εἰς ἕτερον τὴν τοῦ ἑτέρου ἕξιν ἔχει. Τὸ γὰρ σῶμα, ᾗ σῶμα, μένει σῶμα· ἡ δὲ ποιὰ διάθεσις οὐ μένει· τὸ σῶμα τοίνυν κατὰ διάθεσιν μεταβάλλεται.

4.4

Ἀσώματος τοίνυν ὁ τόπος καὶ ὁ χρόνος καὶ ἡ φυσικὴ κίνησις. Τυγχάνει δὲ ἕκαστον τούτων τῆς ἰδίας ἰδιότητος. Ἰδιότης δὲ τοῦ τόπου περιοχή, χρόνου δὲ διάστημα καὶ ἀριθμός, φύσεως δὲ κίνησις, ἁρμονίας δὲ φιλία, σώματος δὲ μεταβολή· ἰδιότης δὲ ψυχῆς ἡ κατ᾽ οὐσίαν νόησις.

5.1

Ἀρχύτου ἐκ τοῦ Περὶ ἀρχᾶν.

Ἀρχὰ τᾶς τῶν ἐόντων γνώσιος τὰ αὐτόθεν φαινόμενα. Τῶν δ᾽ αὐτόθεν φαινομένων τὰ μὲν ἐντὶ νοατά, τὰ δ᾽ αἰσθατά· νοατὰ μὲν τὰ ἀκίνητα, αἰσθατὰ δὲ τὰ κινεόμενα. Κριτήριον δὲ τῶν μὲν νοατῶν ὁ νόος, τῶν δ᾽ αἰσθατῶν ἁ αἴσθασις. Τῶν δὲ μὴ αὐτόθεν φαινομένων τὰ μὲν ἐντὶ ἐπιστατά, τὰ δὲ δοξαστά· ἐπιστατὰ μὲν τὰ ἀκίνητα, δοξαστὰ δὲ τὰ κινεόμενα.

5.2

Δεῖ δὲ ταῦτα τρία νοᾶσαι, τό τε κρῖνον καὶ τὸ κρινόμενον καὶ ποθ᾽ ὅπερ κρίνεται. Καὶ τὸ μὲν κρῖνον εἶμεν τὸν νόον καὶ τὰν αἴσθασιν, τὸ δὲ κρινόμενον τὸν λόγον· ποθ᾽ ὅπερ δὲ κρίνεται τὸ αὐτόθεν φαινόμενον· τούτω δὲ τὸ μὲν νοατόν, τὸ δ᾽ αἰσθατόν. Ἐπικρίνει δὲ ὁ νόος τὸν λόγον, ὁκὰ μὲν ποτὶ τὸ νοατὸν ποτιβάλλων, ὁκὰ δὲ ποτὶ τὸ αἰσθατόν. Ὅκκα μὲν γὰρ περὶ νοατῶν μαστεύηται ὁ λόγος, ποτὶ τὸ νοατὸν ποτιβάλλει, ὅκκα δὲ περὶ αἰσθατῶν, ποτὶ τὸ αἰσθατόν.

5.3

Καὶ δι᾽ αὐτὸ ψευδογραφίαι ἐν γαμετρίᾳ κατὰ σχήματα καὶ ἀριθμὼς ἐμφαίνονται, αἰτιολογίαι δὲ καὶ εἰκοτολογίαι ἐν φυσιολογίᾳ καὶ πολιτικᾷ κατὰ γένεσιν καὶ πράξιας. Τὸ μὲν γὰρ ὅτι ἐν διπλόῳ λόγῳ ἁρμονία τυγχάνει, ποτὶ τὸ νοατὸν [λόγον] ποτιβάλλων ὁ λόγος γινώσκει· τὸ δ᾽ ὅτι συμφωνεῖ ὁ διπλόος λόγος, διὰ τᾶς αἰσθάσιος ἐπιμαρτυρεῖται.

5.4

Καὶ τῶν μαχανικῶν δὲ τοὶ λόγοι ποττὰ νοατὰ ποτιβάλλοντι σχήματα καὶ ἀριθμὼς καὶ ἀναλογίας, τὰ δὲ ἀποτελέσματα ποτὶ τὰ αἰσθητά· μεθ᾽ ὕλας γὰρ ταῦτα θεωρεῖται καὶ κινάσιος. Καθόλω δὲ ἀμάχανον γνώμεν τὸ διὰ τί ἐν ἑκάστῳ μὴ προειδότας τὸ τί ἐντι ἕκαστον. Κρίνεται δὲ τὸ μὲν τί ἐντι ἕκαστον ⟨τῶν⟩ ἐόντων τῷ νόῳ· τὸ δ᾽ ὅτι ἐντὶ ἢ ὅτι οὕτως ἔχει, λόγῳ καὶ αἰσθάσι· λόγῳ μέν, ὅκκα δεῖξίν τινος σαμάνωμεν διὰ συλλογισμῶ, ὑπάρχοντος ἐξ ἀνάγκας· αἰσθάσι δ᾽, ὅκκα ἐπιμαρτυρώμεθα τὸν λόγον διὰ τᾶς αἰσθάσιος.

6.1

Ἑρμοῦ ἐκ τῶν πρὸς Τάτ.

⟨ΤΑΤ⟩ Ὀρθῶς ταῦτα ἀπέδειξας, ὦ πάτερ· ἐκεῖνα δὲ ἔτι με δίδαξον. Ἔφης γάρ που τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἐνέργειαν εἶναι τοῦ λογικοῦ· νῦν δὲ φῂς τὰ ἄλογα ζῷα στερήσει τοῦ λογικοῦ ἄλογα εἶναι καὶ κεκλῆσθαι· δῆλον ⟨δ᾽⟩ ὅτι ἀνάγκη κατὰ τοῦτον τὸν λόγον τὰ ἄλογα ζῷα μὴ μετέχειν ἐπιστήμης μηδὲ τέχνης διὰ τὸ ἐστερῆσθαι τοῦ λογικοῦ.

⟨ΕΡΜ.⟩ Ἀνάγκη γάρ, ὦ τέκνον.

⟨ΤΑΤ⟩ Πῶς οὖν ὁρῶμεν, ὦ πάτερ, τινὰ τῶν ἀλόγων ἐπιστήμῃ καὶ τέχνῃ χρώμενα, οἷον τοὺς μύρμηκας τὰς τροφὰς ἀποθησαυριζομένους τοῦ χειμῶνος καὶ τὰ ἀέρια ζῷα ὁμοίως καλιὰς ἑαυτοῖς συντιθέντα, τὰ δὲ τετράποδα γνωρίζοντα τοὺς φωλεοὺς τοὺς ἰδίους;

6.2

⟨ΕΡΜ.⟩ Ταῦτα, ὦ τέκνον, οὐκ ἐπιστήμῃ οὐδὲ τέχνῃ ποιεῖ, ἀλλὰ φύσει. Ἡ γὰρ ἐπιστήμη καὶ ἡ τέχνη διδακτά εἰσι· τούτων δὲ τῶν ἀλόγων οὐδεὶς οὐδὲν διδάσκεται. Τὰ δὲ φύσει γιγνόμενα ἐνεργείᾳ μὲν γίνεται καθολικῇ· τὰ δὲ ἐπιστήμῃ καὶ τέχνῃ εἰδικῶς παραγίγνεται, οὐ πᾶσι· ⟨τὰ δὲ πᾶσι⟩ γινόμενα ὑπὸ φύσεως ἐνεργεῖται. Οἷον οἱ ἄνθρωποι ⟨πάντες⟩ ἄνω βλέπουσιν, οὐ πάντες δὲ ἄνθρωποι μουσικοὶ οὐδὲ πάντες τοξόται ἢ κυνηγοὶ οὐδὲ τὰ ἄλλα πάντα· ἀλλά τινὲς αὐτῶν τι ἔμαθον ἐπιστήμης καὶ τέχνης ἐνεργούσης.

6.3

Τὸν αὐτὸν τρόπον εἰ μὲν τινὲς τῶν μυρμήκων τοῦτο ἔπραττον, οἱ δ᾽ οὔ, καλῶς ἂν ἔλεγες ἐπιστήμῃ αὐτὸ τοῦτο πράττειν καὶ τέχνῃ συνάγειν τὰς τροφάς· εἰ δὲ πάντες ὁμοίως ἄγονται ὑπὸ τῆς φύσεως ἐπὶ τοῦτο καὶ ἄκοντες, δῆλον ὅτι οὐκ ἐπιστήμῃ οὐδὲ τέχνῃ τοῦτο πράττουσιν.

6.4

Ἐνέργειαι γάρ, ὦ Τάτ, ἀσώματοι αὐταὶ οὖσαι, ἐν σώμασίν εἰσιν καὶ διὰ τῶν σωμάτων ἐνεργοῦσι. Διόπερ, ὦ Τάτ, καθότι ἀσώματοί εἰσι, καὶ ἀθανάτους αὐτάς φημι εἶναι· καθότι δὲ χωρὶς σωμάτων ἐνεργεῖν οὐ δύνανται, φημὶ αὐτὰς εἶναι ἀεὶ ἐν σώματι. Τὰ γὰρ πρός τι ἢ ἕνεκά τινος γενόμενα προνοίᾳ καὶ ἀνάγκῃ ὑποπεπτωκότα ἀδύνατον ἀργά ποτε μεῖναι τῆς ἰδίας ἐνεργείας.

6.5

Τὸ γὰρ ὂν ἀεὶ ἔσται, ταὐτὸ γὰρ αὐτοῦ καὶ σῶμα καὶ ζωή ἐστι. Τούτῳ τῷ λόγῳ ἕπεται τὸ καὶ ἀεὶ τὰ σώματα εἶναι. Διὸ καὶ αὐτὴν τὴν σωμάτωσίν φημι ἀιδίαν ἐνέργειαν εἶναι. Εἰ γὰρ σώματα ἐπίγεια διαλυτά, σώματα δὲ δεῖ εἶναι, τόπους καὶ ὄργανα τῶν ἐνεργειῶν ταῦτα, αἱ δὲ ἐνέργειαι ἀθάνατοι, τὸ δὲ ἀθάνατον ἀεί ἐστιν, ἐνέργεια καὶ ἡ σωματοποίησις, εἴγε ἀεί ἐστι.

6.6

Παρέπονται δὲ τῇ ψυχῇ οὐκ ἀθρόως παραγιγνόμεναι, ἀλλά τινὲς μὲν αὐτῶν ἅμα τῷ γίνεσθαι τὸν ἄνθρωπον ἐνεργοῦσιν, ὁμοῦ τῇ ψυχῇ περὶ τὸ ἄλογον οὖσαι, αἱ δὲ καθαρώτεραι ἐνέργειαι κατὰ μεταβολὴν τῆς ἡλικίας τῷ λογικῷ μέρει τῆς ψυχῆς συνεργοῦσαι. Αὗται δὲ αἱ ἐνέργειαι τῶν σωμάτων εἰσὶν ἠρτημέναι. Καὶ ἀπὸ μὲν τῶν θείων σωμάτων ἔρχονται εἰς τὰ θνητὰ αὗται [αἱ] σωματοποιοῦσαι, ἑκάστη δὲ αὐτῶν ἐνεργεῖ ἢ περὶ τὸ σῶμα ἢ τὴν ψυχήν.

6.7

Καὶ αὐτῇ μέντοι τῇ ψυχῇ συγγίγνονται χωρὶς σώματος· ἀεὶ δὲ ἐνέργειαί εἰσιν, οὐκ ἀεὶ δὲ ἡ ψυχὴ ἐν σώματι θνητῷ ἐστι· δύναται γὰρ χωρὶς τοῦ σώματος εἶναι, αἱ δὲ ἐνέργειαι χωρὶς τῶν σωμάτων οὐ δύνανται εἶναι. Ἱερὸς λόγος ἐστίν, ὦ τέκνον, οὗτος. Συνεστάναι μὲν σῶμα χωρὶς ψυχῆς οὐ δύναται, τὸ δὲ εἶναι δύναται.

⟨ΤΑΤ⟩ Πῶς τοῦτο λέγεις, ὦ πάτερ;

6.8

⟨ΕΡΜ.⟩ Οὕτω νόησον, ὦ Τάτ· τῆς ψυχῆς χωρισθείσης τοῦ σώματος ἐπιμένει αὐτὸ τὸ σῶμα· τοῦτο δὲ τὸ σῶμα παρὰ τὸν τῆς ἐπιμονῆς χρόνον ἐνεργεῖται διαλυόμενον καὶ ἀειδὲς γιγνόμενον· ταῦτα δὲ οὐ δύναται πάσχειν τὸ σῶμα χωρὶς ἐνεργείας. Ἐπιμένει οὖν τῷ σώματι ἡ ἐνέργεια αὕτη ψυχῆς χωρισθείσης. Αὕτη οὖν ἡ διαφορὰ ἀθανάτου σώματος καὶ θνητοῦ, ὅτι τὸ μὲν ἀθάνατον ἐκ μιᾶς ὕλης συνέστηκε, τὸ δὲ οὔ· καὶ τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει (πᾶν γὰρ τὸ ἐνεργοῦν κρατεῖ, τὸ δὲ ἐνεργούμενον κρατεῖται) καὶ τὸ μὲν κρατοῦν ἐπιτακτικὸν καὶ ἐλεύθερον ⟨ὂν⟩ ἄγει, τὸ δὲ δοῦλον φέρεται.

6.9

Αἱ μὲν ⟨οὖν⟩ ἐνέργειαι οὐ μόνον τὰ ἔμψυχα ἐνεργοῦσι σώματα, ⟨ἀλλὰ⟩ καὶ τὰ ἄψυχα, ξύλα καὶ [τοὺς] λίθους καὶ τὰ ἄλλ᾽ ὁμοίως, αὔξουσαί τε καὶ καρποφυοῦσαι καὶ πεπαίνουσαι καὶ φθείρουσαι καὶ τήκουσαι καὶ σήπουσαι καὶ θρύπτουσαι καὶ τὰ ὅμοια ἐνεργοῦσαι, ὅσα δύναται σώματα ἄψυχα πάσχειν. Ἐνέργεια γὰρ κέκληται, ὦ τέκνον, αὐτὸ τοῦτο, ὅ τι ποτέ ἐστι τὸ γιγνόμενον·

6.10

Ἀεὶ δὲ γίγνεσθαι δεῖ καὶ πολλά, μᾶλλον δὲ πάντα· οὐδέποτε γὰρ χηρεύει τῶν ὄντων τινὸς ὁ κόσμος, ἀεὶ δὲ φερόμενος ἐν ἑαυτῷ κυΐσκει τὰ ὄντα, οὐδέποτε ἀπολειφθησόμενα αὐτὰ τῆς φθορᾶς. Πᾶσα οὖν ἐνέργεια νοείσθω, ὡς ἀεὶ ἀθάνατος οὖσα, ἥτις ἂν ᾖ ἐν οἱῳδήποτε σώματι.

6.11

Τῶν δὲ ἐνεργειῶν αἱ μὲν εἰσι τῶν θείων σωμάτων, αἱ δὲ τῶν φθαρτῶν, καὶ αἱ μὲν καθολικαί, αἱ δὲ εἰδικαί, καὶ αἱ μὲν τῶν γενῶν, αἱ δὲ τῶν μερῶν ἑνὸς ἑκάστου. Θεῖαι μὲν οὖν εἰσιν αἱ εἰς τὰ ἀίδια σώματα ἐνεργοῦσαι· αὗται δὲ καὶ τέλειαί εἰσιν, ὡς εἰς τέλεια σώματα· μερικαὶ δὲ αἱ δι᾽ ἑνὸς ἑκάστου γένους τῶν ζῴων· εἰδικαὶ δὲ αἱ εἰς ἕκαστον τῶν ὄντων τι.

6.12

Οὗτος οὖν ὁ λόγος, ὦ τέκνον, συνάγει πάντα μεστὰ εἶναι ἐνεργειῶν. Εἰ γὰρ ἀνάγκη τὰς ἐνεργείας ἐν σώμασιν εἶναι, πολλὰ δὲ σώματα ἐν κόσμῳ, πλείους φημὶ εἶναι τὰς ἐνεργείας τῶν σωμάτων. Ἐν ἑνὶ γὰρ πολλάκις σώματί ἐστι μία καὶ δευτέρα καὶ τρίτη χωρὶς τῶν παρεπομένων καθολικῶν· καθολικὰς γὰρ ἐνεργείας φημὶ τὰς ὄντως σωματικάς, διὰ δὲ τῶν αἰσθήσεων καὶ τῶν κινήσεων γινομένας· χωρὶς γὰρ τούτων τῶν ἐνεργειῶν τὸ σῶμα συστῆναι οὐ δυνατόν.

6.13

Ἕτεραι δέ εἰσιν εἰδικαὶ ἐνέργειαι ταῖς ψυχαῖς τῶν ἀνθρώπων διὰ τεχνῶν καὶ ἐπιστημῶν καὶ ἐπιτηδευμάτων καὶ ἐνεργημάτων. Παρέπονται γὰρ ταῖς ἐνεργείαις αἱ αἰσθήσεις, μᾶλλον δὲ ἀποτελέσματα τῶν ἐνεργειῶν ⟨αἱ⟩ αἰσθήσεις εἰσί. Νόησον οὖν, ὦ τέκνον, διαφορὰν ἐνεργείας ⟨καὶ αἰσθήσεως· ἡ μὲν ἐνέργεια⟩ ἄνωθεν πέμπεται· ἡ δὲ αἴσθησις ἐν τῷ σώματι οὖσα καὶ ἀπὸ τούτου τὴν οὐσίαν ἔχουσα, δεξαμένη τὴν ἐνέργειαν φανερὰν ποιεῖ, καθάπερ αὐτὴν σωματοποιήσασα.

Contents

Sign in to save your reading →